← 普鲁塔克

论爱

§6-8

贬斥异性情欲与对年长女性求爱的讽难

佩西亚斯指责对女人的情欲是低俗的,并警告与富有且年长的吕珊德拉成婚会毁灭青年。普罗托格涅斯则援引赫西俄德的适婚论,讥讽年长女子对未成熟青年展开热烈求爱在礼法与仪态上的荒谬不当。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6

ΑΥΤΟΒΟΥΛΟΣ. λεγομένων τούτων ὁ Πεισίας ἦν δῆλος ἀγανακτῶν καὶ παροξυνόμενος ἐπὶ τὸν Δαφναῖον· μικρὸν δʼ αὐτοῦ καταλιπόντος ὦ Ἡράκλεις ἔφη τῆς εὐχερείας καὶ θρασύτητος· ἀνθρώπους ὁμολογοῦντας ὥσπερ οἱ κύνες ἐκ τῶν μορίων συνηρτῆσθαι πρὸς τὸ θῆλυ μεθιστάναι1 καὶ μετοικίζειν τὸν θεὸν ἐκ γυμνασίων καὶ περιπάτων καὶ τῆς ἐν ἡλίῳ καθαρᾶς καὶ ἀναπεπταμένης διατριβῆς εἰς ματρυλεῖα καὶ κοπίδας καὶ φάρμακα καὶ μαγεύματα καθειργνύμενον ἀκολάστων γυναικῶν ἐπεὶ ταῖς· γε σώφροσιν οὔτʼ ἐρᾶν οὔτʼ ἐρᾶσθαι δήπου προσῆκόν ἐστιν. ἐνταῦθα μέντοι καὶ ὁ πατὴρ ἔφη τοῦ Πρωτογένους ἐπιλαβέσθαι καὶ εἰπεῖν "τόδʼ ἐξοπλίζει τοὔπος Ἀργεῖον λεών," καὶ νὴ Δία Δαφναίῳ συνδίκους ἡμᾶς προστίθησιν οὐ μετριάζων ὁ Πεισίας, ἀλλὰ τοῖς γάμοις ἀνέραστον ἐπάγων καὶ ἄμοιρον ἐνθέου φιλίας κοινωνίαν, ἣν τῆς ἐρωτικῆς πειθοῦς καὶ χάριτος ἀπολιπούσης μονονοὺ ζυγοῖς καὶ χαλινοῖς ὑπʼ αἰσχύνης καὶ φόβου μάλα μόλις συνεχομένην ὁρῶμεν. καὶ ὁ Πεισίας ἐμοὶ μέν εἶπεν ὀλίγον μέλει τοῦ λόγου· Δαφναῖον δʼ ὁρῶ ταὐτὸν πάσχοντα τῷ χαλκῷ· καὶ γὰρ ἐκεῖνος οὐχ οὕτως ὑπὸ τοῦ πυρός, ὡς ὑπὸ τοῦ πεπυρωμένου χαλκοῦ καὶ ῥέοντος, ἂν ἐπιχέῃ τις, ἀνατήκεται καὶ ῥεῖ συνεξυγραινόμενος καὶ τοῦτον οὐκ ἐνοχλεῖ τὸ Λυσάνδρας κάλλος, ἀλλὰ συνδιακεκαυμένῳ καὶ γέμοντι πυρὸς ἤδη πολὺν χρόνον πλησιάζων καὶ ἁπτόμενος ἀναπίμπλαται· καὶ δῆλός ἐστιν, εἰ μὴ ταχὺ φύγοι πρὸς ἡμᾶς, συντακησόμενος. ἀλλʼ ὁρῶ εἶπε γιγνόμενον ὅπερ ἂν μάλιστα σπουδάσειεν Ἀνθεμίων, προσκρούοντα τοῖς δικασταῖς καὶ ἐμαυτόν, ὥστε παύομαι καὶ ὁ Ἀνθεμίων ὤνησας εἶπεν ὡς ἔδει γʼ ἀπʼ ἀρχῆς λέγειν τι πρὸς τὴν ὑπόθεσιν.

奥托布洛斯:当这些话被说出来时,佩西亚斯显然对达夫奈俄斯愤愤不平且怒火中烧;趁着达夫奈俄斯稍作停顿,他说道: “赫拉克勒斯啊,真是何等的轻率与狂妄!那些承认自己如同犬类凭着交配器官与雌性连接在一起的人,竟然把爱神从体操场、散步道以及阳光下纯洁开朗的交游中迁徙流放出去,关进放荡女人的妓院、切肉刀、迷药与巫术之中!要知道,对于端庄克制的妇人来说,无论是爱还是被爱,按理都是极不相宜的。” 然而,此时我父亲说,他也拉住普罗托格涅斯并说道: “‘这句话武装了阿耳戈斯的人民。’ 凭宙斯起誓,佩西亚斯不知节制,把一种毫无爱意、缺乏神圣友情的结合强加于婚姻之上,反而把我们推成了达夫奈俄斯的同辩人。因为我们看到,一旦情爱的劝诱与欢恩离去,这种结合由于羞耻与恐惧,几乎全凭轭木和缰绳才极其艰难地维持着。” 佩西亚斯便说: “对我而言,我并不在乎这套言辞;但我看到达夫奈俄斯正承受着与青铜相同的遭遇。因为青铜与其说是被火熔化,不如说是在有人浇上烧透且流动的青铜时,才融化并一同液化流淌;而困扰这个人的,也并非吕珊德拉的美貌,而是他靠近并接触了一个早已被烤透且满是烈火的人,从而自己也被点燃感染了。显然,若不赶快逃回我们身边,他必将一同融化。然而我看到,”他说,“安特米翁最期望的事情正在发生——那就是我自己也与裁判官们发生了冲突,因此我住口不说了。” 安特米翁说: “你做得好;因为你本就应该从一开始就针对本案论题说些话。”

§7

ΑΥΤΟΒΟΥΛΟΣ. λέγω τοίνυν ὁ Πεισίας ἔφη προκηρύξας ἐμοῦ γʼ ἕνεκα πάσαις γυναιξὶν ἂν ἐραστήν, ὅτι τῆς γυναικὸς ὁ πλοῦτός ἐστι φυλακτέος τῷ νεανίσκῳ, μὴ συμμίξαντες αὐτὸν ὄγκῳ καὶ βάρει τοσούτῳ λάθωμεν ὥσπερ ἐν χαλκῷ κασσίτερον ἀφανίσαντες μέγα γὰρ ἂν ἐλαφρᾷ καὶ λιτῇ γυναικὶ μειρακίου συνελθόντος εἰς ταὐτὸν ἡ κρᾶσις οἴνου δίκην ἐπικρατήσῃ·2 ταύτην δʼ ὁρῶμεν ἄρχειν καὶ κρατεῖν δοκοῦσαν οὐ γὰρ ἂν ἀπορρίψασα δόξας καὶ γένη τηλικαῦτα καὶ πλούτους ἐμνᾶτο μειράκιον ἐκ χλαμύδος, ἔτι παιδαγωγεῖσθαι δεόμενον. ὅθεν οἱ νοῦν ἔχοντες αὐτοὶ προΐενται καὶ περικόπτουσιν ὥσπερ ὠκύπτερα τῶν γυναικῶν τὰ περιττὰ χρήματα, τρυφὰς ἐμποιοῦντα καὶ χαυνότητας ἀβεβαίους καὶ κενάς, ὑφʼ ὧν ἐπαιρόμεναι πολλάκις ἀποπέτονται· κἂν μένωσι, χρυσαῖς ὥσπερ ἐν Αἰθιοπίᾳ πέδαις δεδέσθαι βέλτιον ἢ πλούτῳ γυναικός.

奥托布洛斯: “那么我就直说了,”佩西亚斯说,“就我而言,我虽可向所有妇人公开宣告一位情郎,但对这年轻人来说,那女人的财富必须加以提防,免得我们把他混入如此沉重的庞然大物之中,不知不觉就像青铜中消融锡一样把他化为乌有。因为一个年轻人与一个身段轻巧、朴素纯朴的女子结合时,若是这种调和能像冲兑的葡萄酒一样占主导,便很了不起了;然而我们却看到这个女人俨然要统治和主宰一切。若非如此,她决不会抛弃那么高的声望、门第与财富,去追求一个刚脱下青年斗篷、尚需侍从管教的小伙子。因此,明智的男子都会自发地放弃并剪除妇人们多余的财产,犹如剪去羽翼一般;因为多余的财富会滋生奢侈以及飘忽空洞的傲慢,她们常因受其鼓动而飞走;即使她们留下来,戴上埃塞俄比亚那样的黄金镣铐,也强如被妇人的财富所束缚。”

§8

ΑΥΤΟΒΟΥΛΟΣ. ἐκεῖνο δʼ οὐ λέγεις ὁ Πρωτογένης εἶπεν ὅτι κινδυνεύομεν ἀναστρέφειν ἀτόπως καὶ γελοίως τὸν Ἡσίοδον, ἂν ἐκείνου λέγοντος "μήτε τριηκόντων ἐτέων μάλα πόλλʼ ἀπολείπων μήτʼ ἐπιθεὶς μάλα πολλὰ γάμος δέ τοι ὥριος οὗτος· ἡ δὲ γυνὴ τέτορʼ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο·" σχεδὸν ἡμεῖς ἔτεσι τοσούτοις γυναικὶ πρεσβυτέρᾳ, καθαπερεὶ φοίνικας ἢ σῦκ̓ ἐρινεοῖς,3 ὄμφακα καὶ ἄωρον ἄνδρα περιάψωμεν. ἐρᾶται γὰρ αὐτοῦ νὴ Δία καὶ κάεται· τίς οὖν ὁ κωλύων ἐστὶ κωμάζειν ἐπὶ θύρας, ᾄδειν τὸ παρακλαυσίθυρον, ἀναδεῖν τὰ εἰκόνια, παγκρατιάζειν πρὸς τοὺς ἀντεραστάς; ταῦτα γὰρ ἐρωτικά· καὶ καθείσθω τὰς ὀφρῦς καὶ παυσάσθω τρυφῶσα, σχῆμα λαβοῦσα τῶν τοῦ πάθους οἰκείων. εἰ δʼ αἰσχύνεται καὶ σωφρονεῖ, κοσμίως οἴκοι καθήσθω περιμένουσα τοὺς μνωμένους καὶ σπουδάζοντας. ἐρᾶν δὲ φάσκουσαν γυναῖκα φυγεῖν τις ἂν ἔχοι καὶ βδελυχθείη, μήτι γε λάβοι γάμου ποιησάμενος ἀρχὴν τὴν τοιαύτην ἀκρασίαν.

奥托布洛斯: “难道你不提这一点吗,”普罗托格涅斯说, “若是赫西俄德明明说过: ‘既不要离三十岁相差太远, 也不要超出太多;这才是合时的婚期; 女子当在青春中度过四年,第五年出嫁;’ 而我们却把一个青涩不成熟的男子,系在一个几乎年长这许多岁数的妇人身上,宛如把野无花果系在栽培无花果或枣椰树上一样,我们岂不是冒着荒谬绝伦地颠倒赫西俄德的危险吗?凭宙斯起誓,她爱他且欲火中烧;那么究竟有谁阻拦她去他门前游宴狂欢,唱那门前哀歌,给他的画像戴上花冠,与情敌们进行格斗角力呢?因为这些本是多情者的行径;她也该放下傲慢的眉毛,停止奢华,换上契合这种情念的外表。但假若她感到羞耻且要保持自律,就该规规矩矩地坐在家中,等待求婚者与殷勤者的追求。面对一个声称自己在热恋的女人,人们本该逃之夭夭、深恶痛绝,更不用说娶她为妻,把这种放纵当作婚姻的起点了。”

语法注3 条
  1. 6ὦ Ἡράκλεις ἔφη τῆς εὐχερείας καὶ θρασύτητος· ἀνθρώπους ... μεθιστάναι

    在 ὦ Ἡράκλεις 之后的 τῆς εὐχερείας καὶ θρασύτητος 是感叹属格(genitive of exclamation),紧接着的 ἀνθρώπους ... μεθιστάναι 则是表达愤慨与指责的“感叹对格不定词结构”(accusative with infinitive of exclamation),意为“那些……之人,竟然将神迁徙流放!”。

  2. 752eμέγα γὰρ ἂν ἐλαφρᾷ καὶ λιτῇ γυναικὶ μειρακίου συνελθόντος εἰς ταὐτὸν ἡ κρᾶσις οἴνου δίκην ἐπικρατήσῃ

    μέγα(省略系动词 ἐστίν)为主句(“这是很了不起的事”),ἂν(即 ἐάν)... ἐπικρατήσῃ 为搭配连接法的条件从句(“若是这种调和……占主导”),属格独立结构 μειρακίου συνελθόντος 则表示伴随情况(“当年轻人……结合时”)。副词性短语 οἴνου δίκην 取喻于葡萄酒的调兑,意指这种融合能像稀释适度的酒一样占据适宜的支配地位。

  3. 753aκαθαπερεὶ φοίνικας ἢ σῦκ̓ ἐρινεοῖς

    这里借用了古代农业上的“野无花果授粉法”(caprification),即将野无花果(ἐρινεοί)悬挂在栽培无花果或枣椰树上以促其成熟的农作实践。此处用以讽刺将青涩不熟的男子(ὄμφαξ)强加给年长妇人的倒错与不协调。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg113.humanitext-grc2:6-8