← 普鲁塔克

论爱

§10-12

伊斯梅诺多拉的强迫成婚与情爱的狂乱

伊斯梅诺多拉强行劫夺巴克孔并操办婚事的消息传来,佩西亚斯对妇人掌权之乱象怒不可遏地离去;索克拉罗斯与安特米翁则就少年的真正动机与情爱的不可抗拒展开辩论,随后佩姆普蒂德斯向众人提出探究爱神何以为神的问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10

ΑΥΤΟΒΟΥΛΟΣ. τοιούτων λόγων, ὁ πατὴρ ἔφη, παρόντων αὐτοῖς, ἐλθεῖν τῷ Πεισίᾳ ἑταῖρον ἐκ πόλεως ἵππῳ θέοντα, πρᾶγμα θαυμαστὸν ἀπαγγέλλοντα τετολμημένον. ἡ γὰρ Ἰσμηνοδώρα, ὡς ἔοικεν, αὐτὸν μὲν οὐκ ἀηδῶς ἔχειν οἰομένη τὸν Βάκχωνα πρὸς τὸν γάμον, αἰσχύνεσθαι δὲ τοὺς ἀποτρέποντας, ἔγνω μὴ προέσθαι τὸ μειράκιον. τῶν οὖν φίλων τοὺς μάλιστα τοῖς βίοις νεαροὺς καὶ συνερῶντας αὐτῇ καὶ τῶν γυναικῶν τὰς συνήθεις μεταπεμψαμένη καὶ συγκροτήσασα παρεφύλαττε τὴν ὥραν, ἣν ὁ Βάκχων ἔθος εἶχεν ἀπιὼν εἰς παλαίστρας παρὰ τὴν οἰκίαν αὐτῆς παρεξιέναι κοσμίως. ὡς οὖν τότε προσῄει μετὰ δυεῖν ἢ τριῶν ἑταίρων ἀληλιμμένος, αὐτὴ μὲν ἐπὶ τὰς θύρας ἀπήντησεν ἡ Ἰσμηνοδώρα καὶ τῆς χλαμύδος ἔθιγε μόνον, οἱ δὲ φίλοι καλὸν, καλῶς ἐν τῇ χλαμύδι καὶ τῇ διβολίᾳ συναρπάσαντες1 εἰς τὴν οἰκίαν παρήνεγκαν ἀθρόοι καὶ τὰς θύρας εὐθὺς ἀπέκλεισαν ἅμα δʼ αἱ μὲν γυναῖκες ἔνδον αὐτοῦ τὸ χλαμύδιον ἀφαρπάσασαι περιέβαλον ἱμάτιον νυμφικόν· οἰκέται δὲ περικύκλῳ δραμόντες ἀνέστεφον ἐλαίᾳ καὶ δάφνῃ τὰς θύρας οὐ μόνον τὰς τῆς Ἰσμηνοδώρας ἀλλὰ καὶ τὰς τοῦ Βάκχωνος· ἡ δʼ αὐλητρὶς αὐλοῦσα διεξῆλθε τὸν στενωπόν. τῶν δὲ Θεσπιέων καὶ τῶν ξένων οἱ μὲν ἐγέλων, οἱ δʼ ἠγανάκτουν καὶ τοὺς γυμνασιάρχους παρώξυνον ἄρχουσι γὰρ ἰσχυρῶς τῶν ἐφήβων καὶ προσέχουσι τὸν νοῦν σφόδρα τοῖς ὑπʼ αὐτῶν πραττομένοις. ἦν δὲ λόγος οὐδεὶς τῶν ἀγωνιζομένων, ἀλλʼ ἀφέντες τὸ θέατρον ἐπὶ τῶν θυρῶν τῆς Ἰσμηνοδώρας ἐν λόγοις ἦσαν καὶ φιλονεικίαις πρὸς ἀλλήλους.

奥托布洛斯:父亲说,正当他们进行这番讨论时,佩西亚斯的一位友人策马从城中飞奔而来,报告了一桩骇人听闻的大胆举动。原来,伊斯梅诺多拉似乎认为巴克孔本人并不排斥婚事,只是畏惧那些劝阻他的人,于是决意不放走这个少年。她召集并聚集了朋友中那些意气最为风发、对她的爱情抱有同情的人,以及她熟识的妇人们,守候着巴克孔通常前往练身场、规规矩矩地从她宅前走过的时刻。当时,巴克孔涂好香油,正与两三名同伴走来,伊斯梅诺多拉亲自迎到门前,仅拉住了他的斗篷;而她的朋友们配合默契、干净利落地将身穿斗篷与双层外衣的他一把抱住,合力抬进屋内,并随即关上了大门。与此同时,屋内的妇人们脱去他的短斗篷,为他披上新郎的礼服;仆役们四处奔走,不仅在伊斯梅诺多拉的门上,而且在巴克孔的门上也悬挂起橄榄枝和月桂冠;一名吹笛女吹奏着笛子穿过了小巷。泰斯庇埃市民和外邦人中,有的失笑,有的则义愤填膺,去怂恿那些体育官;因为体育官对青年拥有严格的统治权,并极其密切地关注着他们的言行。竞赛者们再也无人过问,人们离开剧场,聚集在伊斯梅诺多拉的门前,彼此展开激烈的议论与争执。

§11

ΑΥΤΟΒΟΥΛΟΣ. ὡς οὖν ὁ τοῦ Πεισίου φίλος ὥσπερ ἐν πολέμῳ προσελάσας τὸν ἵππον αὐτὸ τοῦτο τεταραγμένος εἶπεν, ὅτι Βάκχωνʼ ἥρπακεν Ἰσμηνοδώρα, τὸν μὲν Ζεύξιππον ὁ πατὴρ ἔφη γελάσαι καὶ εἰπεῖν, ὅτε δὴ καὶ φιλευριπίδην ὄντα,2 "πλούτῳ χλιδῶσα θνητὰ δʼ ὦ γύναι φρονεῖς·" τὸν δὲ Πεισίαν ἀναπηδήσαντα βοᾶν, ὦ θεοί, τί πέρας ἔσται τῆς ἀνατρεπούσης τὴν πόλιν ἡμῶν ἐλευθερίας; ἤδη γὰρ εἰς ἀνομίαν τὰ πράγματα διὰ τῆς αὐτονομίας βαδίζει· καίτοι γελοῖον ἴσως ἀγανακτεῖν περὶ νόμων καὶ δικαίων, ἡ γὰρ φύσις παρανομεῖται γυναικοκρατουμένη. τί τοιοῦτον ἡ Λῆμνος; ἴωμεν ἡμεῖς, ἴωμεν εἶπεν ὅπως καὶ τὸ γυμνάσιον ταῖς γυναιξὶ παραδῶμεν καὶ τὸ βουλευτήριον, εἰ παντάπασιν ἡ πόλις ἐκνενεύρισται. προάγοντος οὖν τοῦ Πεισίου, ὁ μὲν Πρωτογένης οὐκ ἀπελείπετο τὰ μὲν συναγανακτῶν τὰ δὲ πραΰνων ἐκεῖνον· ὁ δʼ Ἀνθεμίων νεανικὸν μέν ἔφη τὸ τόλμημα καὶ Λήμνιον ὡς ἀληθῶς, αὐτοὶ γάρ ἐσμεν, σφόδρʼ ἐρώσης γυναικός,3 καὶ ὁ Σώκλαρος ὑπομειδιῶν οἴει γὰρ ἁρπαγήν ἔφη γεγονέναι καὶ βιασμόν, οὐκ ἀπολόγημα καὶ στρατήγημα τοῦ νεανίσκου νοῦν ἔχοντος, ὅτι τὰς τῶν ἐραστῶν ἀγκάλας διαφυγὼν ἐξηυτομόληκεν εἰς χεῖρας καλῆς καὶ πλουσίας γυναικός; μὴ λέγε ταῦτʼ εἶπεν ὦ Σώκλαρε, μηδʼ ὑπονόει ἐπὶ Βάκχωνος ὁ Ἀνθεμίων· καὶ γὰρ εἰ μὴ φύσει τὸν τρόπον ἁπλοῦς ἦν καὶ ἀφελής, ἐμὲ γʼ οὐκ ἂν ἀπεκρύψατο, τῶν τʼ ἄλλων μεταδιδοὺς ἁπάντων, ἒν τε τούτοις ὁρῶν προθυμότατον ὄντα τῆς Ἰσμηνοδώρας βοηθόν· ἔρωτι δὲ μάχεσθαι χαλεπόν οὐ θυμῷ καθʼ Ἡράκλειτον· ὅ, τι γὰρ ἂν θελήσῃ, καὶ ψυχῆς ὠνεῖται καὶ χρημάτων καὶ δόξης. ἐπεί τί κοσμιώτερον Ἰσμηνοδώρας ἐν τῇ πόλει; πότε δʼ εἰσῆλθεν ἢ λόγος αἰσχρὸς ἢ πράξεως ὑπόνοια φαύλης ἔθιγε τῆς οἰκίας; ἀλλʼ ἔοικε θεία τις ὄντως εἰληφέναι τὴν ἄνθρωπον ἐπίπνοια καὶ κρείττων ἀνθρωπίνου λογισμοῦ.

奥托布洛斯:当佩西亚斯的友人如临战场般策马赶来,神色慌张地如实通报说“伊斯梅诺多拉抢走了巴克孔”时,父亲说,宙克西波斯因酷爱欧里庇得斯的诗作,便笑着用诗句说道: “妇人啊,虽享富贵,心念终归凡俗。” 而佩西亚斯则跳起身来高喊: “诸神啊,这种颠覆我们城邦的放纵何时才是个头?事物借着自治之名,如今已滑向无法无天!然而,为了法律与正义而愤慨或许是可笑的,因为在妇人的统治下,自然本身已被践踏!雷姆诺斯岛可曾有过此等事?我们走,我们走,”他说,“倘若城邦已彻底丧失了男子气概,那我们干脆把角力场和议事厅也全交给妇人算了!” 佩西亚斯于是带头离去,普罗托格涅斯也紧随其后,一面与他同仇敌忾,一面又好言劝慰。安特米翁则说: “这确是少壮的壮举,名副其实的雷姆诺斯之举——反正此处并无外人——出自一个爱得狂热的妇人之手!” 索克拉罗斯微笑着说: “你难道真以为这是一场劫掠和强暴,而不是那个机敏的青年为了逃离情郎们的怀抱、投奔到一位美丽而富有的妇人手中所使出的托辞和计谋吗?” “别这么说,索克拉罗斯,切莫对巴克孔妄加揣测,”安特米翁说,“因为即便他生性并非纯朴真诚之人,他也绝不会瞒着我;他把其他所有事情都告诉我,深知在这件事上我是伊斯梅诺多拉最热忱的帮手。正如赫拉克利特所言,‘与激怒作战是艰难的’,然而应当说是‘与情爱作战是艰难的’;因为‘凡它所欲求的,即便舍弃性命、钱财与声名,它也要买下’。更何况,城中还有谁比伊斯梅诺多拉更为端庄?何时曾有丑闻传入她的宅院,或是卑劣行径的嫌疑沾染过她?倒不如说,真有一种超越凡人思虑的非凡神灵感召降临到了这女子身上。”

§12

ΑΥΤΟΒΟΥΛΟΣ. καὶ ὁ Πεμπτίδης ἐπιγελάσας ἀμέλει καὶ σώματός τις ἔφη νόσος ἔστιν, ἣν ἱερὰν καλοῦσιν· οὐδὲν οὖν ἄτοπον, εἰ καὶ ψυχῆς τὸ μανικώτατον πάθος καὶ μέγιστον ἱερὸν καὶ θεῖον ἔνιοι προσαγορεύουσιν. εἶθʼ ὥσπερ ἐν Αἰγύπτῳ ποτὲ γείτονας ἑώρων δύο διαμφισβητοῦντας, ὄφεως προσερπύσαντος εἰς τὴν ὁδόν, ἀμφοτέρων μὲν ἀγαθὸν δαίμονα καλούντων, ἑκατέρου δʼ ἔχειν ἀξιοῦντος ὡς ἴδιον· οὕτως ὁρῶν ὑμῶν ἄρτι τοὺς μὲν εἰς τὴν ἀνδρωνῖτιν ἕλκοντας τὸν Ἔρωτα τοὺς δʼ εἰς τὴν γυναικωνῖτιν, ὑπερφυὲς καὶ θεῖον ἀγαθόν, οὐκ ἐθαύμαζον, εἰ τηλικαύτην δύναμιν ἔσχε καὶ τιμὴν τὸ πάθος, οἷς ἦν προσῆκον ἐξελαύνειν αὐτὸ πανταχόθεν καὶ κολούειν, ὑπὸ τούτων αὐξανόμενον καὶ σεμνυνόμενον.4 ἄρτι μὲν οὖν ἡσυχίαν ἦγον· ἐν γὰρ ἰδίοις μᾶλλον ἢ κοινοῖς ἑώρων τὴν ἀμφισβήτησιν οὖσαν· νυνὶ δʼ ἀπηλλαγμένος Πεισίου, ἡδέως ἂν ὑμῶν ἀκούσαιμι πρὸς τί βλέψαντες ἀπεφήναντο τὸν Ἔρωτα θεὸν οἱ πρῶτοι τοῦτο λέξαντες.

奥托布洛斯:佩姆普蒂德斯冷笑一声说道: “诚然,肉体上也有一种被称作‘神圣之病’的疾患;因此,若有人将灵魂中最癫狂、最剧烈的情感亦称为神圣与神性,倒也毫不奇怪。就像我曾见在埃及有两名邻人争吵,因一条蛇爬到路上,两人都称其为善神,却各自要求将其据为己有;如今我见你们刚才也把这爱神——一种非凡的神圣善物——一人拉向男室,一人拽向女室,我也就不奇怪这情感竟能获得如此巨大的权能与尊荣了,因为它本该被处处驱逐与压制,如今反倒被那些理应压制它的人所壮大和尊奉。刚才我一直保持沉默,因为我看出争论更多关乎私事而非公事;如今我既已摆脱了佩西亚斯,我很乐意听听你们的高见:那些最初宣称爱神为神的人,究竟是着眼于什么才作出这番宣告的。”

语法注4 条
  1. 10καλὸν, καλῶς ἐν τῇ χλαμύδι καὶ τῇ διβολίᾳ συναρπάσαντες

    形容词 καλόν 与副词 καλῶς 并用属于同根词反复修辞(polyptoton),为惯用强调表达,意为“干净利落地、完完全全地”。随后的介词短语 ἐν τῇ χλαμύδι καὶ τῇ διβολίᾳ(“裹在斗篷与双层外衣之中”)表示青年被当场连衣一把抱起的状态,形容动作之猝不及防与彻底。

  2. 755bὅτε δὴ καὶ φιλευριπίδην ὄντα

    连词 ὅτε(“当……之际/既然”)接宾格分词 ὄντα,与前面的不定式逻辑主语 τὸν μὲν Ζεύξιππον 一致,说明宙克西波斯引用悲剧诗人欧里庇得斯名句的背景与原因(“鉴于他恰好是一位欧里庇得斯迷”)。

  3. 755cοὐκ ἀπολόγημα καὶ στρατήγημα τοῦ νεανίσκου νοῦν ἔχοντος, ὅτι τὰς τῶν ἐραστῶν ἀγκάλας διαφυγὼν ἐξηυτομόληκεν εἰς χεῖρας καλῆς καὶ πλουσίας γυναικός;

    名词 ἀπολόγημα καὶ στρατήγημα(“托辞与计谋”)作谓语宾格,后面的 ὅτι 从句为同位语从句,具体阐释计谋的内容(即“摆脱爱慕者的怀抱,主动投奔到一位美貌而富有的妇人手中”)。动词 ἐξηυτομόληκεν 是一个军事隐喻,指“主动投降/开小差投诚”。

  4. 755eοἷς ἦν προσῆκον ἐξελαύνειν αὐτὸ πανταχόθεν καὶ κολούειν, ὑπὸ τούτων αὐξανόμενον καὶ σεμνυνόμενον

    关系代词从句(οἷς ἦν προσῆκον...)先于其先行词(后置的指示代词短语 ὑπὸ τούτων)出现的倒装结构。主干为 ὑπὸ τούτων αὐξανόμενον(“被那些理应……的人所助长”)。非人称表达 προσῆκον ἦν 意为“理应/本分当做”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg113.humanitext-grc2:10-12