- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg113.humanitext-grc2:3-4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在众人聚会为安特弥翁与佩西亚斯进行仲裁之际,普罗托格涅斯对伊斯墨诺多拉的攻击引发了争论:达夫奈俄斯捍卫男女婚姻的神圣性,而普罗托格涅斯则断言真爱唯有导向美德的少年之爱,斥责对女性的情欲不过是凡俗的肉欲。
ΑΥΤΟΒΟΥΛΟΣ. ἵνʼ οὖν μὴ παροξύνοντες ἀλλήλους κατὰ μικρὸν εἰς ὀργὴν προαγάγοιεν, ὥσπερ διαιτητὰς ἑλόμενοι καὶ βραβευτὰς τὸν πατέρα καὶ τοὺς σὺν αὐτῷ παρεγένοντο· καὶ τῶν ἄλλων φίλων οἷον ἐκ παρασκευῆς τῷ μὲν ὁ Δαφναῖος παρῆν τῷ δʼ ὁ Πρωτογένης ἀλλʼ οὗτος μὲν ἀνέδην ἔλεγε κακῶς τὴν Ἰσμηνοδώραν· ὁ δὲ Δαφναῖος ὦ Ἡράκλεις ἔφη τί οὐκ ἄν τις προσδοκήσειεν, εἰ καὶ Πρωτογένης ἔρωτι πολεμήσων πάρεστιν1 ᾧ καὶ παιδιὰ πᾶσα καὶ σπουδὴ περὶ Ἔρωτα καὶ διʼ Ἔρωτος, "λήθη μὲν λόγων λήθη δὲ πάτρας," οὐχ ὡς τῷ Λαΐῳ πέντε μόνον ἡμερῶν ἀπέχοντι τῆς πατρίδος; βραδὺς γὰρ ὁ ἐκείνου καὶ χερσαῖος Ἔρως, ὁ δὲ σὸς ἐκ Κιλικίας Ἀθήναζε "λαιψηρὰ κυκλώσας πτερὰ" διαπόντιος πέτεται, τοὺς καλοὺς ἐφορῶν καὶ συμπλανώμενος. ἀμέλει γὰρ ἐξ ἀρχῆς ἐγεγόνει τοιαύτη τις αἰτία τῷ Πρωτογένει τῆς ἀποδημίας.
奥托布洛斯:因此,为了不至于因相互激怒而渐渐陷入盛怒,他们推选家父及其同伴为仲裁人与裁判,来到他们跟前;而在其他朋友中,仿佛早有安排一般,达夫奈俄斯站在这一边,普罗托格涅斯则站在另一边。然而普罗托格涅斯却肆无忌惮地辱骂伊斯墨诺多拉;于是达夫奈俄斯说: “赫拉克勒斯啊,”他说, “如果连普罗托格涅斯都亲自前来向爱神开战,那么还有什么是人们料想不到的呢?对于他而言,一切嬉戏与正务皆围绕爱神且因爱神而起, ‘忘却了言辞,忘却了故邦’, 可不像拉伊俄斯那样仅仅离故邦五日路程。因为拉伊俄斯的爱神迟缓且行于陆地,而你的爱神却从基利基亚飞往雅典, ‘展旋轻捷之双翼’, 凌霄渡海,照看着美少年们并与他们一同流连游荡。” (因为普罗托格涅斯的远游最初确实出于诸如此类的缘由。)
ΑΥΤΟΒΟΥΛΟΣ. γενομένου δὲ γέλωτος, ὁ Πρωτογένης ἐγὼ δέ σοι δοκῶ εἶπεν ἔρωτι νῦν πολεμεῖν, οὐχ ὑπὲρ Ἔρωτος διαμάχεσθαι πρὸς ἀκολασίαν καὶ ὕβριν αἰσχίστοις πράγμασι καὶ πάθεσιν εἰς τὰ κάλλιστα καὶ σεμνότατα τῶν ὀνομάτων εἰσβιαζομένην2 καὶ ὁ Δαφναῖος αἴσχιστα δὲ καλεῖς ἔφη γάμον καὶ σύνοδον ἀνδρὸς καὶ γυναικός, ἧς οὐ γέγονεν οὐδʼ ἔστιν ἱερωτέρα κατάζευξις; ἀλλὰ ταῦτα μέν εἶπεν ὁ Πρωτογένης ἀναγκαῖα πρὸς γένεσιν ὄντα σεμνύνουσιν οὐ φαύλως οἱ νομοθέται καὶ κατευλογοῦσι πρὸς τοὺς πολλούς· ἀληθινοῦ δʼ Ἔρωτος οὐδʼ ὁτιοῦν τῇ γυναικωνίτιδι μέτεστιν, οὐδʼ ἐρᾶν ὑμᾶς ἔγωγέ φημι τοὺς γυναιξὶ προσπεπονθότας ἢ παρθένοις, ὥσπερ οὐδὲ μυῖαι γάλακτος οὐδὲ μέλιτται κηρίων ἐρῶσιν, οὐδὲ σιτευταὶ καὶ μάγειροι φίλα φρονοῦσι πιαίνοντες ὑπὸ σκότῳ μόσχους καὶ ὄρνιθας. ἀλλʼ ὥσπερ ἐπὶ σιτίον ἄγει καὶ ὄψον ἡ φύσις μετρίως καὶ ἱκανῶς τὴν ὄρεξιν, ἡ δʼ ὑπερβολὴ πάθος ἐνεργασαμένη λαιμαργία τις ἢ φιλοψία καλεῖται· οὕτως ἔνεστι τῇ φύσει τὸ δεῖσθαι τῆς ἀπʼ ἀλλήλων ἡδονῆς γυναῖκας καὶ ἄνδρας, τὴν δʼ ἐπὶ τοῦτο κινοῦσαν ὁρμὴν σφοδρότητι καὶ ῥώμῃ γενομένην πολλὴν καὶ δυσκάθεκτον οὐ προσηκόντως Ἔρωτα καλοῦσιν. ἔρως γὰρ εὐφυοῦς καὶ νέας ψυχῆς ἁψάμενος εἰς ἀρετὴν διὰ φιλίας τελευτᾷ· ταῖς δὲ πρὸς γυναῖκας ἐπιθυμίαις ταύταις, ἂν ἄριστα πέσωσιν, ἡδονὴν περίεστι καρποῦσθαι καὶ ἀπόλαυσιν ὥρας καὶ σώματος, ὡς ἐμαρτύρησεν Ἀρίστιππος, τῷ κατηγοροῦντι Λαΐδος πρὸς αὐτὸν ὡς οὐ φιλούσης ἀποκρινάμενος, ὅτι καὶ τὸν οἶνον οἴεται καὶ τὸν ἰχθῦν μὴ φιλεῖν αὐτόν, ἀλλʼ ἡδέως ἑκατέρῳ χρῆται· τέλος γὰρ ἐπιθυμίας ἡδονὴ καὶ ἀπόλαυσις. ἔρως δὲ προσδοκίαν φιλίας ἀποβαλὼν οὐκ ἐθέλει παραμένειν οὐδὲ θεραπεύειν ἐφʼ ὥρᾳ τὸ λυποῦν καὶ ἀκμάζον, εἰ καρπὸν ἤθους οἰκεῖον εἰς φιλίαν καὶ ἀρετὴν οὐκ ἀποδίδωσιν. ἀκούεις δέ τινος τραγικοῦ γαμέτου λέγοντος πρὸς τὴν γυναῖκα "μισεῖς; ἐγὼ δὲ ῥᾳδίως μισήσομαι, πρὸς κέρδος ἕλκων τὴν ἐμὴν ἀτιμίαν." τούτου γὰρ οὐδέν ἐστιν ἐρωτικώτερος ὁ μὴ διὰ κέρδος ἀλλʼ ἀφροδισίων ἕνεκα καὶ συνουσίας ὑπομένων γυναῖκα μοχθηρὰν καὶ ἄστοργον ὥσπερ Στρατοκλεῖ τῷ ῥήτορι Φιλιππίδης ὁ κωμικὸς ἐπεγγελῶν ἐποίησεν "ἀποστρεφομένης τὴν κορυφὴν φιλεῖς μόλις "εἰ δʼ οὖν καὶ τοῦτο τὸ πάθος δεῖ καλεῖν Ἔρωτα, θῆλυν καὶ νόθον ὥσπερ εἰς Κυνόσαργες συντελοῦντα τὴν γυναικωνῖτιν· μᾶλλον δʼ ὥσπερ ἀετὸν τινα λέγουσι γνήσιον καὶ ὀρεινόν, ὃν Ὅμηρος μέλανα καὶ θηρευτήν προσεῖπεν ἄλλα δὲ γένη νόθων ἐστὶν ἰχθῦς περὶ ἕλη καὶ ὄρνιθας ἀργοὺς λαμβανόντων, ἀπορούμενοι δὲ πολλάκις ἀναφθέγγονταί τι λιμῶδες καὶ ὀδυρτικόν· οὕτως εἷς Ἔρως ὁ γνήσιος ὁ παιδικός ἐστιν, οὐ πόθῳ στίλβων, ὡς ἔφη τὸν παρθένιον Ἀνακρέων, οὐδὲ μύρων ἀνάπλεως καὶ γεγανωμένος, ἀλλὰ λιτὸν αὐτὸν ὄψει καὶ ἄθρυπτον ἐν σχολαῖς φιλοσόφοις ἤ που περὶ γυμνάσια καὶ παλαίστρας περὶ θήραν νέων ὀξὺ μάλα καὶ γενναῖον ἐγκελευόμενον πρὸς ἀρετὴν τοῖς ἀξίοις ἐπιμελείας. τὸν δʼ ὑγρὸν τοῦτον καὶ οἰκουρὸν ἐν κόλποις διατρίβοντα καὶ κλινιδίοις γυναικῶν ἀεὶ διώκοντα τὰ μαλθακὰ καὶ θρυπτόμενον ἡδοναῖς ἀνάνδροις καὶ ἀφίλοις καὶ ἀνενθουσιάστοις καταβάλλειν ἄξιον, ὡς καὶ Σόλων κατέβαλε· δούλοις μὲν γὰρ ἐρᾶν ἀρρένων παίδων ἀπεῖπε καὶ ξηραλοιφεῖν, χρῆσθαι δὲ συνουσίαις γυναικῶν οὐκ ἐκώλυσε· καλὸν γὰρ ἡ φιλία καὶ ἀστεῖον, ἡ δʼ ἡδονὴ κοινὸν κἀνελεύθερον. ὅθεν οὐ δούλων ἐρᾶν παίδων ἐλευθέριόν ἐστιν οὐδʼ ἀστεῖον3 οὐ συνουσίας γὰρ οὗτος ὁ ἔρως, καθάπερ τῶν γυναικῶν.
奥托布洛斯:引起一阵哄堂大笑之后,普罗托格涅斯说: “在你看来,”他说,“我如今像是在向爱神开战,还是更像在为爱神而战,去抗击放纵与傲慢?这种放纵与傲慢正以极尽可耻的行径与情念,强行闯入最美好、最崇高的名号之中。” 达夫奈俄斯说: “难道你把男女的婚姻与结合称为‘极尽可耻’吗?” 他说,“世上从来不曾有、如今也不存在比这更为神圣的结合。” “然而这些,”普罗托格涅斯说, “立法者们鉴于其为繁衍所必需,在民众面前加以郑重赞美与祝福并非没有道理;但真正的爱神同妇人闺阁毫无瓜葛,我绝不承认你们这些钟情于妇人或少女的人是在恋爱,正如苍蝇并不爱牛奶,蜜蜂并不爱蜂巢,饲养员与厨子在暗处催肥牛犊和禽鸟时绝非出于亲善一样。如同大自然适度且充分地引导食欲朝向米面与肴馔,而一旦过度转化为情念便被称为贪食或饕餮;同样,男女彼此需要快感固然根植于本性,但驱向此事的冲动一旦因猛烈有力而变得浩大且难以遏制,人们便不恰当地将其称为爱神。因为爱神一旦触及天赋优秀的年轻心灵,便会通过友谊而归宿于美德;然而对妇人的这些欲望,即便结果最好,也无非是坐享肉体与青春的快感和欢娱——正如阿里斯提波所作的见证,当有人在他面前指责拉伊斯并不爱他时,他回答说,自己也深知美酒和鲜鱼并不爱自己,但他依然欣然享用二者;盖因欲望的终点乃是快感与欢娱。但爱神若失去了对友谊的指望,只要对方不能结出趋向友谊与美德的相应品性之果,便不愿为了其青春美色而忍受烦扰并在其盛期苦苦伺候。正如你听过某位悲剧中的丈夫对妻子所说: ‘你憎恨吗?那我倒情愿被憎恨, 将我的屈辱化为收益。’ 因为那些并非为了收益,而是为了床笫之欢和性交而忍受一个恶毒且寡恩的妇人的人,丝毫并不比这个人更有情爱;正如喜剧诗人腓力庇得斯嘲弄演说家斯特拉托克勒斯时所写的: ‘在她扭头回避时,你勉强吻到了她的头顶。’ 如果说这种情念也必须被称为爱神的话,那也是雌柔且杂乱庶出的,仿佛属于库诺萨耳戈斯一般被打发到妇人闺阁中去。或者更恰当地说,正如人们所言,有一种翱翔山间的纯种苍鹰,荷马称其为 ‘黑鹰’ 与 ‘猎手’, 而其他种类的杂鹰则在沼泽地带捕食游鱼与笨鸟,且在困顿匮乏时往往发出饥肠辘辘的凄厉悲鸣;纯正的爱神也只有这一种,即少年之爱,它并非如阿那克里翁谈及少女之爱时所说的那样 ‘闪耀着欲念’, 亦非 ‘涂满香膏且油光发亮’, 而你会看到它在哲学学塾中,或在体操场与角力场边追猎年轻人,朴素纯粹且坚毅端庄,敏锐而高尚地勉励那些值得关怀之人迈向美德。至于那种滞留于妇人怀抱与榻上、柔靡且闭门居家的爱,一味追求软弱,耽溺于毫无男子气概、毫无友谊且毫无神圣狂热的快感,理当予以贬抑,正如梭伦也曾予以贬抑那样。因为梭伦禁止奴隶爱恋男童并涂抹干油,却未曾阻止他们与妇人交合;盖因友爱乃美好高雅之事,而快感乃凡俗奴性之物。由此可见,爱恋男童绝非奴隶之事,而是自由且高尚的;因为这种爱神并不在于交合,犹如对妇人之爱那样。”
- 750aεἰ καὶ Πρωτογένης ἔρωτι πολεμήσων πάρεστιν
由 εἰ καί(即使、倘若连……也)引导的条件从句中,接未来分词 πολεμήσων 表示目的(“为了交战”)。使用未来分词而非现在分词,凸显了他带着主动挑战爱神这一明确意图前来的态势。
- 750bπρὸς ἀκολασίαν καὶ ὕβριν αἰσχίστοις πράγμασι καὶ πάθεσιν εἰς τὰ κάλλιστα καὶ σεμνότατα τῶν ὀνομάτων εἰσβιαζομένην
阴性单数宾格分词 εἰσβιαζομένην 修饰介词短语中的 ἀκολασίαν καὶ ὕβριν(放纵与傲慢,语法上与较近的 ὕβριν 一致)。表示方式或手段的与格短语 αἰσχίστοις πράγμασι καὶ πάθεσιν(“凭借极尽可耻的行径与情念”)与介词短语 εἰς τὰ κάλλιστα καὶ σεμνότατα τῶν ὀνομάτων(“强行闯入最美好尊严的名号之中”)形成对仗,两者皆统辖于分词 εἰσβιαζομένην。
- 751bὅθεν οὐ δούλων ἐρᾶν παίδων ἐλευθέριόν ἐστιν οὐδʼ ἀστεῖον
οὐ δούλων 为属性/所属属格(“不属于奴隶”),后接的不定词短语 ἐρᾶν παίδων(“爱恋少年”)作主语,ἐλευθέριόν ἐστιν(“是属于自由人的”)为谓语。尽管关于 οὐδʼ ἀστεῖον 的标点与异读在学界有讨论,但根据语境与普罗托格涅斯的论辩逻辑,此处作结为:爱恋少年非奴隶所能及,而是自由人高尚高雅之举,因其并非以交合为目的。
