- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig. Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg117.humanitext-grc2:17-18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克阐明对祖国的责任并不因年老而终结,但主张老人应将政治活动调适为适合其年岁的温和事务,而不应独揽官职、招致青年人的怨恨。
εἰ γοῦν πατέρα τὸν Τιθωνὸν εἶχες, ἀθάνατον μὲν ὄντα χρείαν δʼ ἔχοντα διὰ γῆρας ἀεὶ πολλῆς ἐπιμελείας, οὐκ ἂν οἶμαὶ σε φυγεῖν οὐδʼ ἀπείπασθαι τὸ θεραπεύειν καὶ προσαγορεύειν καὶ βοηθεῖν ὡς λελειτουργηκότα πολὺν χρόνον1 ἡ δὲ πατρὶς καὶ μητρὶς ὡς Κρῆτες καλοῦσι, πρεσβύτερα καὶ μείζονα δίκαια γονέων ἔχουσα, πολυχρόνιος μὲν ἐστιν οὐ μὴν ἀγήρως οὐδʼ αὐτάρκης, ἀλλʼ ἀεὶ πολυωρίας δεομένη καὶ βοηθείας καὶ φροντίδος ἐπισπᾶται καὶ κατέχει τὸν πολιτικὸν "εἱανοῦ ἁπτομένη καὶ τʼ ἐσσύμενον κατερύκει." καὶ μὴν οἶσθά με τῷ Πυθίῳ λειτουργοῦντα πολλὰς Πυθιάδας· ἀλλʼ οὐκ ἂν εἴποις ἱκανά σοι, ὦ Πλούταρχε, τέθυται καὶ πεπόμπευται καὶ κεχόρευται, νῦν δʼ ὥρα πρεσβύτερον ὄντα τὸν στέφανον ἀποθέσθαι καὶ τὸ χρηστήριον ἀπολιπεῖν διὰ τὸ γῆρας. οὐκοῦν μηδὲ σεαυτὸν οἴου δεῖν, τῶν πολιτικῶν ἱερῶν ἔξαρχον ὄντα καὶ προφήτην, ἀφεῖναι τὰς τοῦ Πολιέως καὶ Ἀγοραίου τιμὰς Διός, ἔκπαλαι κατωργιασμένον αὐταῖς.
倘若你的父亲是提托诺斯,他虽长生不死,却因年迈而始终需要悉心照料,我想你决不会因自以为服侍已久便逃避或拒绝去服侍、探候并扶助他。然而,祖国——或如克里特人所称的“母国” ——享有比父母更悠久且更崇高的权利,它虽历经长久岁月,却非永不衰竭,亦不能自足;相反,它始终需要极大的关怀、援助与操劳,正如“牵住其衣袍,阻滞那奔走之人”一般,挽引并挽留着政治家。 再者,你也知晓我已在多届皮托节期中为皮托神服役;但你决不会说:“普鲁塔克,你献祭、行进与歌舞已足矣,如今你既然年迈,该是因年老而摘下花冠并离开神谕所的时候了。”因此,你自己作为政治圣仪的主礼者与先知,且久已沉浸于这些奉献之中,也不该认为应当放弃对城邦守护神宙斯与广场守护神宙斯的敬礼。
ἀλλʼ ἀφέντες, εἰ βούλει, τὸν ἀποσπῶντα τῆς πολιτείας λόγον ἐκεῖνο σκοπῶμεν ἤδη καὶ φιλοσοφῶμεν, ὅπως μηδὲν ἀπρεπὲς μηδὲ βαρὺ τῷ γήρᾳ προσάξωμεν ἀγώνισμα, πολλὰ μέρη τῆς πολιτείας ἐχούσης ἁρμόδια καὶ πρόσφορα τοῖς τηλικούτοις ὥσπερ γάρ, εἰ καθῆκον ἦν ᾅδοντας διατελεῖν, ἔδει, πολλῶν τόνων καὶ τρόπων ὑποκειμένων φωνῆς, οὓς ἁρμονίας οἱ μουσικοὶ καλοῦσι, μὴ τὸν ὀξὺν ἅμα καὶ σύντονον διώκειν γέροντας γενομένους, ἀλλʼ ἐν ᾧ τὸ ῥᾴδιον ἔπεστι μετὰ τοῦ πρέποντος ἤθους οὕτως, ἐπεὶ τὸ πράττειν καὶ λέγειν μᾶλλον ἀνθρώποις ἢ κύκνοις τὸ ᾄδειν ἄχρι τελευτῆς κατὰ φύσιν ἔστιν, οὐκ ἀφετέον τὴν πρᾶξιν ὥσπερ τινὰ λύραν σύντονον ἀλλʼ ἀνετέον ἐπὶ τὰ κοῦφα καὶ μέτρια καὶ προσῳδὰ πρεσβύταις πολιτεύματα μεθαρμοττομένους.2 οὐδὲ γὰρ τὰ σώματα παντελῶς ἀκίνητα καὶ ἀγύμναστα περιορῶμεν, ὅτε μὴ δυνάμεθα σκαφείοις μηδʼ ἁλτῆρσι χρῆσθαι μηδὲ δισκεύειν μηδʼ ὁπλομαχεῖν ὡς καὶ πρότερον, ἀλλʼ αἰώραις καὶ περιπάτοις, ἔνιοι δὲ καὶ σφαίρᾳ προσπαλαίοντες ἐλαφρῶς καὶ διαλεγόμενοι κινοῦσι τὸ πνεῦμα καὶ τὸ θερμὸν ἀναρριπίζουσι· μήτε δὴ τελέως ἐκπαγέντας ἑαυτοὺς καὶ καταψυχθέντας ἀπραξίᾳ περιίδωμεν μήτʼ αὖ πάλιν πᾶσαν ἀρχὴν ἐπαιρόμενοι καὶ παντὸς ἐπιδραττόμενοι πολιτεύματος ἀναγκάζωμεν3 τὸ γῆρας ἐξελεγχόμενον ἐπὶ τοιαύτας φωνὰς καταφέρεσθαι "ὦ δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ· ἐν δʼ ἀσθενείᾳ τὸν πόθον διώλεσας." οὐδὲ γὰρ ἀκμάζων καὶ δυνάμενος ἀνὴρ ἐπαινεῖται, πάντα συλλήβδην ἀνατιθεὶς ἑαυτῷ τὰ κοινὰ πράγματα καὶ μηδὲν ἑτέρῳ παριέναι βουλόμενος, ὥσπερ οἱ Στωικοὶ τὸν Δία λέγουσιν, εἰς πάντα παρενείρων καὶ πᾶσι καταμιγνὺς ἑαυτὸν ἀπληστίᾳ δόξης ἢ φθόνῳ τῶν μεταλαμβανόντων ἁμωσγέπως τιμῆς τινος ἐν τῇ πόλει καὶ δυνάμεως· πρεσβύτῃ δὲ κομιδῇ, κἂν τὸ ἄδοξον ἀφέλῃς, ἐπίπονος καὶ ταλαίπωρος ἡ πρὸς πᾶν μὲν ἀεὶ κληρωτήριον ἀπαντῶσα φιλαρχία, παντὶ δʼ ἐφεδρεύουσα δικαστηρίου καιρῷ καὶ συνεδρίου πολυπραγμοσύνη, πᾶσαν δὲ πρεσβείαν καὶ προδικίαν ὑφαρπάζουσα φιλοτιμία. καὶ γὰρ ταῦτα πράττειν καὶ μετʼ εὐνοίας βαρὺ παρʼ ἡλικίαν, συμβαίνει δέ γε τἀναντία μισοῦνται μὲν γὰρ ὑπὸ τῶν νέων, ὡς οὐ προϊέμενοι πράξεων αὐτοῖς ἀφορμὰς μηδʼ εἰς μέσον ἐῶντες προελθεῖν, ἀδοξεῖ δὲ παρὰ τοῖς ἄλλοις τὸ φιλόπρωτον αὐτῶν καὶ φίλαρχον οὐχ ἧττον ἢ τὸ φιλόπλουτον ἑτέρων γερόντων καὶ φιλήδονον.
不过,若你愿意,且让我们搁下那试图将我们从政务中剥离的论调,此刻来思索与探讨这一点:我们当如何不让衰老承担任何不合时宜或沉重的角逐,因为政事之中原本就有许多适合且有益于如此年岁者的部分。正如假使我们终生歌唱乃是本分,鉴于声音有乐师称为“调式”的诸多声调与风格,我们在年老之际便不该追求既高亢又紧绷的声调,而应当取其合乎得体品性且轻松自如者;同样,既然对人类而言,言说与行动至死不辍比起天鹅临终歌咏更为顺应自然,我们便不可将行动如同一把紧绷的里拉琴般全然弃置,而应将之调谐并松弛至轻省、适度且契合于老年人的政务之上。事实上,当我们不能如以往那样使用铁锹、助跳锤、掷铁饼或全副武装格斗时,我们也并未听任身体全然不动且荒废锻炼,而是通过荡秋千与散步,有些人甚至通过轻微的球类运动与交谈来舒畅气息、重燃体内热能。因此,我们切不可听任自己因无所作为而彻底僵死与冷寂,但另一方面,也不可因争揽一切官职、抓取一切政务,以致迫使那在检验中败露衰竭的暮年堕入这般的哀叹: “啊,右手,你是何等渴望握持长矛, 却在虚弱中遗失了那份渴求!” 因为即便是一个处于鼎盛且强健有力之人,若出于对虚名的无厌贪求,或是嫉妒城邦中稍获荣耀与权柄之人,而如斯多亚派所言的宙斯那般将所有公务一揽于自身,不愿向他人出让分毫,把自身穿插混杂于万事之中,也是不会为人称道的;而对老者而言,即便撇开声名狼藉不谈,那每逢抽签无不奔赴的恋权、每伺法庭与议事会议之机无不插手的好管闲事、每逢使节与代言之任无不横夺的争名逐利,更是彻底的劳碌与凄惨。因为即便在〔他人〕好意之中去从事这些,也已超乎年龄之重负,而实际情形恰恰相反:他们遭青年人怨恨,因为他们不肯出让任何行动的机会,亦不容年轻人崭露头角;而在其他人眼中,他们争先与揽权之好,也决不亚于其他老者的贪财与嗜欲那样为人不齿。
- 17οὐκ ἂν οἶμαὶ σε φυγεῖν οὐδʼ ἀπείπασθαι τὸ θεραπεύειν καὶ προσαγορεύειν καὶ βοηθεῖν ὡς λελειτουργηκότα πολὺν χρόνον
条件句结论部分中 ἄν 与不定式(φυγεῖν, ἀπείπασθαι)连用的非真实条件句结构,呼应前面的条件从句 εἰ ... εἶχες。思考动词 οἶμαι 为插入性质,否定词 οὐκ 与小词 ἄν 实际上支配不定式短语。此外,ὡς λελειτουργηκότα 是与不定式逻辑主语 σε(宾格)一致的完成时分词,ὡς 引导主观理由或借口(“以自己服役已久为由”)。
- 793bὥσπερ γάρ, εἰ καθῆκον ἦν ᾅδοντας διατελεῖν, ἔδει, πολλῶν τόνων καὶ τρόπων ὑποκειμένων φωνῆς, οᓓς ἁρμονίας οἱ μουσικοὶ καλοῦσι, μὴ τὸν ὀξὺν ἅμα καὶ σύντονον διώκειν γέροντας γενομένους, ἀλλʼ ἐν ᾧ τὸ ῥᾴδιον ἔπεστι μετὰ τοῦ πρέποντος ἤθους· οὕτως... οὐκ ἀφετέον τὴν πρᾶξιν ὥσπερ τινὰ λύραν σύντονον ἀλλʼ ἀνετέον ἐπὶ τὰ κοῦφα καὶ μέτρια καὶ προσῳδὰ πρεσβύταις πολιτεύματα μεθαρμοττομένους.
由 ὥσπερ 与 οὕτως 构成的长篇类比对应句式。前半部分(ὥσπερ 从句)中,承接假定从句 εἰ καθῆκον ἦν,表示必然或义务的无人称动词未完成过去时 ἔδει 在无需 ἄν 的情况下表达非真实条件的结论。后半部分(οὕτως 从句)为论述的核心主句,使用表义务的动名词形容词 οὐκ ἀφετέον ... ἀλλʼ ἀνετέον(“不可抛弃……而应予松弛”),现在分词 μεθαρμοττομένους(宾格,与一般主体“我们/人”一致)作方式状语,意为“自我调谐/适应”。
- 793cμήτε δὴ τελέως ἐκπαγέντας ἑαυτοὺς καὶ καταψυχθέντας ἀπραξίᾳ περιίδωμεν μήτʼ αὖ πάλιν πᾶσαν ἀρχὴν ἐπαιρόμενοι καὶ παντὸς ἐπιδραττόμενοι πολιτεύματος ἀναγκάζωμεν
第一人称复数虚拟式构成的劝告句(hortatory subjunctive):μήτε ... περιίδωμεν μήτʼ ... ἀναγκάζωμεν(“我们切莫听任……亦不可迫使……”)。注意分词格一致的不对称性:前一分句的分词 ἐκπαγέντας ... καὶ καταψυχθέντας 为宾格,与动词 περιίδωμεν 的宾语 ἑαυτούς 一致;后一分句的分词 ἐπαιρόμενοι ... καὶ ... ἐπιδραττόμενοι 则为主格,直接与谓语动词 ἀναγκάζωμεν 的主语(“我们”)一致。
