- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig. Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg117.humanitext-grc2:27-28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
通过列举阿里斯提德斯、伊巴密浓达、劝阻阿吉斯的长老、梅内克拉特斯以及西庇阿与西塞罗的谋士等事例,论证在政治生活中,老者应当奉献的最优价值并非肉体的劳作,而是灵魂与理性的德行。
οὐδὲ γὰρ Ἀθηναίων Ἀριστείδης οὐδὲ Ῥωμαίων Κάτων ἦρξε πολλάκις, ἀλλὰ πάντα τὸν αὑτῶν βίον ἐνεργὸν ἀεὶ ταῖς πατρίσι παρέσχον. Ἐπαμεινώνδας δὲ πολλὰ μὲν καὶ μεγάλα κατώρθωσε στρατηγῶν, οὐκ ἔλαττον δʼ αὐτοῦ μνημονεύεται μηδὲ στρατηγοῦντος μηδʼ ἄρχοντος ἔργον περὶ Θετταλίαν, ὅτε τῶν στρατηγῶν εἰς τόπους χαλεποὺς ἐμβαλόντων τὴν φάλαγγα καὶ θορυβουμένων (ἐπέκειντο γὰρ οἱ πολέμιοι βάλλοντες), ἀνακληθεὶς ἐκ τῶν ὁπλιτῶν πρῶτον μὲν ἔπαυσε θαρρύνας τὸν τοῦ στρατεύματος τάραχον καὶ φόβον, ἔπειτα διατάξας καὶ διαρμοσάμενος τὴν φάλαγγα συγκεχυμένην ἐξήγαγε ῥᾳδίως καὶ κατέστησεν ἐναντίαν τοῖς πολεμίοις, ὥστʼ ἀπελθεῖν ἐκείνους μεταβαλομένους. Ἄγιδος δὲ τοῦ βασιλέως ὠς ἐν Ἀρκαδίᾳ τοῖς πολεμίοις ἐπάγοντος ἤδη τὸ στράτευμα συντεταγμένον εἰς μάχην, τῶν πρεσβυτέρων τις Σπαρτιατῶν ἐπεβόησεν, ὅτι διανοεῖται κακὸν κακῷ ἰᾶσθαι, δηλῶν τῆς ἐξ Ἄργους ἐπαιτίου ἀναχωρήσεως τὴν παροῦσαν ἄκαιρον προθυμίαν ἀνάληψιν βουλόμενον εἶναι,1 ὡς ὁ Θουκυδίδης φησίν· ὁ δʼ Ἆγις ἀκούσας ἐπείσθη καὶ ἀνεχώρησε. Μενεκράτει δὲ καὶ δίφρος ἔκειτο καθʼ ἡμέραν παρὰ ταῖς θύραις τοῦ ἀρχείου, καὶ πολλάκις ἀνιστάμενοι πρὸς αὐτὸν οἱ Ἔφοροι διεπυνθάνοντο καὶ συνεβουλεύοντο 1 περὶ τῶν μεγίστων. ἐδόκει ἔμφρων εἶναι καὶ συνετὸς ἱστορεῖσθαι διὸ καὶ παντάπασιν ἤδη τὴν τοῦ σώματος ἐξημαυρωμένος δύναμιν καὶ τὰ πολλὰ κλινήρης διημερεύων, μεταπεμπομένων εἰς ἀγορὰν τῶν Ἐφόρων, ὥρμησε μὲν ἐξαναστὰς βαδίζειν, μόλις καὶ χαλεπῶς προερχόμενος, εἶτα παιδαρίοις ἐντυχὼν καθʼ ὁδόν, ἠρώτησεν, εἴ τι γινώσκουσιν ἀναγκαιότερον ὂν τοῦ πείθεσθαι δεσπότῃ· τῶν δὲ φησάντων τὸ μὴ δύνασθαι τοῦτο τῆς ὑπουργίας λογισάμενος πέρας ἀνέστρεψεν οἴκαδε. δεῖ γὰρ μὴ προαπολείπειν τὴν προθυμίαν τῆς δυνάμεως, ἐγκαταλειφθεῖσαν δὲ μὴ βιάζεσθαι. καὶ μὴν Γαΐῳ Λαιλίῳ Σκιπίων ἐχρῆτο συμβούλῳ στρατηγῶν ἀεὶ καὶ πολιτευόμενος, ὥστε καὶ λέγειν ἐνίους ὑποκριτὴν τῶν πράξεων Σκιπίωνα ποιητὴν δὲ τὸν Γάιον εἶναι. Κικέρων δ’ αὐτὸς ὁμολογεῖ τὰ κάλλιστα καὶ μέγιστα τῶν συμβουλευμάτων, οἷς ὤρθωσεν ὑπατεύων τὴν πατρίδα, μετὰ Ποπλίου Νιγιδίου τοῦ φιλοσόφου συνθεῖναι.
事实上,无论雅典的阿里斯提德斯还是罗马的加图都未曾频繁出任官职,然而他们却使自己的毕生岁月始终为祖国发挥效用。伊巴密浓达作为将领固然建树了诸多伟业,但他既非将领亦非执政官时在色萨利一带的作为亦同样为人称道:当时诸位将领将方阵带入险隘之地并陷入慌乱(因敌军正逼近投射标枪),他从重装步兵队伍中被重新召至阵前,起初以鼓舞士气制止了军队的惊恐与骚动,继而通过重新部署和整顿涣散的方阵,轻而易举地将其带出险境并列阵迎向敌军,以致敌人调头撤离。又如当国王阿吉斯在阿卡迪亚正率领已列好战阵的军队进逼敌人时,斯巴达长老中的一人大声呼喊道,他这是打算以恶治恶;正如修昔底德所言,这位长老点明阿吉斯是意图借当下不合时宜的狂热来洗刷从阿尔戈斯撤军的过咎;阿吉斯闻言被说服,遂引军退兵。梅内克拉特斯的坐席每日都被安置在行政官署门旁,监察官们常常起立前往他跟前探问,并在最重大的政务上向其咨询。他被公认为深明事理而富有智谋;因此,当他的体力已然完全衰竭、大多时日皆卧病在床之际,监察官们传召他前往市集,他虽艰难缓慢前行,却依然起身前往;随后他在途中遇见孩童,便询问他们可知有何事比服从主人更为紧迫;待孩子们回答说“力不能及”,他便认定这是自己效命的极限而转身归家。盖热诚固然不应先于体力而衰竭,但体力既竭之时亦不可勉力强求。再者,西庇阿在统军及从政之时始终以盖约·莱利乌斯为谋士,以致有人甚至声称西庇阿不过是行动的扮演者,盖约才是其创作者。西塞罗本人亦承认,他在担任执政官期间借以挽救祖国的那些最卓越、最重大的谋略,乃是与哲学家普布利乌斯·尼吉狄乌斯共同制定的。
οὕτω διὰ πολλῶν τρόπων τῆς πολιτείας οὐδὲν ἀποκωλύει τοὺς γέροντας ὠφελεῖν τὸ κοινὸν ἀπὸ τῶν βελτίστων, λόγου καὶ γνώμης καὶ παρρησίας καὶ φροντίδος πινυτῆς, ὡς δὴ ποιηταὶ λέγουσιν. οὐ γὰρ αἱ χεῖρες ἡμῶν οὐδʼ οἱ πόδες, οὐδʼ ἡ τοῦ σώματος ῥώμη κτῆμα καὶ μέρος ἐστὶ τῆς πόλεως μόνον, ἀλλὰ πρῶτον ἡ ψυχὴ καὶ τὰ τῆς ψυχῆς κάλλη, δικαιοσύνη καὶ σωφροσύνη καὶ φρόνησις ὧν ὀψὲ καὶ βραδέως τὸ οἰκεῖον ἀπολαμβανόντων,2 ἄτοπόν ἐστι τὴν μὲν οἰκίαν καὶ τὸν ἀγρὸν ἀπολαύειν καὶ τὰ λοιπὰ χρήματα καὶ κτήματα, κοινῇ δὲ τῇ πατρίδι καὶ τοῖς πολίταις μηκέτι χρησίμους εἶναι διὰ τὸν χρόνον, οὐ τοσοῦτον τῶν ὑπηρετικῶν παραιρούμενον δυνάμεων, ὅσον ταῖς ἡγεμονικαῖς καὶ πολιτικαῖς προστίθησι.3 διὸ καὶ τῶν Ἑρμῶν τοὺς πρεσβυτέρους ἄχειρας καὶ ἄποδας ἐντεταμένους δὲ τοῖς μορίοις δημιουργοῦσιν, αἰνιττόμενοι τῶν γερόντων ἐλάχιστα δεῖσθαι διὰ τοῦ σώματος ἐνεργούντων, ἐὰν τὸν λόγον ἐνεργόν, ὡς προσήκει, καὶ γόνιμον ἔχωσιν.
因此,通过从政的诸多途径,绝无任何事物阻碍长者以其最优秀的禀赋——言论、见识、坦诚与深思熟虑(诚如诗人们所言)——造福城邦。盖并非仅有我们的双手、双足或躯体的力量才是城邦的财富与组成部分,首当其冲的乃是灵魂以及灵魂之美德——正义、节制与智慧。既然这些美德成熟得晚且缓慢方获其本来品质,若其私宅、田野及其他资财物业得享其益,而〔长者〕对祖国与全体同胞却因年岁之故不再有用,便实属荒谬;因为年岁剥夺于辅助性劳力的,远不及它赋予主导性及政治性能力的为多。亦正因如此,人们将年长赫尔墨斯的神像塑成无手无足而阳具挺立之貌,暗指若老者能如其所应有的那样保持理性活跃而富有成效,便极少需要他们借助肉身来劳作。
- 797bτῆς ἐξ Ἄργους ἐπαιτίου ἀναχωρήσεως τὴν παροῦσαν ἄκαιρον προθυμίαν ἀνάληψιν βουλόμενον εἶναι
在由 δηλῶν 引出的间接引语中,宾格分词 βουλόμενον 的逻辑主语为阿吉斯国王(Ἄγιν),其后接带不定词的宾格结构:τὴν παροῦσαν ἄκαιρον προθυμίαν 为主格性宾语(主词),ἀνάληψιν 为表语性宾语,不定词为 εἶναι。属格词组 τῆς ἐξ Ἄργους ἐπαιτίου ἀναχωρήσεως 作为宾格性属格依附于 ἀνάληψις(意为“对自阿尔戈斯撤军之过咎的洗刷/补偿”)。
- 797eὧν ὀψὲ καὶ βραδέως τὸ οἰκεῖον ἀπολαμβανόντων
由关系代词 ὧν 引导的独立属格结构,其先行词为前文的 τὰ τῆς ψυχῆς κάλλη, δικαιοσύνη καὶ σωφροσύνη καὶ φρόνησις。中性单数宾格形容词 τὸ οἰκεῖον 作名词化使用,充当分词 ἀπολαμβανόντων 的直接宾语,意为“其固有的完满状态”或“应有的成熟品质”。
- 797eοὐ τοσοῦτον τῶν ὑπηρετικῶν παραιρούμενον δυνάμεων, ὅσον ταῖς ἡγεμονικαῖς καὶ πολιτικαῖς προστίθησι
现在分词 παραιρούμενον 在语法上与 ὁ χρόνος(时间/年岁)呼应修饰,后接表示分离的属格 τῶν ὑπηρετικῶν ... δυνάμεων。句中通过相关词 τοσοῦτον ... ὅσον 形成对照,比较年岁从从属/辅助能力中所剥夺的程度与其为主导/政治能力所增添的程度(ταῖς ἡγεμονικαῖς καὶ πολιτικαῖς προστίθησι)。
