← 普鲁塔克

老人是否应参政

§22-24

培育提携年轻后辈与长者作为城邦导师的职责

年迈的政治家当避开繁琐琐事,仅在紧要关头挺身而出,同时将精力用于指引、包容与栽培年轻后辈,如斯巴达的长者般成为城邦的训导者与风范,方为最崇高的衰老之道。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22

ἀλλὰ μὲν οὕτως ἀναγκαῖα καὶ τοὺς ἀπεσβηκότας κομιδῇ γέροντας, ἂν μόνον ἐμπνέωσιν, ἐξάπτει καὶ διανίστησιν ἐν δὲ τοῖς ἄλλοις ποτὲ μέν, ὥσπερ εἴρηται, παραιτούμενος ἐμμελὴς ἔσται τὰ γλίσχρα καὶ διακονικὰ καὶ μείζονας ἔχοντα τοῖς πράττουσιν ἀσχολίας ἢ διʼ οὓς πράττεται χρείας καὶ ὠφελείας·1 ἔστι δʼ ὅπου περιμένων καλέσαι καὶ ποθῆσαι καὶ μετελθεῖν οἴκοθεν τοὺς πολίτας ἀξιοπιστότερος δεομένοις κάτεισι. τὰ δὲ πλεῖστα καὶ παρὼν σιωπῇ τοῖς νεωτέροις λέγειν παρίησιν, οἷον βραβεύων φιλοτιμίας πολιτικῆς ἅμιλλαν ἐὰν δʼ ὑπερβάλλῃ τὸ μέτριον, καθαπτόμενος ἠπίως καὶ μετʼ εὐμενείας ἀφαιρῶν φιλονεικίας καὶ βλασφημίας καὶ ὀργάς, ἐν δὲ ταῖς γνώμαις τὸν ἁμαρτάνοντα παραμυθούμενος ἄνευ ψόγου καὶ διδάσκων, ἐπαινῶν δʼ ἀφόβως τὸν κατορθοῦντα καὶ νικώμενος ἑκουσίως καὶ προϊέμενος τὸ πεῖσαι καὶ περιγενέσθαι πολλάκις ὅπως αὐξάνωνται καὶ θαρσῶσιν, ἐνίοις δὲ καὶ συναναπληρῶν μετʼ εὐφημίας τὸ ἐλλεῖπον, ὡς ὁ Νέστωρ "οὔτις τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί, οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων, ἦ μὴν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάις εἴης."

然而,这类极其紧迫的事务,哪怕是全无生气的垂暮老者,只要尚存一息,亦能将其点燃并振奋起来;但在其他事务中,有时正如前文所述,他若推辞那些琐碎鄙陋、对行事者带来的繁扰甚于对受事者的需求与益处的差役,便可保持恰当的节度。有时,他静候公民们呼唤、期盼并登门相请,便能带着更高的威望来到求助于他的人们中间。而在大多数场合,他即使在场亦保持缄默,容让年轻人发言,犹如裁决一场公共抱负的竞逐;若年轻人行逾中道,他便温和规劝,亲善地化解其争强、毁谤与怒气,在政见上对出现差池者予以安抚与点拨而不施斥责,对成事者毫不吝惜地赞许,且自愿退让,屡屡放弃说服与制胜的机会,以便他们能够成长并树立勇气,有时还用赞许的言辞为某些人补足欠缺之处,恰如涅斯托尔所言: “在阿开奥斯人中,无人会贬低你的言辞, 亦无人会加以反驳;但你尚未达到辩论的终极, 因为你确实年轻,甚至可作我的儿子。”

§23

τούτου δὲ πολιτικώτερον,2 μὴ μόνον ἐμφανῶς μηδὲ δημοσίᾳ ὀνειδίζων ἄνευ δηγμοῦ σφόδρα κολούοντος καὶ ταπεινοῦντος, ἀλλὰ μᾶλλον ἰδίᾳ τοῖς εὖ πεφυκόσι πρὸς πολιτείαν ὑποτιθέμενος καὶ συνεισηγούμενος εὐμενῶς λόγους τε χρηστοὺς καὶ πολιτεύματα, συνεξορμῶν πρὸς τὰ καλὰ καὶ συνεπιλαμπρύνων τὸ φρόνημα καὶ παρέχων, ὥσπερ οἱ διδάσκοντες ἱππεύειν, ἐν ἀρχῇ χειροήθη καὶ πρᾶον ἐπιβῆναι τὸν δῆμον·3 εἰ δέ τι σφαλείη, μὴ περιορῶν ἐξαθυμοῦντα τὸν νέον; ἀλλʼ ἀνιστὰς καὶ παραμυθούμενος, ὡς Ἀριστείδης Κίμωνα καὶ Μνησίφιλος Θεμιστοκλέα, δυσχεραινομένους καὶ κακῶς ἀκούοντας ἐν τῇ πόλει τὸ πρῶτον ὡς ἰταμοὺς καὶ ἀκολάστους, ἐπῆραν καὶ ἀνεθάρρυναν. λέγεται δὲ καὶ Δημοσθένους ἐκπεσόντος ἐν τῷ δήμῳ καὶ βαρέως φέροντος ἅψασθαι παλαιόν τινα γέροντα τῶν ἀκηκοότων Περικλέους καὶ εἰπεῖν, ὡς ἐκείνῳ τἀνδρὶ προσεοικὼς τὴν φύσιν οὐ δικαίως αὑτοῦ κατέγνωκεν. οὕτω δὲ καὶ Τιμόθεον Εὐριπίδης συριττόμενον ἐπὶ τῇ καινοτομίᾳ καὶ παρανομεῖν εἰς τὴν μουσικὴν δοκοῦντα θαρρεῖν ἐκέλευσεν, ὡς ὀλίγου χρόνου τῶν θεάτρων ὑπʼ αὐτῷ γενησομένων.

然而比这更具政治家风范的,不仅在于毫无过度挫伤与贬抑的刺痛感而公开且当众加以责备,更在于私下向天资适于从政者进言,亲善地共同启发得体的言论与政略,共同激励他们追求崇高,提升其抱负,并且如同驯马师一般,起初将民众驯化得温顺平服以便于他们驾驭;倘若年轻人有所失误,亦不坐视其心灰意冷,而是将其扶起并抚慰,正如阿里斯提得斯之于客蒙、姆涅西菲罗斯之于地米斯托克利那般,在二人最初因被指鲁莽与放纵而在城邦中招致反感与恶评时,将他们提携并振奋起来。据说当狄摩西尼在公民大会中遭挫而沮丧万分时,一位曾聆听过伯里克利发言的老者握住他的手说道,他的天资与那人相似,不当地贬低了自己。同样,欧里庇得斯在提摩太因标新立异而遭喝倒彩、被认为违犯音乐章法时,鼓励他振作起来,言道不久剧场便将尽归他掌控。

§24

καθόλου δʼ ὥσπερ ἐν Ῥώμῃ ταῖς Ἑστιάσι παρθένοις τοῦ χρόνου διώρισται τὸ μὲν μανθάνειν τὸ δὲ δρᾶν τὰ νενομισμένα τὸ δὲ τρίτον ἤδη διδάσκειν, καὶ τῶν ἐν Ἐφέσῳ περὶ τὴν Ἄρτεμιν ὁμοίως ἑκάστην Μελλιέρην τὸ πρῶτον εἶθʼ Ἱέρην τὸ δὲ τρίτον Παριέρην καλοῦσιν· οὕτως ὁ τελέως πολιτικὸς ἀνὴρ τὰ μὲν πρῶτα μανθάνων ἔτι πολιτεύεται καὶ μυούμενος τὰ δʼ ἔσχατα διδάσκων καὶ μυσταγωγῶν· τὸ μὲν γὰρ ἐπιστατεῖν ἀθλοῦσιν ἑτέροις οὐκ ἔστιν αὐτὸν ἀθλεῖν,4 ὁ δὲ παιδοτριβῶν νέον ἐν πράγμασι κοινοῖς καὶ δημοσίοις ἀγῶσι καὶ παρασκευάζων τῇ πατρίδι "μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων" ἐν οὐ μικρῷ μέρει πολιτείας οὐδὲ φαύλῳ χρήσιμός ἐστιν, ἀλλʼ εἰς ὃ μάλιστα καὶ πρῶτον ὁ Λυκοῦργος ἐντείνας ἑαυτὸν εἴθισε τοὺς νέους παντὶ πρεσβύτῃ καθάπερ νομοθέτῃ πειθομένους διατελεῖν· ἐπεὶ πρὸς τί βλέψας ὁ Λύσανδρος εἶπεν, ὡς ἐν Λακεδαίμονι κάλλιστα γηρῶσιν; ἆρʼ ὅτι γʼ ἀργεῖν ἔξεστι μάλιστα τοῖς πρεσβυτέροις ἐκεῖ καὶ δανείζειν ἢ κυβεύειν συγκαθεζομένους ἢ πίνειν ἐν ὥρᾳ συνάγοντας; οὐκ ἂν εἴποις· ἀλλʼ ὅτι τρόπον τινὰ πάντες οἱ τηλικοῦτοι τάξιν ἀρχόντων ἤ τινων πατρονόμων ἢ παιδαγωγῶν ἔχοντες οὐ τὰ κοινὰ μόνον ἐπισκοποῦσιν, ἀλλὰ καὶ τῶν νέων ἕκαστʼ ἀεὶ περί τε τὰ γυμνάσια καὶ παιδιὰς καὶ διαίτας καταμανθάνουσιν οὐ παρέργως, φοβεροὶ μὲν ὄντες τοῖς ἁμαρτάνουσιν αἰδεστοὶ δὲ τοῖς ἀγαθοῖς καὶ ποθεινοί· θεραπεύουσι γὰρ ἀεὶ καὶ διώκουσιν αὐτοὺς οἱ νέοι, τὸ κόσμιον καὶ τὸ γενναῖον αὔξοντας καὶ συνεπιγαυροῦντας ἄνευ φθόνου.

总而言之,正如在罗马,维斯塔贞女的岁月被划分为一部分用于学习、一部分用于履行既定仪轨、第三部分则用于执教;又如在以弗所的阿耳忒弥斯神庙中,人们同样将女祭司先称为候补女祭司,继而称为女祭司,第三阶段则称为资深女祭司;完满的政治家亦是如此,在最初阶段一边从政一边学习并领受启蒙,而在最后阶段则一边施政一边施教并担任导师。盖督导他人竞逐并非自身竞逐;而那在公共事务与城邦竞争中培育年轻人、为祖国锻造“兼具言辞之演说者与事务之践行者”的人,在政事中发挥的作用绝非细微或鄙浅,而正是吕库古倾尽全力、首要致力之所在——即使年轻人始终服从每一位长者,如同服从立法者一般。究竟由于何故,吕山德才会宣称在拉刻代蒙人们老得最为优美?难道是因为那里的老年人最被容许无所事事、放贷、聚坐弈棋,抑或在适当时辰聚集畅饮吗?绝非如此。乃是因为处于如此年岁之人,皆以某种方式享有执政官、巡按官或训导官的地位,不仅监督公共事务,且绝非漫不经心地时刻省察年轻人在体操场、游戏和日常生活中的一举一动,对犯错者威严可怖,对优良者则备受敬畏与渴慕;因为年轻人始终依附并追随他们,而老者亦无私地培育着年轻人的体统与高尚,并一同以此为豪。

语法注4 条
  1. 795aμείζονας ἔχοντα τοῖς πράττουσιν ἀσχολίας ἢ διʼ οὓς πράττεται χρείας καὶ ὠφελείας

    比较句结构,比较级宾格 μείζονας 修饰 ἀσχολίας(“繁扰、麻烦”),并与 ἢ 之后的 χρείας καὶ ὠφελείας(“需求与益处”)构成对比。与格 τοῖς πράττουσιν(“对行事者而言”)与介词短语 διʼ οὓς(“对为其行事之人而言”)形成整齐的对比关系。

  2. 795bτούτου δὲ πολιτικώτερον

    中性单数主格的比较级谓语表达,省略了系词 ἐστί,意为“比这更为合乎政治家风范的,乃是……”。其后的一连串分词(如 ὑποτιθέμενος、συνεισηγούμενος 等)充当了实际上的主语内容。

  3. 795cπαρέχων, ὥσπερ οἱ διδάσκοντες ἱππεύειν, ἐν ἀρχῇ χειροήθη καὶ πρᾶον ἐπιβῆναι τὸν δῆμον

    παρέχω 加上宾格(τὸν δῆμον)、谓语性形容词(χειροήθη καὶ πρᾶον)以及说明性不定词(ἐπιβῆναι)的句式。ἐπιβῆναι(“跨上、乘骑”)承接训马的比喻,意指为年轻从政者“使民众处于顺从易驾之态以便骑乘”。

  4. 795eἐπιστατεῖν ἀθλοῦσιν ἑτέροις οὐκ ἔστιν αὐτὸν ἀθλεῖν

    该句由主语不定词短语 ἐπιστατεῖν ἀθλοῦσιν ἑτέροις(“监督其他竞逐之人”)与作表语的“代词宾格+不定词”结构 αὐτὸν ἀθλεῖν(“自身去竞逐”)通过系词 ἔστι 连接。αὐτόν 为不定词 ἀθλεῖν 的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg117.humanitext-grc2:22-24