← 普鲁塔克

老人是否应参政

§15-16

从政资格取决于能力而非年龄与践行之必要

作者指出决定从政资格的并非年龄,而是身心健康与才能,并列举了历史上老当益壮的领袖与将领。他强调无论是治理还是学术技艺,唯有通过不断践行方能保持,若因懒惰而退隐,灵魂的美德便会衰竭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15

οἱ δὲ τὰς ἀρρωστίας προβαλλόμενοι καὶ τὰς ἀδυναμίας νόσου καὶ πηρώσεως μᾶλλον ἢ γήρως κατηγοροῦσι1 καὶ γὰρ νέοι πολλοὶ νοσώδεις καὶ ῥωμαλέοι γέροντες· ὥστε δεῖ μὴ τοὺς γέροντας ἀλλὰ τοὺς ἀδυνάτους ἀποτρέπειν, μηδὲ τοὺς νέους παρακαλεῖν ἀλλὰ τοὺς δυναμένους. καὶ γὰρ καὶ Ἀριδαῖος ἦν νέος γέρων δʼ Ἀντίγονος, ἀλλʼ ὁ μὲν ἅπασαν ὀλίγου δεῖν κατεκτήσατο τὴν Ἀσίαν, ὁ δʼ ὥσπερ ἐπὶ σκηνῆς δορυφόρημα κωφὸν ἦν ὄνομα βασιλέως καὶ πρόσωπον ὑπὸ τῶν ἀεὶ κρατούντων παροινούμενον. ὥσπερ οὖν ὁ Πρόδικον τὸν σοφιστὴν ἢ Φιλήταν τὸν ποιητὴν ἀξιῶν πολιτεύεσθαι, νέους μὲν ἰσχνοὺς δὲ καὶ νοσώδεις καὶ τὰ πολλὰ κλινοπετεῖς διʼ ἀρρωστίαν ὄντας, ἀβέλτερός ἐστιν· οὕτως ὁ κωλύων2 ἄρχειν καὶ στρατηγεῖν τοιούτους γέροντας, οἷος ἦν Φωκίων οἷος ἦν Μασανάσσης ὁ Λίβυς οἷος Κάτων ὁ Ῥωμαῖος, ὁ μὲν γὰρ Φωκίων, ὡρμημένων πολεμεῖν ἀκαίρως τῶν Ἀθηναίων, παρήγγειλε τοὺς ἄχρι ἑξήκοντʼ ἐτῶν ἀκολουθεῖν ὅπλα λαβόντας ὡς δʼ ἠγανάκτουν, οὐδέν ἔφη δεινόν· ἐγὼ γὰρ ἔσομαι μεθʼ ὑμῶν ὁ στρατηγὸς ὑπὲρ ὀγδοήκοντʼ ἔτη γεγονώς. Μασανάσσην δʼ ἱστορεῖ Πολύβιος ἐνενήκοντα μὲν ἐτῶν ἀποθανεῖν, τετράετες καταλιπόντα παιδάριον ἐξ αὐτοῦ γεγενημένον, ὀλίγῳ δʼ ἔμπροσθεν τῆς τελευτῆς μάχῃ νικήσαντα μεγάλῃ Καρχηδονίους ὀφθῆναι τῇ ὑστεραίᾳ πρὸ τῆς σκηνῆς ῥυπαρὸν ἄρτον ἐσθίοντα, καὶ πρὸς τοὺς θαυμάζοντας εἰπεῖν, ὅτι τοῦτο ποιεῖ "λάμπει γὰρ ἐν χρείαισιν ὥσπερ εὐπρεπὴς χαλκός· χρόνῳ δʼ ἀργῆσαν ἤμυσε στέγος,ʼ" ὥς φησι Σοφοκλῆς· ὡς δʼ ἡμεῖς φαμεν, ἐκεῖνο τῆς ψυχῆς τὸ γάνωμα καὶ τὸ φέγγος, ᾧ λογιζόμεθα καὶ μνημονεύομεν καὶ φρονοῦμεν.3

那些以衰弱与无力作为借口的人,所谴责的实则是疾病与伤残,而非衰老本身;因为许多年轻人多病,而许多老人健壮。因此,应当劝阻的不是老人,而是无能为力之人;应当召引的也不是年轻人,而是有能力之人。事实上,阿里达乌斯虽年轻,安提柯虽年老,但后者几乎征服了整个亚洲,前者却宛如舞台上的哑角侍从,空有国王的名义与面具,任由当时的当权者侮弄。因此,正如有人若要求智者普罗狄库斯或诗人菲莱塔斯去从事政治便是愚蠢的——他们虽然年轻,却孱弱多病,且因体弱而大半时间卧病在床——同样,阻止福基翁、利比亚的马萨纳萨以及罗马的加图这样的老人执政与统军之人,也是愚蠢的。福基翁在雅典人急于不合时宜地发动战争时,下令凡六十岁以下者皆带上武器随从出征;当他们愤愤不平之际,他说道:“并无可怕之事;因为我作为你们的将领,已逾八十岁,却将与你们同在。” 波利比乌斯记载,马萨纳萨活到九十岁而卒,留下了自己所生的四岁幼子;而在去世前不久,他在一场大战中击败迦太基人后,次日被人看见在帐幕前啃食粗糙的干粮,并对那些诧异的人说,他这样做乃是因为,正如索福克勒斯所言: “因使用而如美观的青铜般闪耀, 久遭弃置的屋宇则随岁月而倾塌”;或者如我们所言,正是为了保持灵魂的那种光泽与明辉,借助它我们方能推理、记忆并保持明智。

§16

διὸ καὶ τοὺς βασιλεῖς φασι γίγνεσθαι βελτίονας ἐν τοῖς πολέμοις καὶ ταῖς στρατείαις ἢ σχολὴν ἄγοντας. Ἄτταλον γοῦν τὸν Εὐμένους ἀδελφόν, ὑπʼ ἀργίας μακρᾶς καὶ εἰρήνης ἐκλυθέντα κομιδῇ, Φιλοποίμην εἷς τῶν ἑταίρων ἐποίμαινεν ἀτεχνῶς πιαινόμενον· ὥστε καὶ τοὺς Ῥωμαίους παίζοντας ἑκάστοτε διαπυνθάνεσθαι παρὰ τῶν ἐξ Ἀσίας πλεόντων, εἰ δύναται παρὰ τῷ Φιλοποίμενι βασιλεύς Λευκόλλου δὲ Ῥωμαίων οὐ πολλοὺς ἄν τις εὕροι δεινοτέρους στρατηγούς, ὅτε τῷ πράττειν τὸ φρονεῖν συνεῖχεν· ἐπεὶ δὲ μεθῆκεν ἑαυτὸν εἰς βίον ἄπρακτον καὶ δίαιταν οἰκουρὸν καὶ ἄφροντιν, ὥσπερ οἱ σπόγγοι ταῖς γαλήναις ἐννεκρωθεὶς καὶ καταμαρανθείς, εἶτα Καλλισθένει τινὶ τῶν ἀπελευθέρων βόσκειν καὶ τιθασεύειν παρέχων τὸ γῆρας, ἐδόκει καταφαρμακεύεσθαι φίλτροις ὑπʼ αὐτοῦ καὶ γοητεύμασιν, ἄχρι οὗ Μάρκος ὁ ἀδελφὸς ἀπελάσας τὸν ἄνθρωπον αὐτὸς ᾠκονόμει καὶ ἐπαιδαγώγει τὸν λοιπὸν αὐτοῦ βίον, οὐ πολὺν γενόμενον. ἀλλὰ Δαρεῖος ὁ Ξέρξου πατὴρ ἔλεγεν αὐτὸς αὑτοῦ παρὰ τὰ δεινὰ γίγνεσθαι φρονιμώτερος, ὁ δὲ Σκύθης Ἀτέας μηδὲν οἴεσθαι τῶν ἱπποκόμων διαφέρειν ἑαυτόν, ὅτε σχολάζοι Διονύσιος δʼ ὁ πρεσβύτερος πρὸς τὸν πυθόμενον εἰ σχολάζοι μηδέποτʼ εἶπεν ἐμοὶ τοῦτο συμβαίη τόξον μὲν γάρ, ὥς φασιν, ἐπιτεινόμενον ῥήγνυται, ψυχὴ δʼ ἀνιεμένη. καὶ γὰρ ἁρμονικοὶ τὸ κατακούειν ἡρμοσμένου καὶ γεωμέτραι τὸ ἀναλύειν καὶ ἀριθμητικοὶ τὴν ἐν τῷ λογίζεσθαι συνέχειαν ἐκλιπόντες ἅμα ταῖς ἐνεργείαις ἀμαυροῦσι ταῖς ἡλικίαις τὰς ἕξεις, καίπερ οὐ πρακτικὰς ἀλλὰ θεωρητικὰς τέχνας ἔχοντες· ἡ δὲ τῶν πολιτικῶν ἕξις, εὐβουλία καὶ φρόνησις καὶ δικαιοσύνη, πρὸς δὲ τούτοις ἐμπειρία στοχαστικὴ καιρῶν καὶ λόγων, πειθοῦς δημιουργὸς δύναμις οὖσα, τῷ λέγειν ἀεί τι καὶ πράττειν καὶ λογίζεσθαι καὶ δικάζειν συνέχεται καὶ δεινόν, εἰ τούτων ἀποδρᾶσα περιόψεται τηλικαύτας ἀρετὰς καὶ τοσαύτας ἐκρυείσας τῆς ψυχῆς4 καὶ γὰρ τὸ φιλάνθρωπον εἰκός ἐστιν ἀπομαραίνεσθαι καὶ τὸ κοινωνικὸν καὶ τὸ εὐχάριστον, ὧν οὐδεμίαν εἶναι δεῖ τελευτὴν οὐδὲ πέρας.

因此人们说,君王在战事与征伐之中,也比在赋闲消磨之时更为出色。无论如何,欧墨尼斯之弟阿塔卢斯因长期的怠惰与和平而彻底松懈涣散,简直犹如被其同僚之一的菲洛波伊门当作待育肥之兽般随意驱策放牧;以至于罗马人也常常玩笑似地向从亚洲航海归来的人打听,国王在菲洛波伊门身旁是否还有半分权力。至于卢库鲁斯,在罗马人当中,当他将深思熟虑与实干相结合时,人们找不到多少比他更为干练的将领;然而,当他将自己放纵于无所作为的生活以及居家闲散、漫不经心的调养之中,如同静水中的海绵一般僵死枯萎,随后将暮年托付给其释奴之一卡利斯提尼来饲育与驯顺时,他似乎中了此人的媚药与巫术,直到其弟马尔库斯驱逐了那人,亲自照料并管引他剩余的、为时不久的余生。然而薛西斯之父大流士曾说,自己在面对危难时会变得比平时更加明智;斯基泰人阿特阿斯则认为,自己每逢赋闲便与马夫毫无二致;而老狄奥尼修斯在有人问及他是否有空闲时,答道:“愿我永不遭遇此事!” 因为正如人们所言:“弓因拉得过紧而折断,灵魂则因松弛而毁坏。”确实,乐师若荒废了对协调之音的聆听,几何学家若荒废了析解,算术家若放弃了运算的持续性,即便他们所拥有的是思辨性而非实践性的技艺,他们的技能也会随着年龄在停止运作时日益暗淡。而政治家的素养——深谋远虑、明智与公义,再加上审度时机与言辞的经验,作为一种产生说服力的能力——唯有通过不断地言说、行动、思虑与审断方得以维系。若是逃避这些,听任如此崇高且繁多的美德自灵魂中流逝,那将是可怕的;因为仁爱、利群与惠下之德势必也会枯萎凋零,而对于这些美德,本不应当有任何终结或界限。

语法注4 条
  1. 15οἱ δὲ τὰς ἀρρωστίας προβαλλόμενοι καὶ τὰς ἀδυναμίας νόσου καὶ πηρώσεως μᾶλλον ἢ γήρως κατηγοροῦσι

    分词 προβαλλόμενοι 意为“提出(作为借口)”。动词 κατηγοροῦσι 支配属格 νόσου καὶ πηρώσεως,意为“指控、谴责”。其逻辑在于:凡是以体弱无力为借口的人,他们所责难的实质上是疾病与残缺,而非衰老本身。

  2. 791eὥσπερ οὖν ὁ Πρόδικον... οὕτως ὁ κωλύων

    句式结构原为 ὥσπερ οὖν ὁ [ἀξιῶν] ... ἀβέλτερός ἐστιν· οὕτως ὁ κωλύων ...,但在后半句中未明确写出谓语(如 ἀβέλτερός ἐστι),而是直接转入 ὁ μὲν γὰρ Φωκίων 引导的事例详述,构成了破格句(anacoluthon)。理解时需将前半句的谓语补入后半句的 ὁ κωλύων 之后。

  3. 792aἐκεῖνο τῆς ψυχῆς τὸ γάνωμα καὶ τὸ φέγγος, ᾧ λογιζόμεθα καὶ μνημονεύομεν καὶ φρονοῦμεν

    该句呼应马萨纳萨所引用的诗句(青铜因使用而光华显现),作为普鲁塔克本人的诠释插入其中。ἐκεῖνο ... τὸ γάνωμα 代表一种精神上的比喻,在语境中充当承接前文未言明之动词(如保存、维持 [φυλάττειν])的宾语,即“为了保持灵魂的那种光泽与明辉”。

  4. 792dδεινόν, εἰ τούτων ἀποδρᾶσα περιόψεται τηλικαύτας ἀρετὰς καὶ τοσαύτας ἐκρυείσας τῆς ψυχῆς

    δεινόν [ἐστιν] εἰ ... 为表达感叹或愤慨的惯用句式(“若……则是可怕的/不合理的”)。其主语为前文的 ἡ τῶν πολιτικῶν ἕξις,阴性分词 ἀποδρᾶσα(逃避)与其性数一致。动词 περιόψεται(容忍、坐视)支配分词补足语 ἐκρυείσας(流失),用以修饰宾语 τηλικαύτας ἀρετάς。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg117.humanitext-grc2:15-16