- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg113.humanitext-grc2:1-2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
通过弗拉维亚努斯与奥托布洛斯的对话,引出了普鲁塔克等人在赫利孔山爱神节聚会的背景,并叙述了寡妇伊斯墨诺多拉向美少年巴克孔求婚所引发的纷争端倪。
ΦΛΑΟΥΙΑΝΟΣ. Ἐν Ἑλικῶνι φῆς, ὦ Αὐτόβουλε, τοὺς περὶ Ἔρωτος λόγους γενέσθαι, οὓς εἴτε γραψάμενος εἴτε καταμνημονεύσας τῷ πολλάκις ἐπανερέσθαι τὸν πατέρα νυνὶ μέλλεις ἡμῖν δεηθεῖσιν ἀπαγγέλλειν. ΑΥΤΟΒΟΥΛΟΣ. ἐν Ἑλικῶνι παρὰ ταῖς Μούσαις, ὦ Φλαουιανέ, τὰ Ἐρωτικὰ Θεσπιέων ἀγόντων· ἄγουσι γὰρ ἀγῶνα πενταετηρικόν, ὥσπερ καὶ ταῖς Μούσαις, καὶ τῷ Ἔρωτι φιλοτίμως πάνυ καὶ λαμπρῶς. ΦΛΑΟΥΙΑΝΟΣ. οἶσθʼ οὖν ὃ σοῦ μέλλομεν δεῖσθαι πάντες οἱ πρὸς τὴν ἀκρόασιν ἥκοντες; ΑΥΤΟΒΟΥΛΟΣ. οὔκ· ἀλλʼ εἴσομαι λεγόντων. ΦΛΑΟΥΙΑΝΟΣ. ἄφελε τοῦ λόγου τὸ νῦν ἔχον1 ἐποποιῶν τε λειμῶνας καὶ σκιὰς καὶ ἅμα κιττοῦ τε καὶ σμιλάκων διαδρομὰς καὶ ὅσʼ ἄλλα τοιούτων τόπων ἐπιλαβόμενοι γλίχονται τὸν Πλάτωνος Ἰλισσὸν καὶ τὸν ἄγνον ἐκεῖνον καὶ τὴν ἠρέμα προσάντη πόαν πεφυκυῖαν προθυμότερον ἢ κάλλιον ἐπιγράφεσθαι,2 ΑΥΤΟΒΟΥΛΟΣ. τί δὲ δεῖται τοιούτων, ὦ ἄριστε Φλαουιανέ, προοιμίων ἡ διήγησις; εὐθὺς ἡ πρόφασις, ἐξ ἧς ὡρμήθησαν οἱ λόγοι, χορὸν αἰτεῖ τῷ πάθει καὶ σκηνῆς δεῖται, τὰ τʼ ἄλλα δράματος οὐδὲν ἐλλείπει· μόνον εὐχώμεθα τῇ μητρὶ τῶν Μουσῶν ἵλεων παρεῖναι καὶ συνανασῴζειν τὸν μῦθον.
弗拉维亚努斯:奥托布洛斯,你是说关于爱神的那些对话发生在赫利孔山吗?那些对话,无论你是写了下来,还是通过多次向令尊询问而铭记于心,现在由于我们的恳求,你正准备向我们讲述。 奥托布洛斯:是在赫利孔山的缪斯神庙旁,弗拉维亚努斯,当时塞斯皮亚人正在举行爱神节;因为他们每五年为爱神举办一次竞技会,正如为缪斯举办的一样,规模宏大且极其奢华。 弗拉维亚努斯:那么,你知道我们所有前来聆听的人准备向你请求什么吗? 奥托布洛斯:不知道;但听你们说了我就知道了。 弗拉维亚努斯:姑且把史诗诗人们的草地、树荫,以及常春藤和菝葜的攀爬藤蔓从故事中剔除吧;还有那些抓住了此类场所,便急不可耐地、与其说是出于优美不如说是出于急切而将柏拉图的伊利索斯河、那棵著名的黄荆树以及那片微微倾斜生长的草地题写进自己作品中的所有其他东西,也一并去掉。 奥托布洛斯:可是,尊贵的弗拉维亚努斯,这篇叙事哪里需要这样的开场白呢?引发这番对话的由头本身,其戏剧性的遭遇就直接呼唤歌队,需要舞台,在剧作的其他要素上也丝毫不缺;我们只需祈求缪斯之母慈悲降临,与我们一同保全这段故事。
ΑΥΤΟΒΟΥΛΟΣ. ὁ γὰρ πατήρ, ἐπεὶ πάλαι, πρὶν ἡμᾶς γενέσθαι, τὴν μητέρα νεωστὶ κεκομισμένος ἐκ τῆς γενομένης τοῖς γονεῦσιν αὐτῶν διαφορᾶς καὶ στάσεως ἀφίκετο τῷ Ἔρωτι θύσων, ἐπὶ τὴν ἑορτὴν ἦγε τὴν μητέρα· καὶ γὰρ ἦν ἐκείνης ἡ εὐχὴ καὶ θυσία. τῶν δὲ φίλων οἴκοθεν μὲν αὐτῷ παρῆσαν οἱ συνήθεις, ἐν δὲ Θεσπιαῖς εὗρε Δαφναῖον τὸν Ἀρχιδάμου καὶ Λύσανδρον Λυσάνδρας ἐρῶντα τῆς Σίμωνος μάλιστα τῶν μνωμένων αὐτὴν εὐημεροῦντα, Σώκλαρον ἐκ Τιθόρας ἥκοντα τὸν Ἀριστίωνος δὲ καὶ Πρωτογένης ὁ Ταρσεὺς καὶ Ζεύξιππος ὁ Λακεδαιμόνιος, ξένοι·3 Βοιωτῶν δʼ ὁ πατὴρ ἔφη γνωρίμων τοὺς πλείστους παρεῖναι. δύο μὲν ἢ τρεῖς ἡμέρας κατὰ πόλιν, ὡς ἔοικεν, ἡσυχῆ πως φιλοσοφοῦντες ἐν ταῖς παλαίστραις καὶ διὰ τῶν θεάτρων ἀλλήλοις συνῆσαν· ἔπειτα φεύγοντες ἀργαλέον ἀγῶνα κιθαρῳδῶν, ἐντεύξεσι καὶ σπουδαῖς προειλημμένον, ἀνέζευξαν οἱ πλείους ὥσπερ ἐκ πολεμίας εἰς τὸν Ἑλικῶνα καὶ κατηυλίσαντο παρὰ ταῖς Μούσαις. ἕωθεν οὖν ἀφίκετο πρὸς αὐτοὺς Ἀνθεμίων καὶ Πεισίας ἄνδρες ἔνδοξοι, Βάκχωνι δὲ τῷ καλῷ λεγομένῳ προσήκοντες καὶ τρόπον τινὰ διʼ εὔνοιαν ἀμφότεροι τὴν ἐκείνου διαφερόμενοι πρὸς ἀλλήλους ἦν γὰρ ἐν Θεσπιαῖς Ἰσμηνοδώρα γυνὴ πλούτῳ καὶ γένει λαμπρὰ καὶ νὴ Δία τὸν ἄλλον εὔτακτος βίον. ἐχήρευσε γὰρ οὐκ ὀλίγον χρόνον ἄνευ ψόγου, καίπερ οὖσα νέα καὶ ἱκανὴ τὸ εἶδος. τῷ δὲ Βάκχωνι φίλης ὄντι καὶ συνήθους γυναικὸς υἱῷ πράττουσα γάμον κόρης κατὰ γένος προσηκούσης ἐκ τοῦ συμπαρεῖναι καὶ διαλέγεσθαι πολλάκις ἔπαθε πρὸς τὸ μειράκιον αὐτή· καὶ λόγους φιλανθρώπους ἀκούουσα καὶ λέγουσα περὶ αὐτοῦ καὶ πλῆθος ὁρῶσα γενναίων ἐραστῶν εἰς τὸ ἐρᾶν προήχθη καὶ διενοεῖτο μηδὲν ποιεῖν ἀγεννές, ἀλλὰ γημαμένη φανερῶς συγκαταζῆν τῷ Βάκχωνι. παραδόξου δὲ τοῦ πράγματος αὐτοῦ φανέντος, ἥ γε μήτηρ ὑφεωρᾶτο τὸ βάρος τοῦ οἴκου καὶ τὸν ὄγκον ὡς οὐ κατὰ τὸν ἐραστήν·4 τινὲς δὲ καὶ συγκυνηγοὶ τῷ μὴ καθʼ ἡλικίαν τῆς Ἰσμηνοδώρας δεδιττόμενοι τὸν Βάκχωνα καὶ σκώπτοντες ἐργωδέστεροι τῶν ἀπὸ σπουδῆς ἐνισταμένων ἦσαν ἀνταγωνισταὶ πρὸς τὸν γάμον. ᾐδεῖτο γὰρ ἔφηβος ἔτʼ ὢν χήρᾳ συνοικεῖν· οὐ μὴν ἀλλὰ τοὺς ἄλλους ἐάσας παρεχώρησε τῷ Πεισίᾳ καὶ τῷ Ἀνθεμίωνι βουλεύσασθαι τὸ συμφέρον, ὧν ὁ μὲν ἀνεψιὸς αὐτοῦ ἦν πρεσβύτερος, ὁ δὲ Πεισίας αὐστηρότατος τῶν ἐραστῶν· διὸ καὶ πρὸς τὸν γάμον ἀντέπραττε καὶ καθήπτετο τοῦ Ἀνθεμίωνος ὡς προϊεμένου τῇ Ἰσμηνοδώρᾳ τὸ μειράκιον· ὁ δʼ ἐκεῖνον οὐκ ὀρθῶς ἔλεγε ποιεῖν, ἀλλὰ τἄλλα χρηστὸν ὄντα μιμεῖσθαι τοὺς φαύλους ἐραστὰς οἴκου καὶ γάμου καὶ πραγμάτων μεγάλων ἀποστεροῦντα τὸν φίλον, ὅπως ἄθικτος αὐτῷ καὶ νεαρὸς ἀποδύοιτο πλεῖστον χρόνον ἐν ταῖς παλαίστραις.
奥托布洛斯:因为家父昔日,在我们出生之前,因双方父母之间产生的争执与嫌隙而刚将母亲迎娶回来,为了向爱神献祭而前去时,便携母亲一同前往参加节日;盖因祈愿与献祭本就出于她。家父的朋友中,从故乡随行而来的有常相往来之人,在塞斯皮亚他又遇到了阿基达摩斯之子达夫奈俄斯,以及正热恋西蒙之女吕珊德拉且在追求者中最受青睐的吕珊德罗斯,还有从蒂托拉赶来的阿里斯提翁之子索克拉罗斯;此外还有来自塔尔苏斯的普罗托格涅斯和来自拉刻代蒙的泽克西普斯这两位外邦宾客;据家父所说,波奥提亚的熟人大多也都在场。起初的两三天里,他们似乎在城中各处,在角力场和剧场中平静地一同探讨哲学;随后,为了避开被说情与奔走钻营所预先笼罩的烦人歌手竞技,大多数人便如逃离敌境一般撤退到赫利孔山,在缪斯身旁扎营安顿。清晨,名流安特弥翁与佩西亚斯来到他们那里;这二人都是那位被称作美男子的巴克孔的亲属,且在某种程度上因对他的情爱而互相对立。原来,塞斯皮亚有一位名叫伊斯墨诺多拉的妇人,门第显赫,家产丰厚,而且凭宙斯起誓,其平素生活极为端庄。她虽尚年轻且容貌颇佳,却毫无瑕疵地寡居了相当长的时间。但在为巴克孔——一位亲近密友之子——操办迎娶同族少女的婚事时,由于经常陪伴在一起交谈,她自己竟对那少年动了情;听到关于他的美言,自己也夸赞他,又见到众多的尊贵求爱者,她便陷入爱河,并决心不做任何卑鄙苟且之事,而是光明正大地与巴克孔成婚并共度余生。但由于这件事本身显得出人意料,男方的母亲因其家势显赫、门第过高而心生疑虑,认为与被爱者并不相称;而一些狩猎伙伴也拿伊斯墨诺多拉年龄不相称来吓唬巴克孔并加以嘲笑,成为了这场婚事中比那些认真反对者更为棘手的敌手。因为他尚为青年,对与寡妇同居感到羞赧;但他丢开其他人不管,让佩西亚斯和安特弥翁去商议何者有益。这二人中,一位是他的年长表兄,而佩西亚斯则是其求爱者中最严肃苛刻的一位。因此佩西亚斯竭力反对这桩婚事,并指责安特弥翁将少年拱手让给伊斯墨诺多拉;安特弥翁则称他做得不对,说他虽然在其他方面是个正直之人,却在效仿那些卑劣的爱慕者,剥夺朋友的家庭、婚姻与大好前程,只为了让他在角力场中最长时间地为自己赤身裸体、保持纯洁且青春年少。
- 749aτὸ νῦν ἔχον
宾格的副词性用法,意为“暂且”、“目前”,作为修饰祈使动词 ἄφελε 的副词性短语。
- 749aὅσʼ ἄλλα τοιούτων τόπων ἐπιλαβόμενοι γλίχονται τὸν Πλάτωνος Ἰλισσὸν καὶ τὸν ἄγνον ἐκεῖνον καὶ τὴν ἠρέμα προσάντη πόαν πεφυκυῖαν προθυμότερον ἢ κάλλιον ἐπιγράφεσθαι
文首 ἄφελε τοῦ λόγου(从叙述中剔除)所支配的一系列直接宾语的收尾部分。ὅσα ἄλλα 为包含先行词的关系代词(“凡是……的其他一切东西”)。分词 ἐπιλαβόμενοι 表手段或伴随(“抓住此类场所”),γλίχονται 支配不定词 ἐπιγράφεσθαι(“题写进/移植入”)。此句直接化用了柏拉图《斐德罗篇》中著名的伊利索斯河畔场景。
- 749bΣώκλαρον ἐκ Τιθόρας ἥκοντα τὸν Ἀριστίωνος δὲ καὶ Πρωτογένης ὁ Ταρσεὺς καὶ Ζεύξιππος ὁ Λακεδαιμόνιος, ξένοι
语法破格(破体句/anacoluthon):句式从 εὗρε(遇见)所支配的宾格(Σώκλαρον ... τὸν Ἀριστίωνος)转变为由 δὲ 引出的主格并列成分(Πρωτογένης ... καὶ Ζεύξιππος ... ξένοι)。在语境上,普罗托格涅斯等人同样被理解为父亲在当地遇到或在场的同伴。
- 749eὡς οὐ κατὰ τὸν ἐραστήν
介词 κατά 接宾格表示标准或相称(“与……相称”)。带否定词 οὐ 意指伊斯墨诺多拉的家资与门第并不适合被追求的少年巴克孔。此处 τὸν ἐραστήν(字面为“求爱者”)在语境中指恋爱关系中的一方(即被追求的年轻人)。
