- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg113.humanitext-grc2:9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
奥托布洛斯的父亲指出,回避伴随美德与门第而来的妻子之财富是愚蠢的,丈夫当凭自制与品格维持对等与尊严。他进而证明伊斯梅诺多拉的年龄适于婚姻与生育,并引赫拉克勒斯与墨伽拉的先例反驳反对者的论调。
ΑΥΤΟΒΟΥΛΟΣ. παυσαμένου δὲ τοῦ Πρωτογένους, ὁρᾷς εἶπεν ὁ πατήρ ὦ Ἀνθεμίων, ὅτι πάλιν κοινὴν ποιοῦσι τὴν ὑπόθεσιν καὶ τὸν λόγον ἀναγκαῖον ἡμῖν τοῖς οὐκ ἀρνουμένοις οὐδὲ φεύγουσι τοῦ περὶ γάμον ἔρωτος εἶναι χορευταῖς;1 καὶ ναὶ μὰ Δίʼ εἶπεν ὁ Ἀνθεμίων· ἄμυνʼ οὖν διὰ πλειόνων νῦν αὐτὸς ἐρῶν· ἔτι δὲ τῷ πλούτῳ βοήθησον, ᾧ μάλιστα δεδίττεται Πεισίας ἡμᾶς. τί δʼ εἶπεν ὁ πατὴρ οὐκ ἂν ἔγκλημα γένοιτο γυναικός, εἰ διʼ ἔρωτα καὶ πλοῦτον ἀπορρίψομεν Ἰσμηνοδώραν; βαρεῖα γὰρ καὶ πλουσία· τί δʼ εἰ καλὴ καὶ νέα;2 τί δʼ εἰ γένει σοβαρὰ καὶ ἔνδοξος; αἱ δὲ σώφρονες οὐδὲ αὐστηρὸν καὶ κατεγνυπωμένον ἐπαχθὲς καὶ δυσκαρτέρητον ἔχουσι, καὶ ποινὰς καλοῦσιν αὐτὰς καὶ τοῖς ἀνδράσιν ὀργιζομένας, ὅτι σωφρονοῦσιν; ἆρʼ οὖν κράτιστον ἐξ ἀγορᾶς γαμεῖν Ἀβρότονόν τινα Θρῇσσαν ἢ Βακχίδα Μιλησίαν ἀνέγγυον ἐπαγομένην διʼ ὠνῆς καὶ καταχυσμάτων; ἀλλὰ καὶ ταύταις ἴσμεν οὐκ ὀλίγους αἴσχιστα δουλεύσαντας. αὐλητρίδες δὲ Σάμιαι καὶ ὀρχηστρίδες, Ἀριστονίκα καὶ τύμπανον ἔχουσʼ Οἰνάνθη καὶ Ἀγαθόκλεια διαδήμασι βασιλέων ἐπέβησαν. ἡ δὲ Σύρα Σεμίραμις οἰκότριβος μὲν ἦν βασιλικοῦ θεράπαινα παλλακευομένη· Νίνου δὲ τοῦ μεγάλου βασιλέως ἐντυχόντος αὐτῇ καὶ στέρξαντος οὕτως ἐκράτησε καὶ κατεφρόνησεν, ὥστʼ ἀξιῶσαι καὶ μίαν ἡμέραν αὐτὴν περιιδεῖν ἐν τῷ θρόνῳ καθεζομένην ἔχουσαν τὸ διάδημα καὶ χρηματίζουσαν. δόντος δʼ ἐκείνου καὶ κελεύσαντος πάντας ὑπηρετεῖν ὥσπερ αὐτῷ καὶ πείθεσθαι, μετρίως ἐχρῆτο τοῖς πρώτοις ἐπιτάγμασι, πειρωμένη τῶν δορυφόρων· ἐπεὶ δʼ ἑώρα μηδὲν ἀντιλέγοντας μηδʼ ὀκνοῦντας, ἐκέλευσε συλλαβεῖν τὸν Νίνον εἶτα δῆσαι, τέλος δʼ ἀποκτεῖναι· πραχθέντων δὲ πάντων, ἐβασίλευσε τῆς Ἀσίας ἐπιφανῶς πολὺν χρόνον. ἡ δὲ Βελεστίχη, πρὸς Διός, οὐ βάρβαρον ἐξ ἀγορᾶς γύναιον, ἧς ἱερὰ καὶ ναοὺς Ἀλεξανδρεῖς ἔχουσιν, ἐπιγράψαντος διʼ ἔρωτα τοῦ βασιλέως Ἀφροδίτης Βελεστίχης; ἡ δὲ σύνναος μὲν ἐνταυθοῖ καὶ συνίερος τοῦ Ἔρωτος,3 ἐν δὲ Δελφοῖς κατάχρυσος ἑστῶσα μετὰ τῶν βασιλέων καὶ βασιλειῶν, ποίᾳ προικὶ τῶν ἐραστῶν ἐκράτησεν; ἀλλʼ ὥσπερ ἐκεῖνοι διʼ ἀσθένειαν ἑαυτῶν καὶ μαλακίαν ἔλαθον ἑαυτοὺς γενόμενοι λεία γυναικῶν, οὕτω πάλιν ἄδοξοι καὶ πένητες ἕτεροι πλουσίαις γυναιξὶ καὶ λαμπραῖς συνελθόντες οὐ διεφθάρησαν οὐδʼ ὑφῆκάν τι τοῦ φρονήματος, ἀλλὰ τιμώμενοι καὶ κρατοῦντες μετʼ εὐνοίας συγκατεβίωσαν. ὁ δὲ συστέλλων τὴν γυναῖκα καὶ συνάγων εἰς μικρόν, ὥσπερ δακτύλιον δακτύλων ἰσχνὸς ὢν μὴ περιρρυῇ δεδιώς, ὅμοιός ἐστι τοῖς ἀποκείρουσι τὰς ἵππους εἶτα πρὸς ποταμὸν ἢ λίμνην ἄγουσι· καθορῶσαν γὰρ ἑκάστην τὴν εἰκόνα τῆς ὄψεως ἀκαλλῆ καὶ ἄμορφον, ἀφιέναι τὰ φρυάγματα λέγεται καὶ προσδέχεσθαι τὰς τῶν ὄνων ἐπιβάσεις. πλοῦτον δὲ γυναικὸς αἱρεῖσθαι μὲν πρὸ ἀρετῆς ἢ γένους ἀφιλότιμον κἀνελεύθερον, ἀρετῇ δὲ καὶ γένει προσόντα φεύγειν ἀβέλτερον. ὁ μὲν γὰρ Ἀντίγονος ὠχυρωμένῳ τὴν Μουνιχίαν τῷ φρουροῦντι γράφων ἐκέλευε ποιεῖν μὴ μόνον τὸν κλοιὸν ἰσχυρὸν ἀλλὰ καὶ τὸν κύνα λεπτόν, ὅπως ὑφαιρῇ τὰς εὐπορίας τῶν Ἀθηναίων ἀνδρὶ δὲ πλουσίας ἢ καλῆς οὐ προσήκει μηδὲ τὴν γυναῖκα ποιεῖν ἄμορφον ἢ πενιχράν, ἀλλʼ ἑαυτὸν ἐγκρατείᾳ καὶ φρονήσει καὶ τῷ μηδὲν ἐκπεπλῆχθαι τῶν περὶ ἐκείνην4 ἴσον παρέχειν καὶ ἀδούλωτον, ὥσπερ ἐπὶ ζυγοῦ ῥοπὴν τῷ ἤθει προστιθέντα καὶ βάρος, ὑφʼ οὗ κρατεῖται καὶ ἄγεται δικαίως ἅμα καὶ συμφερόντως. καὶ μὴν ἡλικία γε πρὸς γάμον καὶ ὥρα τὸ τίκτειν ἔχουσα καὶ τὸ γεννᾶν εὐάρμοστός ἐστιν· ἀκμάζειν δὲ τὴν γυναῖκα πυνθάνομαι, καὶ ἅμα τῷ Πεισίᾳ προσμειδιάσας οὐδενὸς γάρ ἔφη τῶν ἀντεραστῶν πρεσβυτέρα οὐδʼ ἔχει πολιάς, ὥσπερ ἔνιοι τῶν Βάκχωνι προσαναχρωννυμένων. εἰ δʼ οὗτοι καθʼ ὥραν ὁμιλοῦσι, τί κωλύει κἀκείνην ἐπιμεληθῆναι τοῦ νεανίσκου βέλτιον ἡστινοσοῦν νέας; δύσμικτα γὰρ τὰ νέα καὶ δυσκέραστα καὶ μόλις ἐν χρόνῳ πολλῷ τὸ φρύαγμα καὶ τὴν ὕβριν ἀφίησιν, ἐν ἀρχῇ δὲ κυμαίνει καὶ ζυγομαχεῖ καὶ μᾶλλον ἂν Ἔρως ἐγγένηται, καὶ καθάπερ πνεῦμα κυβερνήτου μὴ παρόντος, ἐτάραξε καὶ συνέχεε τὸν γάμον οὔτʼ ἄρχειν δυναμένων οὔτʼ ἄρχεσθαι βουλομένων. εἰ δʼ ἄρχει βρέφους μὲν ἡ τίτθη καὶ παιδὸς ὁ διδάσκαλος ἐφήβου δὲ γυμνασίαρχος ἐραστὴς δὲ μειρακίου γενομένου δʼ ἐν ἡλικίᾳ νόμος καὶ στρατηγὸς οὐδεὶς δʼ ἄναρκτος οὐδʼ αὐτοτελής, τί δεινὸν εἰ γυνὴ νοῦν ἔχουσα πρεσβυτέρα κυβερνήσει νέου βίον ἀνδρός, ὠφέλιμος μὲν οὖσα τῷ φρονεῖν μᾶλλον ἡδεῖα δὲ τῷ φιλεῖν καὶ προσηνής; τὸ δʼ ὅλον ἔφη καὶ τὸν Ἡρακλέα Βοιωτοὺς ὄντας ἔδει σέβεσθαι καὶ μὴ δυσχεραίνειν τῷ παρʼ ἡλικίαν τοῦ γάμου, γιγνώσκοντας ὅτι κἀκεῖνος τὴν ἑαυτοῦ γυναῖκα Μεγάραν Ἰολάῳ συνῴκισεν ἑκκαιδεκαέτει τότʼ ὄντι τρία καὶ τριάκοντʼ ἔτη γεγενημένην.
奥托布洛斯:普罗托格涅斯话音刚落,父亲便说道: “安特米翁啊,难道你看不出,他们又把这个问题变成了共同的论题,并使我们这些既不否认也不逃避作为司婚姻的爱神之歌队成员(信奉者)的人,不得不开口陈词了吗?” “凭宙斯起誓,确实如此,”安特米翁说,“那么现在就请你自己作为一位有情之人,用更长篇的言辞来捍卫;此外,请就佩西亚斯用来恐吓我们的财富问题加以援手。” “那么,”父亲说,“如果我们因爱情与财富而舍弃伊斯梅诺多拉,还有什么不会成为妇人的罪名呢?诚然她地位显赫且富有;但若她既美丽又年轻呢?若她门第高贵、声名显赫呢?难道端庄克制的妇人就没有那种严苛、阴沉且令人难以忍受的沉重感,以至于人们称她们为复仇女神,并抱怨她们正因贞洁而对丈夫发怒吗?难道从市场上娶一个色雷斯的阿布罗托农,或是娶一个用金钱买下、撒着洗尘蜜果入室且毫无保证的米利都巴克基斯,才是最好的吗?但我们知道,不少男子恰恰在这些女子面前沦为了最可耻的奴隶。萨摩斯的笛女和舞女,阿里斯托妮卡,以及手持小鼓的奥南忒和阿加托克蕾亚,都曾践踏在君王的冠冕之上。叙利亚的塞米拉米斯曾是王室家奴的婢女,被当作妾侍;但当大王尼努斯遇见她并深爱上她时,她完全征服并蔑视了他,甚至要求允许她佩戴冠冕坐在王座上处理政务,哪怕只有一天。当国王应允并命令所有人像服从他本人一样服从并侍奉她时,她为了试探近卫军,起初的政令还算克制;但当她看到兵士们毫无异议和迟疑时,她便下令将尼努斯逮捕,接着捆绑,最终将其处死。这一切执行后,她在很长时期内显赫地统治着全亚洲。凭宙斯起誓,亚历山大里亚人立有庙宇和祭坛的贝勒斯蒂克,难道不就是一个来自市井的蛮族妇人吗?因为国王出于迷恋而题刻为‘阿佛洛狄忒·贝勒斯蒂克’。还有在这里与爱神共享神庙与圣祭,在德尔斐通体镀金、与列王列后并列伫立的那位女子,又是凭借怎样的嫁妆征服了她的情郎们呢?然而,正如那些男子由于自身的软弱与怯懦,不知不觉沦为了妇人的猎物,同样地,另有一些虽无名又贫寒的男子与富有显赫的妇人结合,却未曾堕落,亦未曾丧失丝毫男子的尊严,反而受人敬重、怀着善意主掌大局而共度一生。那个压制妻子、使她变得渺小局促的男子,就像那些因手指纤瘦而害怕戒指滑落的人一样,犹如剪去母马鬃毛再引它们到河边或湖畔的人;因为据说母马一看到自己水中丑陋不堪的倒影,便会抛弃傲慢的气性,任由公驴骑跨。在美德或门第之前贪图妇人的财富是不求荣耀与卑怯的;但躲避伴随美德与门第而来的财富则是愚蠢的。安提柯写信给加固了穆尼基亚城防的守将时,曾命他不仅要让项圈牢固,还要让狗消瘦,以便削减雅典人的财力;然而对于一个拥有富有或美貌妻子的男子来说,把妻子变得丑陋或贫困是不适宜的,反而应当通过自制与明智,通过不被她身边的一切所震撼,使自己保持对等与不屈,宛如在天秤的己方加上品性这一砝码和重量,凭此既公正又有益地支配并引导妻子。再者,能生育繁衍的年龄与时节,对于婚姻而言是十分合度的。我听说那妇人正值韶华盛极之时;”他微笑着看了看佩西亚斯说道,“因为她并不比任何情敌更年长,也没有像某些常与巴克孔亲近之人那样生出白发。既然这些人是在合宜之年与他交往,那么又有何阻止她比任何年轻女子都更好地照拂这个年轻人呢?因为年轻男女难以混融且不易调和,极难在漫长岁月中放下傲气与骄狂,起初总是风浪翻滚、争夺缰绳;倘若爱神再降临其中,便如同没有舵手时的一场暴风,会扰乱并混淆婚姻,因为他们既无力支配,也不甘被支配。如果说婴儿由乳母引导,孩童由塾师引导,少年由体育官引导,青年由爱慕者引导,成年后则由法律与将军支配,没有任何人是免于被统治或全然自立的,那么一位明智的年长妇人掌舵年轻男子的生活,凭着更高的智慧带来助益,凭着深爱使人愉悦温和,这又有何可怕呢?总而言之,”他说,“我们既然身为波奥提亚人,就应当尊崇赫拉克勒斯,而不应怨尤年龄悬殊的婚姻,须知他自己当年就把自己三十三岁的妻子墨伽拉,嫁给了时年仅十六岁的伊奥劳斯。”
- 9ἀναγκαῖον ἡμῖν τοῖς οὐκ ἀρνουμένοις; οὐδὲ φεύγουσι τοῦ περὶ γάμον ἔρωτος εἶναι χορευταῖς;
与格短语 τοῖς οὐκ ἀρνουμένοις... χορευταῖς 作形容词 ἀναγκαῖον 的补足语(“对我们……而言是不可避免的”)。χορευταῖς 作为不定式 εἶναι 的表语,与逻辑主语 ἡμῖν 保持与格一致。οὐκ 与 οὐδέ 的重叠强化了他们欣然自认作为婚姻爱神信徒的态度。
- 753cτί δʼ εἰ καλὴ καὶ νέα;
省略性短语 τί δʼ εἰ(“倘若……又当如何?”)构成修辞性反问。承接前文若因财富与爱情而拒绝伊斯梅诺多拉的设问,递进式地提出有利于她的假设条件以进行反驳。
- 753eἡ δὲ σύνναος μὲν ἐνταυθοῖ καὶ συνίερος τοῦ Ἔρωτος
此处主语虽未指明专有名词,但文脉确指在忒斯庇埃与爱神同享崇拜、且在德尔斐立有镀金雕像的著名高级名妓芙里尼(Phryne)。她作为后文疑问句 ποίᾳ προικὶ τῶν ἐραστῶν ἐκράτησεν;(“凭借何等嫁妆支配了情郎们?”)的主语,在语境上是完全确定的。
- 754bτῷ μηδὲν ἐκπεπλῆχθαι τῶν περὶ ἐκείνην
带冠词的不定式与格 τῷ... ἐκπεπλῆχθαι 表示方式与手段,与前面的与格名词 ἐγκρατείᾳ(凭自制)和 φρονήσει(凭明智)并列。完成时被动不定式 ἐκπεπλῆχθαι 意为“被震慑/被倾倒”,中性复数属格 τῶν περὶ ἐκείνην(“围绕她的一切事物”,即财富与门第)作宾语代词 μηδέν 的部分属格。
