- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig. Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg117.humanitext-grc2:19-21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
年迈的政治家应当将日常琐务让渡给年轻人,保全自身以应对重大危机,且对于尊显的职位亦应辞让后受而非主动追逐。在公民大会中应避免无谓的争端,但在关乎城邦存亡的危难时刻,则当如阿庇乌斯与梭伦那样不顾老迈病弱挺身而出。
ʼ· ὥσπερ οὖν τὸν Βουκέφαλον ὁ Ἀλέξανδρος πρεσβύτερον ὄντα μὴ βουλόμενος πιέζειν ἑτέροις ἐπωχεῖτο πρὸ τῆς μάχης ἵπποις, ἐφοδεύων τὴν φάλαγγα καὶ καθιστὰς εἰς τὴν τάξιν, εἶτα δοὺς τὸ σύνθημα καὶ μεταβὰς ἐπʼ ἐκεῖνον εὐθὺς ἐπῆγε τοῖς πολεμίοις καὶ διεκινδύνευεν· οὕτως ὁ πολιτικός, ἂν ἔχῃ νοῦν, αὐτὸς αὑτὸν ἡνιοχῶν πρεσβύτην γενόμενον ἀφέξεται τῶν οὐκ ἀναγκαίων καὶ παρήσει τοῖς ἀκμάζουσι χρῆσθαι πρὸς τὰ μικρότερα τὴν πόλιν, ἐν δὲ τοῖς μεγάλοις αὐτὸς ἀγωνιεῖται προθύμως. οἱ μὲν γὰρ ἀθληταὶ τὰ σώματα τῶν ἀναγκαίων πόνων ἄθικτα τηροῦσι καὶ ἀκέραια πρὸς τοὺς ἀχρήστους·1 ἡμεῖς δὲ τοὐναντίον, ἐῶντες τὰ μικρὰ καὶ φαῦλα, τοῖς ἀξίοις σπουδῆς φυλάξομεν ἑαυτούς· νέῳ μὲν γὰρ ἴσως ἐπέοικε καθʼ Ὅμηρον πάντα, καὶ δέχονται καὶ ἀγαπῶσι τὸν μὲν μικρὰ καὶ πολλὰ πράττοντα δημοτικὸν καὶ φιλόπονον τὸν δὲ λαμπρὰ καὶ σεμνὰ γενναῖον καὶ μεγαλόφρονα καλοῦντες· ἔστι δʼ ὅπου καὶ τὸ φιλόνεικον καὶ παράβολον ὥραν ἔχει τινὰ καὶ χάριν ἐπιπρέπουσαν τοῖς τηλικούτοις ὁ πρεσβύτης δʼ ἀνὴρ ἐν πολιτείᾳ διακονικὰς λειτουργίας ὑπομένων, οἷα τελῶν πράσεις καὶ λιμένων ἐπιμελείας καὶ ἀγορᾶς, ἔτι δὲ πρεσβείας καὶ ἀποδημίας πρὸς ἡγεμόνας καὶ δυνάστας ὑποτρέχων, ἐν αἷς ἀναγκαῖον οὐδὲν οὐδὲ σεμνὸν ἔνεστιν ἀλλὰ θεραπεία καὶ τὸ πρὸς χάριν, ἐμοὶ μὲν οἰκτρόν, ὦ φίλε, φαίνεται καὶ ἄζηλον, ἑτέροις δʼ ἴσως καὶ ἐπαχθὲς φαίνεται καὶ φορτικόν.
因此,正如亚历山大不愿过度耗竭年迈的布克法罗斯,在战前骑乘其他马匹巡视方阵并整顿阵列,随后下达战斗信号,换乘它立即向敌人进击并冒险决战;同样,政治家若有理智,在步入老年时驾驭自身,便当避开非紧要的琐事,容许城邦任用盛年之人处理较为细微之务,自己则在重大事务中奋勇勉力。因为运动员们使身体避开必要的劳苦,原封不动地保留给无用的竞逐;而我们则正相反,舍弃细碎鄙俗之事,将自身保留给值得专注的大事。 因为对年轻人而言,依荷马所言,“一切皆属相称”,人们既接纳并喜爱那从事诸多细事者,称其亲民而勤勉,亦接纳并喜爱那行辉煌庄重之事者,称其高贵而襟怀博大;有时甚至连好胜与鲁莽,在如此年岁之人身上也别具一番相称的风采与魅力。然而老者若在城邦中屈从于仆役般的职役,诸如税收拍卖、港口与市场管理,甚至奔走于出使和远赴统帅与权贵之处的差役——其中毫无紧要与庄严,唯有逢迎与取悦——在我看来,我的朋友,实属可怜且不值效尤,在他人眼中或许亦显得沉重而庸俗。
οὐδὲ γὰρ ἐν ἀρχαῖς τὸν τηλικοῦτον ὥρα φέρεσθαι, πλὴν ὅσαι γε μέγεθός τι κέκτηνται καὶ ἀξίωμα· καθάπερ ἣν σὺ νῦν Ἀθήνησι μεταχειρίζῃ τῆς ἐξ Ἀρείου πάγου βουλῆς ἐπιστασίαν καὶ νὴ Δία τὸ πρόσχημα τῆς Ἀμφικτυονίας, ἥν σοι διὰ τοῦ βίου παντὸς ἡ πατρὶς ἀνατέθεικε πόνον ἡδὺν κάματὸν τ̓ εὐκάματον2 ἔχουσαν. δεῖ δὲ καὶ ταύτας μὴ διώκειν τὰς τιμὰς ἀλλὰ φεύγοντας ἄρχειν, μηδʼ αἰτουμένους ἀλλὰ παραιτουμένους, μηδʼ ὡς αὑτοῖς τὸ ἄρχειν λαμβάνοντας ἀλλʼ ὡς αὑτοὺς τῷ ἄρχειν ἐπιδιδόντας. οὐ γάρ, ὡς Τιβέριος ὁ Καῖσαρ ἔλεγε, τὸ τὴν χεῖρα τῷ ἰατρῷ προτείνειν ὑπὲρ ἑξήκοντʼ ἔτη γεγονότας αἰσχρόν ἐστιν, ἀλλὰ μᾶλλον τὸ τὴν χεῖρα τῷ δήμῳ προτείνειν ψῆφον αἰτοῦντας ἢ φωνὴν ἀρχαιρεσιάζουσαν· ἀγεννὲς γὰρ τοῦτο καὶ ταπεινόν ὡς τοὐναντίον ἔχει τινὰ σεμνότητα καὶ κόσμον,3 αἱρουμένης τῆς πατρίδος καὶ καλούσης καὶ περιμενούσης, κατιόντα μετὰ τιμῆς καὶ φιλοφροσύνης γεραρὸν ὡς ἀληθῶς καὶ περίβλεπτον ἀσπάσασθαι καὶ δεξιώσασθαι τὸ γέρας.
处于如此年岁之人亦不宜争揽官职,除非是那些享有某种崇高与威严的职位;正如同你如今在雅典所掌管的阿雷奥帕古斯议事会的主席之职,以及,指宙斯起誓,祖国终身赋予你的大近邻同盟之尊衔,它带有“甜蜜的劳作与轻易承受的辛苦”。然而即便对待这些荣衔,亦不可追逐,而应以避让之态施政,不作乞求而行推辞,非为自己谋求统治,而是将自己奉献于职守。因为正如提比略·恺撒所言,年过六旬向医者伸手并不足为耻,向民众伸手乞求选票或选举之声才更属可耻;盖此举卑劣而屈辱。相反,当祖国遴选、召唤并翘首以待时,带着尊严与仁爱莅临,以真正崇隆而受人瞩目之姿欣然迎受这一嘉奖,乃自有一种庄重与体统。
οὕτω δέ πως καὶ λόγῳ χρηστέον ἐν ἐκκλησίᾳ πρεσβύτην γενόμενον, μὴ ἐπιπηδῶντα συνεχῶς τῷ βήματι μηδʼ ἀεὶ δίκην ἀλεκτρυόνος ἀντᾴδοντα τοῖς φθεγγομένοις, μηδὲ τῷ συμπλέκεσθαι καὶ διερεθίζειν ἀποχαλινοῦντα τὴν πρὸς αὐτὸν αἰδῶ τῶν νέων μηδὲ μελέτην ἐμποιοῦντα καὶ συνήθειαν ἀπειθείας καὶ δυσηκοΐας, ἀλλὰ καὶ παριέντα ποτὲ καὶ διδόντα πρὸς δόξαν ἀναχαιτίσαι καὶ θρασύνασθαι,4 μηδὲ παρόντα μηδὲ πολυπραγμονοῦντα, ὅπου μὴ μέγα τὸ κινδυνευόμενόν ἐστι πρὸς σωτηρίαν κοινὴν ἢ τὸ καλὸν καὶ πρέπον. ἐκεῖ δὲ χρὴ καὶ μηδενὸς καλοῦντος ὠθεῖσθαι δρόμῳ παρὰ δύναμιν, ἀναθέντα χειραγωγοῖς αὑτὸν ἢ φοράδην κομιζόμενον, ὥσπερ ἱστοροῦσιν ἐν Ῥώμῃ Κλαύδιον Ἄππιον· ἡττημένων γὰρ ὑπὸ Πύρρου μάχῃ μεγάλῃ, πυθόμενος τὴν σύγκλητον ἐνδέχεσθαι λόγους περὶ σπονδῶν καὶ εἰρήνης οὐκ ἀνασχετὸν ἐποιήσατο, καίπερ ἀμφοτέρας ἀποβεβληκὼς τὰς ὄψεις, ἀλλʼ ἧκε διʼ ἀγορᾶς φερόμενος πρὸς τὸ βουλευτήριον εἰσελθὼν δὲ καὶ καταστὰς εἰς μέσον ἔφη πρότερον μὲν ἄχθεσθαι τῷ τῶν ὀμμάτων στέρεσθαι, νῦν δʼ ἂν εὔξασθαι μηδʼ ἀκούειν5 οὕτως αἰσχρὰ καὶ ἀγεννῆ βουλευομένους καὶ πράττοντας ἐκείνους. ἐκ δὲ τούτου τὰ μὲν καθαψάμενος αὐτῶν τὰ δὲ διδάξας καὶ παρορμήσας, ἔπεισεν εὐθὺς ἐπὶ τὰ ὅπλα χωρεῖν καὶ διαγωνίζεσθαι περὶ τῆς Ἰταλίας πρὸς τὸν Πύρρον. ὁ δὲ Σόλων, τῆς Πεισιστράτου δημαγωγίας, ὅτι τυραννίδος ἦν μηχάνημα, φανερᾶς γενομένης, μηδενὸς ἀμύνεσθαι μηδὲ κωλύειν τολμῶντος, αὐτὸς ἐξενεγκάμενος τὰ ὅπλα καὶ πρὸ τῆς οἰκίας θέμενος ἠξίου βοηθεῖν τοὺς πολίτας· πέμψαντος δὲ τοῦ Πεισιστράτου πρὸς αὐτὸν καὶ πυνθανομένου τίνι πεποιθὼς ταῦτα πράττει, τῷ γήρᾳ εἶπεν.
年迈之人于公民大会中运用言辞,大抵亦当如此:不可频繁跃登讲坛,亦不可如雄鸡般每遇发声者必对啼鸣叫,更不可因缠斗与激惹而解除年轻人对自己敬畏的羁勒,乃至助长不服从与不倾听之习气;相反,有时亦当宽宥,容许年轻人为求声名而昂首挺立与显露胆气,凡未涉及关乎共同存亡或崇高得体之大危难处,既不到场亦不多管闲事。唯在危难关头,纵使无人召唤,即便超出体力亦当奋力奔赴,或托身引路之人,或乘轿以行,正如人们对罗马的阿庇乌斯·克劳狄乌斯的记载那般:盖当罗马人在大战中败于皮洛士后,他获悉元老院正意图接纳有关休战与和约的议案,虽双目已失明,却难耐此屈辱,遂乘轿穿过广场来到元老院;步入并立于中席后,他言道,自己此前固然为失明而悲痛,如今却祈愿甚至听不到他们商议并做出如此可耻卑劣之事。随后他一方面严词斥责,另一方面循循诱导与激励,说服他们立即执戈而起,为意大利的归属与皮洛士决一死战。又如梭伦,当庇西特拉图的民粹煽动显露出乃是僭主统治的机谋时,无人敢于抵御或阻止,他却亲自取出甲胄置于门前,号召公民起而相助;当庇西特拉图派人前来询问他究竟仗恃何物而敢行此事时,他答道:“仗恃我的衰老。”
- 19τῶν ἀναγκαίων πόνων ἄθικτα τηροῦσι καὶ ἀκέραια πρὸς τοὺς ἀχρήστους
属格 τῶν ἀναγκαίων πόνων 由形容词 ἄθικτα 与 ἀκέραια 支配,表分离(“免于/不沾染必要的劳苦”)。介词短语 πρὸς τοὺς ἀχρήστους 表目的(“为了无用的[竞技]劳苦”)。此句与后文形成对比:运动员为了非实用的竞技而避开日常必要的劳动,而政治家则相反(τοὐναντίον),舍弃琐事以专注于重大政务。
- 794bπόνον ἡδὺν κάματόν τʼ εὐκάματον
此短语为分词 ἔχουσαν(与关系代词 ἥν 一致,语法先行词为阴性名词 τῆς Ἀμφικτυονίας)的宾语。该语汇直接化用了欧里庇得斯《酒神的伴侣》第66–67行的诗句(πόνον ἡδὺν κάματόν τʼ εὐκάματον)。
- 794cὡς τοὐναντίον ἔχει τινὰ σεμνότητα καὶ κόσμον
连词 ὡς 在此引导表示对比的从句(“而相反地……”),承接前文关于老年竞选求官之可耻(οὐ γάρ... ἀλλὰ μᾶλλον... ἀγεννὲς γὰρ τοῦτο),转向论述受邀而莅任的高贵与尊严。
- 794dπρὸς δόξαν ἀναχαιτίσαι καὶ θρασύνασθαι
此不定式短语作分词 διδόντα(“容许、让步”)的宾语,其逻辑主语由上下文可知为年轻人(τοῖς νέοις)。动词 ἀναχαιτίζω 本义为马匹人立跳跃,在此引申比喻年轻人为博取名声(πρὸς δόξαν)而意气风发、昂扬跳脱的神态。
- 794eνῦν δʼ ἂν εὔξασθαι μηδʼ ἀκούειν
不定式 εὔξασθαι 与 ἄν 连用,为间接引语中表达潜在或与事实相反的虚拟(源自直接引语的 εὐξαίμην ἄν),意为“如今他甚至宁愿祈求自己连听都听不见”。
