- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig. Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg117.humanitext-grc2:1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者致信欧法内斯,主张不应以年老为借口退出政治生活,并通过对比可耻的隐退与晚年方才从政的弊端,阐述了终身从事公共事业的崇高价值。
ὅτι μέν, ὦ Εὔφανες, ἐπαινέτης ὢν Πινδάρου πολλάκις ἔχεις διὰ στόματος ὡς εἰρημένον εὖ καὶ πιθανῶς ὑπʼ αὐτοῦ "τιθεμένων ἀγώνων πρόφασις ἀρετὰν ἐς αἰπὺν ἔβαλε σκότον" οὐκ ἀγνοοῦμεν. ἐπειδὴ δὲ πλείστας αἱ πρὸς τοὺς πολιτικοὺς ἀγῶνας ἀποκνήσεις καὶ μαλακίαι προφάσεις ἔχουσαι τελευταίαν ὥσπερ τὴν ἀφʼ ἱερᾶς ἐπάγουσιν ἡμῖν τὸ γῆρας,1 καὶ μάλιστα δὴ τούτῳ τὸ φιλότιμον ἀμβλύνειν καὶ δυσωπεῖν δοκοῦσαι πείθουσιν εἶναί τινα πρέπουσαν οὐκ ἀθλητικῆς μόνον ἀλλὰ καὶ πολιτικῆς περιόδου κατάλυσιν οἴομαι δεῖν ἃ πρὸς ἐμαυτὸν ἑκάστοτε λογίζομαι καὶ πρὸς σὲ διελθεῖν περὶ τῆς πρεσβυτικῆς πολιτείας· ὅπως; μηδέτερος ἀπολείψει2 τὴν μακρὰν συνοδίαν μέχρι δεῦρο κοινῇ προερχομένην μηδὲ τὸν πολιτικὸν βίον ὥσπερ ἡλικιώτην καὶ συνήθη φίλον ἀπορρίψας μεταβαλεῖται πρὸς ἄλλον ἀσυνήθη καὶ χρόνον οὐκ ἔχοντα συνήθη γενέσθαι καὶ οἰκεῖον, ἀλλʼ ἐμμενοῦμεν οἷς ἀπʼ ἀρχῆς προειλόμεθα, ταὐτὸ τοῦ ζῆν καὶ τοῦ ἀν σενι ρεσπιιβλιξα ʽʼἐερενδα σιτ.3 καλῶς ζῆν ποιησάμενοι πέρας εἴ γε δὴ μὴ μέλλοιμεν ἐν βραχεῖ τῷ λειπομένῳ τὸν πολὺν ἐλέγχειν χρόνον, · ὡς ἐπʼ οὐδενὶ καλῷ μάτην ἀνηλωμένον. οὐ γὰρ ἡ τυραννίς, ὥς τις εἶπε Διονυσίῳ, καλὸν ἐντάφιον· ἀλλʼ ἐκείνῳ γε τὴν μοναρχίαν μετὰ τῆς ἀδικίας τὸ γε μὴ παύσασθαι συμφορὰν τελεωτέραν ἐποίησε. καὶ καλῶς Διογένης ὕστερον ἐν Κορίνθῳ τὸν υἱὸν αὐτοῦ θεασάμενος, ἰδιώτην ἐκ τυράννου γεγενημένον ὡς ἀναξίως ἔφη Διονύσιε, σεαυτοῦ πράττεις· οὐ γὰρ ἐνταῦθά σε μεθʼ ἡμῶν ἔδει ζῆν ἐλευθέρως καὶ ἀδεῶς, ἀλλʼ ἐκεῖ τοῖς τυραννείοις ἐγκατῳκοδομημένον ὥσπερ ὁ πατὴρ ἄχρι γήρως ἐγκαταβιῶσαι πολιτεία δὲ δημοκρατικὴ καὶ νόμιμος ἀνδρὸς εἰθισμένου παρέχειν αὑτὸν οὐχ ἧττον ἀρχόμενον ὠφελίμως ἢ ἄρχοντα καλὸν ἐντάφιον ὡς ἀληθῶς τὴν ἀπὸ τοῦ βίου δόξαν τῷ θανάτῳ προστίθησι4 τοῦτο γάρ "ἔσχατον δύεται κατὰ γᾶς" ὥς φησι Σιμωνίδης, πλὴν ὧν προαποθνήσκει τὸ φιλάνθρωπον5 καὶ φιλόκαλον καὶ προαπαυδᾷ τῆς τῶν ἀναγκαίων ἐπιθυμίας ὁ τῶν καλῶν ζῆλος, ὡς τὰ πρακτικὰ μέρη καὶ θεῖα τῆς ψυχῆς ἐξιτηλότερα τῶν παθητικῶν καὶ σωματικῶν ἐχούσης· ὅπερ οὐδὲ λέγειν καλὸν οὐδʼ ἀποδέχεσθαι τῶν λεγόντων, ὡς κερδαίνοντες μόνον οὐ κοπιῶμεν ἀλλὰ καὶ τὸ τοῦ Θουκυδίδου παράγειν ἐπὶ τὸ βέλτιον, μὴ τὸ φιλότιμον ἀγήρων μόνον ἡγουμένους, ἀλλὰ μᾶλλον τὸ κοινωνικὸν καὶ πολιτικόν, ὃ καὶ μύρμηξιν ἄχρι τέλους παραμένει καὶ μελίτταις· οὐδεὶς γὰρ πώποτʼ εἶδεν ὑπὸ γήρως κηφῆνα γενομένην μέλιτταν, ὥσπερ ἔνιοι τοὺς πολιτικοὺς ἀξιοῦσιν, ὅταν παρακμάσωσιν, οἴκοι σιτουμένους καθῆσθαι καὶ ἀποκεῖσθαι, καθάπερ ἰῷ σίδηρον ὑπʼ ἀργίας τὴν πρακτικὴν ἀρετὴν σβεννυμένην περιορῶντας. ὁ γὰρ Κάτων ἔλεγεν, ὅτι πολλὰς ἰδίας ἔχοντι τῷ γήρᾳ κῆρας οὐ δεῖ τὴν ἀπὸ τῆς κακίας ἑκόντας ἐπάγειν αἰσχύνην· πολλῶν δὲ κακιῶν οὐδεμιᾶς ἧττον ἀπραξία καὶ δειλία καὶ μαλακία καταισχύνουσιν ἄνδρα πρεσβύτην, ἐκ πολιτικῶν ἀρχείων καταδυόμενον εἰς οἰκουρίαν γυναικῶν ἢ κατʼ ἀγρὸν ἐφορῶντα καλαμητρίδας καὶ θεριστάς· "ὁ δʼ Οἰδίπους ποῦ καὶ τὰ κλείνʼ αἰνίγματα" τὸ μὲν γὰρ ἐν γήρᾳ πολιτείας ἄρχεσθαι καὶ μὴ πρότερον, ὥσπερ Ἐπιμενίδην λέγουσι κατακοιμηθέντα νεανίαν ἐξεγρέσθαι γέροντα μετὰ πεντήκοντα ἔτη· εἶτα τὴν οὕτω μακρὰν καὶ συμβεβιωκυῖαν ἡσυχίαν ἀποθέμενον ἐμβαλεῖν ἑαυτὸν εἰς ἀγῶνας καὶ ἀσχολίας, ἀήθη καὶ ἀγύμναστον ὄντα καὶ μήτε πράγμασιν ἐνωμιληκότα πολιτικοῖς μήτʼ ἀνθρώποις, ἴσως ἂν αἰτιωμένῳ τινὶ παράσχοι τὸ τῆς Πυθίας εἰπεῖν6 ὄψʼ ἦλθες ἀρχὴν καὶ δημαγωγίαν διζήμενος, καὶ παρʼ ὥραν στρατηγίου κόπτεις θύραν, ὥσπερ τις ἀτεχνότερος ὢν νύκτωρ ἐπίκωμος ἀφιγμένος, ἢ ξένος οὐ τόπον οὐδὲ χώραν ἀλλὰ βίον, οὗ μὴ πεπείρασαι, μεταλλάττων. τὸ γάρ πόλις ἄνδρα διδάσκει κατὰ Σιμωνίδην ἀληθές ἐστιν ἐπὶ τῶν ἔτι χρόνον ἐχόντων μεταδιδαχθῆναι καὶ μεταμαθεῖν μάθημα, διὰ πολλῶν ἀγώνων καὶ πραγμάτων μόλις ἐκπονούμενον, ἄνπερ ἐν καιρῷ φύσεως ἐπιλάβηται καὶ πόνον ἐνεγκεῖν καὶ δυσημερίαν εὐκόλως δυναμένης. ταῦτα δόξει τις μὴ κακῶς λέγεσθαι πρὸς τὸν ἀρχόμενον ἐν γήρᾳ πολιτείας.
欧法内斯啊,你是品达的崇拜者,常常将他那句说得精妙而令人信服的诗句挂在嘴边: “竞赛方启,托辞 便将美德掷入绝险的黑暗”,这一点我们并非不知。然而,既然面对政治竞技时的退缩与怯懦有着极多的借口,并如同使出最后的王牌一般将老年推向我们,且尤其看似借此挫伤与威吓进取之心,劝说人们不仅竞技的周期、连政治的周期也有其合宜的终结,我便认为有必要将自己常常独自思考的关于老年从政之事也对你详述一番。这是为了让我们谁也不离弃迄今共同度过的漫长同行,亦不把政治生活如同同龄的密友一般抛弃,转投另一种陌生的、且已无时间使其变得亲熟的生活;而是坚守我们最初的选择,将生命的终点与美好生活的终点定为同一,只要我们确实不想在剩余的短暂岁月里,驳斥漫长的前尘乃是没有用于任何崇高目标而徒然耗费。因为正如有人对狄奥尼修斯所说,“僭主权”并非“美丽的寿衣”,对他而言,不曾停止反而使那独裁统治连同其不义成了更彻底的灾祸。狄奥根尼后来在科林斯见到他的儿子从僭主沦为布衣,说得极好:“狄奥尼修斯,你过得多么不配你自己啊!因为你本不该与我们在这里自由而无惧地生活,而应当像你父亲一样,直到老年都把自己囚禁在僭主城堡里终老。”相反,一个习惯于作为受治者与作为统治者同样有益地奉献自身的男子,其合乎法度且民主的政治生活,才真正如美丽的寿衣一般,将生前的光荣附于死亡之上。因为正如西摩尼得斯所言,这〔光荣〕“最后潜入地底”,除非在那些人身上,仁爱与好美之心过早消亡,追求崇高之志先于对生活必需品的欲望而告竭,仿佛灵魂的实践性与神性部分竟比被动性与肉体部分更易退化。说出这种话,或者接纳说这种话的人,都是不体面的——说什么唯有在获利之时我们才不知疲倦;相反,应当将修昔底德的名言引向更好的意义,认为不仅争名求荣之心是不老的,那连在蚂蚁与蜜蜂身上也留存至终的合群与政治本能更是如此。因为从来没有人见过蜜蜂因年老而变成雄蜂,然而有些人却主张政治家衰老之后,便应端坐家中坐食终老,眼看着自己的实践德行因懈怠而泯灭,如同铁器锈蚀一般。加图曾说,老年既然自带许多固有的厄运,便不当再自愿加上因恶德而来的羞耻;而在诸多恶德中,无所事事、懦弱与柔弱对老年人的羞辱,绝不下于任何一种——当他从政务厅堂退入妇人的内闱,或在田间监督拾穗者与收割者之时: “那俄狄浦斯安在,那著名的谜语安在?” 因为在老年才开始从政而此前从未参与——就如同人们传说埃庇米尼得斯作为青年睡去,五十年后作为老人醒来,随后脱去那相伴如此长久的宁静,将自己投入抗争与繁忙之中,既不习惯又未受训练,既未与政治事务亦未与人群交往——这或许会让指责他的人有机会引述皮提亚神谕之言道: “‘你来得太迟’, 你谋求官职与民众领袖之位,不合时宜地叩击将领官邸之门,就像一个鲁莽笨拙的深夜狂欢闯入者,又像一个外邦人,不是改换地方或国土,而是改换到你从未体验过的生活。”因为西摩尼得斯所说“城邦教育人”,乃是对那些尚有时间接受再教育、尚能重新掌握经由无数斗争与事务艰辛锤炼而成的知识的人而言才是真实的,前提还得是适时遇到了能够轻松承受劳苦与逆境的天资。人们会认为,这些话用来对付在老年才开始从政的人,并非没有道理。
- 783bὥσπερ τὴν ἀφʼ ἱερᾶς ἐπάγουσιν ἡμῖν τὸ γῆρας
源自希腊棋盘游戏(petteia)的习语,指“移动圣线上的棋子”(省略了 γραμμῆς 或 κίνησιν),比喻在无计可施时使用的“最后王牌”或杀手锏。句法上,τὴν 修饰省略的阴性名词,指将老年作为最终的托辞推上阵前。
- 783cὅπως; μηδέτερος ἀπολείψει
原文中的问号(;)为传抄或标点讹误;句法上 ὅπως 引导从属于主句 οἴομαι δεῖν ... διελθεῖν 的目的从句(或 ὅπως 搭配将来直陈式的规劝/努力句)。它统领将来直陈式动词 ἀπολείψει、μεταβαλεῖται 以及随后并列的 ἐμμενοῦμεν。
- 783cἀν σενι ρεσπιιβλιξα ʽʼἐερενδα σιτ
该字符串并非希腊语原文正文,而是印刷底本页眉中的拉丁语篇名 An seni respublica gerenda sit(老年人是否应当从政)在OCR识别与转码时被误转为希腊字母并混入正文。在句法上应予排除,上下文应连续读作 ταὐτὸ τοῦ ζῆν καὶ τοῦ καλῶς ζῆν ποιησάμενοι πέρας。
- 783eκαλὸν ἐντάφιον ὡς ἀληθῶς τὴν ἀπὸ τοῦ βίου δόξαν τῷ θανάτῳ προστίθησι
主语为前文的 πολιτεία δὲ δημοκρατικὴ καὶ νόμιμος。谓语动词 προστίθησι 的直接宾语为 τὴν ἀπὸ τοῦ βίου δόξαν(宾格),间接宾语为 τῷ θανάτῳ(与格)。καλὸν ἐντάφιον 作述语宾格(补足语),修饰直接宾语。
- 783eπλὴν ὧν προαποθνήσκει τὸ φιλάνθρωπον
此为省略先行词的复合结构,相当于 πλὴν τούτων ὧν,指示代词先行词(属格)被省略,关系代名词 ὧν 受其同化为属格,或作所有格属格(“除了那些其仁爱之心先行消亡的人之外”)。
- 784bἴσως ἂν αἰτιωμένῳ τινὶ παράσχοι τὸ τῆς Πυθίας εἰπεῖν
句子的语法主语是开头的长篇定冠词不定词短语 τὸ μὲν γὰρ ἐν γήρᾳ πολιτείας ἄρχεσθαι...。主要谓语动词是表示潜在的 ἂν παράσχοι(希求法),它支配与格间接宾语 αἰτιωμένῳ τινὶ(“给某个指责者”)以及定冠词不定词短语 τὸ ... εἰπεῖν(“说出皮提亚神谕之言”)作为宾格直接宾语。
