← 普鲁塔克

老人是否应参政

§12-14

培育后进与作为终生事业的参政之道

作者指出若老人退出政坛,将导致缺乏阅历的青年专权;老人的从政不仅对训育后进、调和青年的狂热至关重要,而且政治并非可告终结的劳役,而是人终其一生的立身之道。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12

ἡ μὲν γὰρ Αἰσώπειος ἀλώπηξ τὸν ἐχῖνον οὐκ εἴα τοὺς κρότωνας αὐτῆς ἀφαιρεῖν βουλόμενον· ἂν γὰρ τούτους ἔφη μεστοὺς ἀπαλλάξῃς, ἕτεροι προσίασι πεινῶντες· τὴν δὲ πολιτείαν ἀεὶ τοὺς γέροντας ἀποβάλλουσαν ἀναπίμπλασθαι νέων ἀνάγκη διψώντων δόξης καὶ δυνάμεως, νοῦν δὲ πολιτικὸν οὐκ ἐχόντων· πόθεν γὰρ, εἰ μηδενὸς ἔσονται μαθηταὶ μηδὲ θεαταὶ πολιτευομένου γέροντος; ἢ πλοίων μὲν ἄρχοντας οὐ ποιεῖ γράμματα κυβερνητικά, μὴ πολλάκις γενομένους1 ἐν πρύμνῃ θεατὰς τῶν πρὸς κῦμα καὶ πνεῦμα καὶ νύκτα χειμέριον ἀγώνων, "ὅτε Τυνδαριδᾶν ἀδελφῶν ἅλιον ναύταν πόθος βάλλει;" πόλιν δὲ μεταχειρίσασθαι καὶ πεῖσαι δῆμον ἢ βουλὴν δύναιτʼ ἂν ὀρθῶς νέος ἀναγνοὺς βίβλον ἢ σχολὴν περὶ πολιτείας ἐν Λυκείῳ γραψάμενος, ἂν μὴ παρʼ ἡνίαν καὶ παρʼ οἴακα πολλάκις στάς, δημαγωγῶν καὶ στρατηγῶν ἀγωνιζομένων ἐμπειρίαις ἅμα καὶ τύχαις συναποκλίνων ἐπʼ ἀμφότερα, μετὰ κινδύνων καὶ πραγμάτων λάβῃ τὴν μάθησιν; οὐκ ἔστιν εἰπεῖν· ἀλλʼ εἰ διὰ μηδὲν ἄλλο τῷ γέροντι παιδείας ἕνεκα τῶν νέων καὶ διδασκαλίας πολιτευτέον ἐστίν. ὡς γὰρ οἱ γράμματα καὶ μουσικὴν διδάσκοντες, αὐτοὶ προανακρούονται καὶ προαναγινώσκουσιν ὑφηγούμενοι τοῖς μανθάνουσιν, οὕτως ὁ πολιτικὸς οὐ λέγων μόνον οὐδʼ ὑπαγορεύων ἔξωθεν ἀλλὰ πράττων τὰ κοινὰ καὶ διοικῶν ἐπευθύνει τὸν νέον, ἔργοις ἅμα καὶ λόγοις πλαττόμενον ἐμψύχως καὶ κατασχηματιζόμενον. ὁ γὰρ τοῦτον ἀσκηθεὶς τὸν τρόπον οὐκ ἐν παλαίστραις καὶ κηρώμασιν ἀκινδύνοις εὐρύθμων σοφιστῶν, ἀλλʼ ὡς ἀληθῶς ἐν Ὀλυμπιακοῖς καὶ Πυθικοῖς ἀγῶσιν "ἄθηλος ἵππῳ πῶλος ὣς ἅμα τρέχει" κατὰ Σιμωνίδην, ὡς Ἀριστείδης Κλεισθένει καὶ Κίμων Ἀριστείδῃ καὶ Φωκίων Χαβρίᾳ καὶ Κάτων Μαξίμῳ Φαβίῳ καὶ Σύλλᾳ Πομπήιος καὶ Φιλοποίμενι Πολύβιος· νέοι γὰρ ὄντες πρεσβυτέροις ἐπιβάλλοντες, εἶθʼ οἷον παραβλαστάνοντες καὶ συνεξανιστάμενοι ταῖς ἐκείνων πολιτείαις καὶ πράξεσιν, ἐμπειρίαν καὶ συνήθειαν ἐκτῶντο πρὸς τὰ κοινὰ μετὰ δόξης καὶ δυνάμεως.

事实上,伊索寓言中的母狐并不准许想替它清除扁虱的刺猬这样做,说道:“因为你若赶走这些已经饱食的,另外饥饿的又会聚拢来。” 城邦若总是弃绝老人,也必然会充斥着渴求声誉与权力、却缺乏政治智慧的年轻人。因为他们若不作任何从政老人的门生与见证者,又从何处获得智慧呢?难道一本航海手册便能造就船长,哪怕他们未曾多次在船尾目睹对抗波浪、狂风与寒夜的搏斗—— “当对廷达瑞奥斯双子兄弟的渴念袭上航海的水手之际”? 年轻人若未曾多次立于缰绳与船舵之旁,在煽惑家与将领们相争之际,伴随着他们的经验与际遇在两端之间共同倾侧,并在危险与实务之中领受教导,难道仅仅凭借读完一卷书册,或在吕刻昂记录下关于政制的讲义,便能妥善掌理城邦、说服民众或议事会吗?绝不能这样说。相反,即便不为别的缘故,老人单为了青年的训育与施教,亦当从事政治。正如教授文法与音乐的人,自己先弹奏前奏、先行诵读以引导学子,政治家亦非仅在外部发号施令或出言指示,而是通过躬行与治理公共事务来指引年轻人,使他们在言行并进之中充满生机地受其塑造与雕琢。因为凡以这种方式受训之人,并非身处于音律优美的智者们毫无危险的角力场与蜡席之上,而是真正置身于奥林匹亚与皮托的竞技之中,“如断奶的马驹伴随着骏马一同奔跑”,正如西摩尼得斯所言;这便如阿里斯泰得之于克利斯提尼,客蒙之于阿里斯泰得,福基翁之于卡布里阿斯,加图之于法比乌斯·马克西穆斯,庞培之于苏拉,波利比乌斯之于菲洛波伊门。他们年轻时依附于年长者,随后仿佛在旁萌发,并随着那些长者的政事与作为一同崛起,从而在声誉与权势之中获得了投身公共事务的经验与谙练。

§13

ὁ μὲν οὖν Ἀκαδημαϊκὸς Αἰσχίνης, σοφιστῶν τινων λεγόντων ὅτι προσποιεῖται γεγονέναι Καρνεάδου μὴ γεγονὼς μαθητής, ἀλλὰ τότε γʼ εἶπεν ἐγὼ Καρνεάδου διήκουον, ὅτε τὴν ῥαχίαν καὶ τὸν ψόφον ἀφεικὼς ὁ λόγος αὐτοῦ διὰ τὸ γῆρας εἰς τὸ χρήσιμον συνῆκτο καὶ κοινωνικόν τῆς δὲ πρεσβυτικῆς πολιτείας οὐ τῷ λόγῳ μόνον ἀλλὰ καὶ ταῖς πράξεσιν ἀπηλλαγμένης2 πανηγυρισμοῦ καὶ δοξοκοπίας, ὥσπερ τὴν ἶριν λέγουσιν ὅταν παλαιὰ γενομένη τὸ βρομῶδες ἀποπνεύσῃ καὶ θολερὸν εὐωδέστερον τὸ ἀρωματικὸν ἴσχειν, οὕτως οὐδέν ἐστι δόγμα γεροντικὸν οὐδὲ βούλευμα τεταραγμένον ἀλλʼ ἐμβριθῆ πάντα καὶ καθεστῶτα. διὸ καὶ τῶν νέων ἕνεκα δεῖ, καθάπερ εἴρηται, πολιτεύεσθαι τὸν πρεσβύτην, ἵνα, ὃν τρόπον φησὶ Πλάτων ἐπὶ τοῦ μιγνυμένου πρὸς ὕδωρ ἀκράτου, μαινόμενον θεὸν ἑτέρῳ θεῷ νήφοντι σωφρονίζεσθαι κολαζόμενον, οὕτως εὐλάβεια γεροντικὴ κεραννυμένη πρὸς ζέουσαν ἐν δήμῳ νεότητα, βακχεύουσαν ὑπὸ δόξης καὶ φιλοτιμίας, ἀφαιρῇ τὸ μανικὸν καὶ λίαν ἄκρατον.

学园派的埃斯基涅斯,在某些智者声称他假冒为卡尔内阿德斯的门生而实非其弟子时,便说道:“正是在那时我聆听了卡尔内阿德斯的教诲,那时他的言辞因暮年而褪去了喧嚣与浮夸,收敛于切实与利群。” 老人的从政之道不仅在言辞上、而且在行动中亦摆脱了虚饰与浮名,正如人们所说鸢尾草根变老时便会驱散腥浊之气,使其芳香更为醇美,因此老人的决议与谋划绝无紊乱之处,而一切皆沉稳凝定。所以,如前所述,老人为了青年的缘故亦应当从事政治,以便如同柏拉图在谈及未经稀释的烈酒与水调和时所说,狂暴之神受另一位清醒之神的规诫而恢复节制,老人的审慎与民众中沸腾、因声名与野心而癫狂的青年相调和,从而消解其狂乱与过度的烈性。

§14

ἄνευ δὲ τούτων ἁμαρτάνουσιν οἱ οἷον τὸ πλεῦσαι καὶ τὸ στρατεύσασθαι, τοιοῦτον ἡγούμενοι καὶ τὸ πολιτεύσασθαι πρὸς ἄλλο τι πραττόμενον, εἶτα καταλῆγον ἐν τῷ τυχεῖν ἐκείνου· λειτουργία γὰρ οὐκ ἔστιν ἡ πολιτεία τὴν χρείαν ἔχουσα πέρας, ἀλλὰ βίος ἡμέρου καὶ πολιτικοῦ καὶ κοινωνικοῦ ζῴου καὶ πεφυκότος ὅσον χρὴ χρόνον πολιτικῶς καὶ φιλοκάλως καὶ φιλανθρώπως ζῆν. διὸ πολιτεύεσθαι καθῆκόν ἐστιν οὐ πεπολιτεῦσθαι,3 καθάπερ ἀληθεύειν οὐκ ἀληθεῦσαι καὶ δικαιοπραγεῖν οὐ δικαιοπραγῆσαι καὶ φιλεῖν οὐ φιλῆσαι τὴν πατρίδα καὶ τοὺς πολίτας. ἐπὶ ταῦτα γὰρ ἡ φύσις ἄγει, καὶ ταύτας ὑπαγορεύει τὰς φωνὰς τοῖς μὴ διεφθορόσι τελείως ὑπʼ ἀργίας καὶ μαλακίας· καὶ "πολλοῦ σε θνητοῖς ἄξιον τίκτει πατήρ" "μή τι παυσώμεσθα δρῶντες εὖ βροτούς"

除这些以外,那些以为从政如同航海与从军一般、是为了某种别的事物而进行、并在达成那一目标后便告终结的人,乃是错误的。因为政治并非以功利需求为终点的差役,而是温顺、政治性且利群的动物之生命,这种动物生来就要在应当〔存活〕的全部时间里过一种符合城邦、崇尚美好且兼爱人类的生活。因此,持续从政乃是本分,而非曾经从政便算完事;正如持续道出真理而非一度说出真理,持续行公义而非一度行公义,持续热爱祖国与同胞而非一度爱过他们一样。因为自然引导人走向这些,并向那些未曾完全被懒惰与软弱所败坏的人昭示这些言语: “你父亲生下你,使你对凡人极具价值”,以及: “愿我们绝不停止造福凡人。”

语法注3 条
  1. 790dμὴ πολλάκις γενομένους

    修饰前文 πλοίων μὲν ἄρχοντας 的分词短语。否定词 μή 赋予该分词以假设与条件意味(“若未曾多次……”),表明缺乏实地经验之人仅凭书本知识绝无法成为真正船长的条件性含义。

  2. 791bτῆς δὲ πρεσβυτικῆς πολιτείας ... ἀπηλλαγμένης

    置于句首的属格绝对结构。它在语法上并不与主句(οὕτως οὐδέν ἐστι δόγμα γεροντικὸν...)的主语一致,而是在插入的比喻(ὥσπερ τὴν ἶριν λέγουσιν...)之前,先行确立了老人政治整体上摆脱了虚饰与野心这一前提背景。

  3. 791cπολιτεύεσθαι καθῆκόν ἐστιν οὐ πεπολιτεῦσθαι

    现在时不定式(πολιτεύεσθαι)与完成时不定式(πεπολιτεῦσθαι)的对比。与后文现在时与不定过去时不定式的对照(如 ἀληθεύειν / ἀληθεῦσαι)平行,通过体(aspect)的对立鲜明表达了作者的核心论点:从政并非完成某项事务后即可抽身而退的有限任务,而是一种贯穿一生的持续生存方式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg117.humanitext-grc2:12-14