← 普鲁塔克

论爱

§5

少年之爱的肉欲与婚姻中的正统爱神

达夫奈俄斯援引梭伦及诸诗人的诗句揭露少年之爱的肉体动机,论证道若反常的同性结合尚能产生好意,则顺应自然的男女婚姻之爱更属正统爱神,能通过欢恩结出友谊与不朽之果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5

ΑΥΤΟΒΟΥΛΟΣ. ἔτι δὲ πλείονα λέγειν προθυμουμένου τοῦ Πρωτογένους, ἀντικρούσας ὁ Δαφναῖος εὖ γε νὴ Δίʼ ἔφη τοῦ Σόλωνος ἐμνήσθης; καὶ χρηστέον αὐτῷ γνώμονι τοῦ ἐρωτικοῦ ἀνδρός, "ἔσθʼ ἥβης ἐρατοῖσιν ἐπʼ ἄνθεσι παιδοφιλήσῃ μηρῶν ἱμείρων καὶ γλυκεροῦ στόματος." πρόσλαβε δὲ τῷ Σόλωνι καὶ τὸν Αἰσχύλον λέγοντα "σέβας δὲ μηρῶν ἁγνὸν οὐκ ἐπῃδέσω, ὦ δυσχάριστε τῶν πυκνῶν φιλημάτων" ἕτεροι μὲν γὰρ καταγελῶσιν αὐτῶν, εἰ καθάπερ θύτας καὶ μάντεις εἰς τὰ μηρία καὶ τὴν ὀσφὺν ἀποβλέπειν τοὺς ἐραστὰς κελεύουσιν1 ἐγὼ δὲ παμμέγεθες τοῦτο ποιοῦμαι σημεῖον ὑπὲρ τῶν γυναικῶν εἰ γὰρ ἡ παρὰ φύσιν ὁμιλία πρὸς ἄρρενας οὐκ ἀναιρεῖ τὴν ἐρωτικὴν εὔνοιαν οὐδὲ βλάπτει, πολὺ μᾶλλον εἰκός ἐστι τὸν γυναικῶν ἢ ἀνδρῶν ἔρωτα τῇ φύσει χρώμενον εἰς φιλίαν διὰ χάριτος ἐξικνεῖσθαι.2 χάρις γὰρ οὖν, ὦ Πρωτόγενες, ἡ τοῦ θήλεος ὕπειξις τῷ ἄρρενι κέκληται πρὸς τῶν παλαιῶν· ὡς καὶ Πίνδαρος ἔφη τὸν Ἥφαιστον ἄνευ χαρίτων ἐκ τῆς Ἥρας γενέσθαι καὶ τὴν οὔπω γάμων ἔχουσαν ὥραν ἡ Σαπφὼ προσαγορεύουσά φησιν, ὅτι "σμίκρα μοι πάις ἔμμεν ἐφαίνεο κἄχαρις." ὁ δʼ Ἡρακλῆς ὑπό τινος ἐρωτᾶται, "βίᾳ δʼ ἔπραξας χάριτας ἢ πείσας κόρην;." ἡ δʼ ἀπὸ τῶν ἀρρένων ἀκόντων μὲν μετὰ βίας γενομένη καὶ λεηλασίας, ἂν δʼ ἑκουσίως, σὺν μαλακίᾳ καὶ θηλύτητι, βαίνεσθαι κατὰ Πλάτωνα νόμῳ τετράποδος καὶ παιδοσπορεῖσθαι παρὰ φύσιν ἐνδιδόντων, ἄχαρις χάρις παντάπασι καὶ ἀσχήμων καὶ ἀναφρόδιτος.3 ὅθεν, οἶμαι, καὶ ὁ Σόλων ἐκεῖνα μὲν ἔγραψε νέος ὢν ἔτι καὶ σπέρματος πολλοῦ μεστός ὡς ὁ Πλάτων φησί· ταυτὶ δὲ πρεσβύτης γενόμενος "ἔργα δὲ Κυπρογενοῦς νῦν μοι φίλα καὶ Διονύσου καὶ Μουσέων, ἃ τίθησʼ ἀνδράσιν εὐφροσύνας·" ὥσπερ ἐκ ζάλης καὶ χειμῶνος καὶ τῶν παιδικῶν ἐρώτων ἔν τινι γαλήνῃ τῇ περὶ γάμον καὶ φιλοσοφίαν θέμενος τὸν βίον. εἰ μὲν οὖν τἀληθὲς σκοποῦμεν, ὦ Πρωτόγενες ἓν καὶ ταὐτόν ἐστι πρὸς παῖδας καὶ γυναῖκας πάθος τὸ τῶν Ἐρώτων εἰ δὲ βούλοιο φιλονεικῶν διαιρεῖν, οὐ μέτριʼ ἂν δόξειε ποιεῖν ὁ παιδικὸς οὗτος, ἀλλʼ ὥσπερ ὀψὲ γεγονὼς καὶ παρʼ ὥραν τῷ βίῳ νόθος καὶ σκότιος ἐξελαύνειν τὸν γνήσιον Ἔρωτα καὶ πρεσβύτερον.4 ἐχθὲς γάρ, ὦ ἑταῖρε, καὶ πρῴην μετὰ τὰς ἀποδύσεις καὶ ἀπογυμνώσεις τῶν νέων παραδὺς εἰς τὰ γυμνάσια καὶ προσανατριβόμενος ἡσυχῆ καὶ προσεμβαλών, εἶτα κατὰ μικρὸν ἐν ταῖς παλαίστραις πτεροφυήσας οὐκέτι καθεκτὸς ἐστιν, ἀλλὰ λοιδορεῖ καὶ προπηλακίζει τὸν γαμήλιον ἐκεῖνον καὶ συνεργὸν ἀθανασίας τῷ θνητῷ γένει, σβεννυμένην ἡμῶν τὴν φύσιν εὐθὺς ἐξανάπτοντα διὰ τῶν γενέσεων. οὗτος δʼ ἀρνεῖται τὴν ἡδονήν· αἰσχύνεται γὰρ καὶ φοβεῖται. δεῖ δέ τινος εὐπρεπείας ἁπτομένῳ καλῶν καὶ ὡραίων· πρόφασις οὖν φιλία καὶ ἀρετή. κονίεται δὲ καὶ ψυχρολουτεῖ καὶ τὰς ὀφρῦς αἴρει καὶ φιλοσοφεῖν φησι καὶ σωφρονεῖν ἔξω διὰ τὸν νόμον· εἶτα νύκτωρ καὶ καθʼ ἡσυχίαν "γλυκεῖʼ ὀπώρα φύλακος ἐκλελοιπότος." εἰ δʼ, ὥς φησι Πρωτογένης, οὐκ ἔστιν ἀφροδισίων παιδικῶν κοινωνία, πῶς Ἔρως ἔστιν Ἀφροδίτης μὴ παρούσης, ἣν εἴληχε θεραπεύειν ἐκ θεῶν καὶ περιέπειν, τιμῆς τε μετέχειν καὶ δυνάμεως ὅσον ἐκείνη δίδωσιν; εἰ δʼ ἔστι τις Ἔρως χωρὶς Ἀφροδίτης, ὥσπερ μέθη χωρὶς οἴνου πρὸς σύκινον πῶμα καὶ κρίθινον, ἄκαρπον αὐτοῦ καὶ ἀτελὲς τὸ ταρακτικὸν ἐστι καὶ πλήσμιον καὶ ἁψίκορον.5

奥托布洛斯:当普罗托格涅斯还热切地想说得更多时,达夫奈俄斯打断他道: “凭宙斯起誓,妙极了,”他说, “你提到了梭伦!我们确实应当以他为衡量多情之人的准绳: ‘当他在青春那惹人爱恋的花期爱恋少年之时, 渴望着大腿与甘甜的口唇。’ 在梭伦之外,你还要加上埃斯库罗斯所说的: ‘你未曾敬畏大腿的纯洁尊严, 辜负那频频亲吻的忘恩之徒啊!’ 其他人固然嘲笑他们,因他们如同祭司与占卜官一样,吩咐恋人们紧盯着大腿和腰臀;但我却把这看作支持妇女的一个极有力的明证。因为,如果与男性的反常交合尚且不会取消或损害情爱的善意,那么对妇人的爱由于顺应自然,比起对男人的爱,显然更有可能通过‘欢恩’(卡里斯)而达致友爱。事实上,普罗托格涅斯啊,古人正是把雌性对雄性的顺从称为‘欢恩’。正如品达也说过,赫淮斯托斯是由赫拉 ‘未经诸恩典(美惠三女神)’ 而生的;萨福在称呼一个尚未到婚龄的少女时也说: ‘在我看来,你曾是个娇小而无欢恩的女童。’ 赫拉克勒斯也曾被某人问道: ‘你是用强力博得欢恩,还是说服了姑娘?’ 然而,来自男性的欢恩,若是违心的,便伴随着强暴与掠夺;若是自愿的,则伴随着柔弱与女气,正如柏拉图所言,他们顺从于 ‘依四足兽的规矩被跨骑并播种’, 这完全是悖于自然的,因此乃是毫无恩情的欢恩,丑陋至极且毫无阿佛洛狄忒之爱意。依我之见,正因如此,梭伦也是在尚且年轻且如柏拉图所言 ‘充满丰盛种子’ 之时写下了那些诗句;而到了老年,他则写道: ‘塞浦路斯所生女神与狄奥尼索斯的事业, 以及带给人们欢愉的缪斯的事业,如今深得我心。’ 这宛如从狂风、冬雪与少年之爱中摆脱出来,将一生安顿在环绕婚姻与哲学的风平浪静之中。因此,普罗托格涅斯啊,如果我们探求真相,针对少年与针对妇人的情念作为爱神而言乃是同一回事;但若你出于好胜心非要区分不可,那么这种少年之爱似乎就做得太不知节制了,它仿佛是生命中迟来且不合时宜的孽种和暗室私生子,妄图驱逐正统而年长的爱神。因为,朋友啊,就在昨天或前天,随着年轻人的脱衣裸体,它才潜入体操场,悄悄摩蹭并挤入其间,接着在角力场中逐渐丰满了羽翼,便再也按捺不住,反而辱骂侮蔑起那位司婚姻的爱神——他是凡人族类通往不朽的协力者,通过代代繁衍而随时重新点燃我们行将熄灭的天性。而这个少年之爱却否认快感;因为他感到羞耻且害怕。然而在触及俊美与盛年之人时,总需要某种体面的借口;于是友谊与美德便成了托词。他撒上沙尘,洗冷水澡,竖起眉毛,因法律的缘故而在外宣称自己在钻研哲学且克制自律;然而一到了夜间与幽静之时: ‘看守离去,甘果正甜。’ 如果真如普罗托格涅斯所说,与少年之间根本没有肉体欢爱的分享,那么在阿佛洛狄忒不在场的情况下,怎能存在爱神呢?要知道,诸神派定他来侍奉照顾她,并分享她所赐予的一切尊荣与权能。但假若真有一种脱离阿佛洛狄忒的爱神,就像脱离了葡萄酒、由无花果浆或大麦汁酿成的醉意一样,它的骚动不安必是徒劳无果、残缺不全、令人厌腻且过饱生厌的。”

语法注5 条
  1. 751cἕτεροι μὲν γὰρ καταγελῶσιν αὐτῶν, εἰ καθάπερ θύτας καὶ μάντεις εἰς τὰ μηρία καὶ τὴν ὀσφὺν ἀποβλέπειν τοὺς ἐραστὰς κελεύουσιν

    连词 εἰ 在表达情感的动词(καταγελῶσιν)之后,引导一个表示事实原因的从句(相当于 ὅτι,“因为……而嘲笑”),而非假设条件(“如果”)。它指出了人们嘲笑诗人的实际缘由。

  2. 751dπολὺ μᾶλλον εἰκός ἐστι τὸν γυναικῶν ἢ ἀνδρῶν ἔρωτα τῇ φύσει χρώμενον εἰς φιλίαν διὰ χάριτος ἐξικνεῖσθαι

    比较句式 πολὺ μᾶλλον ... ἢ 的结构。在宾格不定式从句中,τὸν γυναικῶν [ἔρωτα] 是主要的对比项,与 ἢ ἀνδρῶν [ἔρωτα] 相对。分词短语 τῇ φύσει χρώμενον 表原因或方式(“由于顺应自然/借助自然”),修饰 τὸν γυναικῶν ἔρωτα,构成了对妇人之爱更能达致友谊的论据。

  3. 751eἂν δʼ ἑκουσίως, σὺν μαλακίᾳ καὶ θηλύτητι, βαίνεσθαι κατὰ Πλάτωνα νόμῳ τετράποδος καὶ παιδοσπορεῖσθαι παρὰ φύσιν ἐνδιδόντων, ἄχαρις χάρις παντάπασι καὶ ἀσχήμων καὶ ἀναφρόδιτος

    承接前文句首主语 ἡ δʼ ἀπὸ τῶν ἀρρένων [χάρις] 的谓语部分。其间插入了条件短语 ἂν δʼ ἑκουσίως [γένηται] 以及表示状况的属格绝对结构 ἐνδιδόντων(逻辑主语是顺从的男性),随后接主句的表语形容词 ἄχαρις χάρις ... καὶ ἀσχήμων καὶ ἀναφρόδιτος,构成了修辞上的矛盾语(ἄχαρις χάρις,“毫无恩情的恩情”)。

  4. 751eὥσπερ ὀψὲ γεγονὼς καὶ παρʼ ὥραν τῷ βίῳ νόθος καὶ σκότιος ἐξελαύνειν τὸν γνήσιον Ἔρωτα καὶ πρεσβύτερον

    由前文潜在希求法 ἂν δόξειε 所统辖的不定式结构。不定式 ἐξελαύνειν 与 ποιεῖν 并列,意为“似乎……行事不加节制,并且……企图驱逐正统的爱神”。短语 ὀψὲ γεγονὼς καὶ παρʼ ὥραν ... νόθος 是修饰被拟人化的少年之爱的分词与形容词短语。

  5. 752bἄκαρπον αὐτοῦ καὶ ἀτελὲς τὸ ταρακτικὸν ἐστι καὶ πλήσμιον καὶ ἁψίκορον

    语序倒装。由中性定冠词加形容词名词化构成的短语 τὸ ταρακτικὸν(“其骚动/搅扰的部分”)为主语,分布于前后的四个形容词 ἄκαρπον、ἀτελές、πλήσμιον 和 ἁψίκορον 充当系动词 ἐστι 的表语。αὐτοῦ 为代词属格,指代这种爱神。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg113.humanitext-grc2:5