- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg113.humanitext-grc2:21#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
奥托布鲁斯将仅出于谋算或求子目的的冷淡婚姻,与由真正厄罗斯所激发、使灵魂交融并带来节制与贞洁的婚姻进行对比,并引莱伊斯的轶事阐明厄罗斯的至高力量。
ὧν οἱ μὲν ἄθλια γύναια προικιδίοις ἐφελκόμενα μετὰ χρημάτων εἰς οἰκονομίαν καὶ λογισμοὺς ἐμβάλλοντες ἀνελευθέρους, ζυγομαχοῦντες ὁσημέραι διὰ χειρὸς ἔχουσιν· οἱ δὲ παίδων δεόμενοι μᾶλλον ἢ γυναικῶν, ὥσπερ οἱ τέττιγες εἰς σκίλλαν ἤ τι τοιοῦτο τὴν γονὴν ἀφιᾶσιν, οὕτω διὰ τάχους οἷς ἔτυχε σώμασιν ἐναπογεννήσαντες καὶ καρπὸν ἀράμενοι χαίρειν ἐῶσιν ἤδη τὸν γάμον, ἢ μένοντος οὐ φροντίζουσιν οὐδʼ ἀξιοῦσιν ἐρᾶν οὐδʼ ἐρᾶσθαι. στέργεσθαι δὲ καὶ στέργειν ἑνί μοι δοκεῖ γράμματι τοῦ στέγειν παραλλάττον1 εὐθὺς ἐμφαίνειν τὴν ὑπὸ χρόνου καὶ συνηθείας ἀνάγκῃ μεμιγμένην εὔνοιαν. ᾧ δʼ ἂν Ἔρως ἐπισκήψῃ τε καὶ ἐπιπνεύσῃ, πρῶτον μὲν ἐκ τῆς Πλατωνικῆς πόλεως τὸ ἐμόν οὐχ ἕξει καὶ τὸ οὐκ ἐμόν· οὐ γὰρ ἁπλῶς κοινὰ τὰ φίλων οὐδὲ πάντων ἀλλʼ οἳ τοῖς σώμασιν ὁριζόμενοι τὰς ψυχὰς βίᾳ, συνάγουσι καὶ συντήκουσι,2 μήτε βουλόμενοι δύʼ εἶναι μήτε νομίζοντες. ἔπειτα σωφροσύνη πρὸς ἀλλήλους, ἧς μάλιστα δεῖται γάμος, ἡ μὲν ἔξωθεν καὶ νόμων πλέον ἔχουσα τοῦ ἑκουσίου τὸ βεβιασμένον ὑπʼ αἰσχύνης καὶ φόβων, "πολλῶν χαλινῶν ἔργον οἰάκων θʼ ἅμα," διὰ χειρός ἐστιν ἀεὶ τοῖς συνοῦσιν Ἔρωτι δʼ ἐγκρατείας τοσοῦτον καὶ κόσμου καὶ πίστεως μέτεστιν, ὥστε, κἂν ἀκολάστου ποτὲ θίγῃ ψυχῆς, ἀπέστρεψε τῶν ἄλλων ἐραστῶν, ἐκκόψας δὲ τὸ θράσος καὶ κατακλάσας τὸ σοβαρὸν καὶ ἀνάγωγον, ἐμβαλὼν αἰδῶ καὶ σιωπὴν καὶ ἡσυχίαν καὶ σχῆμα περιθεὶς κόσμιον, ἑνὸς ἐπήκοον ἐποίησεν. ἴστε δήπουθεν ἀκοῇ Λαΐδα τὴν ἀοίδιμον ἐκείνην καὶ πολυήρατον, ὡς ἐπέφλεγε πόθῳ τὴν Ἑλλάδα, μᾶλλον δὲ ταῖς δυσὶν ἦν περιμάχητος θαλάσσαις· ἐπεὶ δʼ Ἔρως ἔθιγεν αὐτῆς Ἱππολόχου τοῦ Θεσσαλοῦ, τὸν ὕδατι χλωρῷ κατακλυζόμενον προλιποῦσʼ Ἀκροκόρινθον καὶ ἀποδρᾶσα τῶν ἄλλων ἐραστῶν κρύφα μέγαν στρατὸν ᾤχετο κοσμίως· ἐκεῖ δʼ αὐτὴν αἱ γυναῖκες ὑπὸ φθόνου καὶ ζήλου διὰ τὸ κάλλος εἰς ἱερὸν Ἀφροδίτης προαγαγοῦσαι κατέλευσαν καὶ διέφθειραν ὅθεν ὡς ἔοικεν ἔτι νῦν τὸ ἱερὸν Ἀφροδίτης ἀνδροφόνου καλοῦσιν. ἴσμεν δὴ καὶ θεραπαινίδια δεσποτῶν φεύγοντα συνουσίας καὶ βασιλίδων ὑπερορῶντας ἰδιώτας, ὅταν Ἔρωτα δεσπότην ἐν ψυχῇ κτήσωνται. καθάπερ γὰρ ἐν Ῥώμῃ φασὶ τοῦ καλουμένου δικτάτωρος ἀναγορευθέντος ἀποτίθεσθαι τὰς ἄλλας ἀρχὰς τοὺς ἔχοντας,3 οὕτως, οἷς ἂν Ἔρως κύριος ἐγγένηται, τῶν ἄλλων δεσποτῶν καὶ ἀρχόντων ἐλεύθεροι καὶ ἄφετοι καθάπερ ἱερόδουλοι διατελοῦσιν. ἡ δὲ γενναία γυνὴ πρὸς ἄνδρα νόμιμον συγκραθεῖσα διʼ Ἔρωτος ἄρκτων ἂν ὑπομείνειε καὶ δρακόντων περιβολὰς μᾶλλον ἢ ψαῦσιν ἀνδρὸς ἀλλοτρίου καὶ συγκατάκλισιν.
在这些人中,有的把随微薄嫁妆被拖来的可怜妇人,连同钱财一并推入鄙俗的持家事务与计较之中,终日争吵不休并加以强行管束;另一些人因求子甚于求妻,便如同蝉把种子排入海葱或类似植物一样,仓促地在偶遇的肉体中孕育后代,一旦收获果实,便将婚姻抛诸脑后,即便婚姻尚存也毫不关心,不屑于去爱亦不屑于被爱。至于彼此怜爱与关照,依我看来与“遮蔽”仅有一字之差,径直表明那是一种经由时光与习惯、掺杂着必然性的善意。然而,在厄罗斯降临并注入气息之人身上,首先,一如在柏拉图的城邦中,“我的”与“非我的”将不复存在;因为并非普遍意义上的“朋友之物共有”,而是那些受肉身界定的人,强行将灵魂聚拢并熔铸在一起,既不愿也不认为他们是两个人。其次,就婚姻最需要的彼此节制而言:那源自外部与法律的节制,受羞耻与恐惧所迫的成分多于出于自愿——“乃多重缰绳与舵轮共施之功” ——始终由共同生活之人严加掌控;但厄罗斯所富含的自制、秩序与忠诚是如此深厚,以至于哪怕触及放荡的灵魂,也能使其远离其余的情人,斩除其狂妄,挫败其骄横与顽劣,注入羞怯、缄默与宁静,赋予端正的仪态,令其惟独听命于一人。你们想必耳闻过那位举世闻名、众人渴慕的莱伊斯,她如何以欲火燃遍希腊,甚至成为两海之间的必争之地;然而当对色萨利的希波洛科斯的厄罗斯触动她时,她舍弃了“被清泉浸润的阿克罗科林斯”,秘密逃离由其余情人组成的大军,端庄地离去。而在彼处,女人们因其美貌出于嫉妒与猜忌,将她拉入阿佛洛狄忒神庙,用石头砸死了她;看来正因如此,人们至今仍称那座神庙为“弑男者阿佛洛狄忒”神庙。我们也确实知道,只要在灵魂中赢得了厄罗斯作为主宰,侍女也会抗拒主人的亲近,平民亦会蔑视女王的垂青。正如人们所说,在罗马,一旦宣告了所谓独裁官的任命,其余官员便卸下职权;同样,凡厄罗斯在其中成为主宰之人,便如同神庙仆役一般,脱离其余主子与长官而享有自由与解脱。而一位高贵的女子若通过厄罗斯与合法丈夫结合,宁可忍受熊与巨龙的缠绕,也绝不容其他男子的触碰与同榻。
- 767dστέργεσθαι δὲ καὶ στέργειν ἑνί μοι δοκεῖ γράμματι τοῦ στέγειν παραλλάττον
此处利用 στέργειν(怀有怜爱、依恋)与 στέγειν(遮蔽、遮风挡雨)在读音和拼写上仅差一个字母 ρ 的双关修辞。暗指缺乏爱欲激情的夫妻情意,与仅仅维持家庭外壳或遮掩体面几无分别。
- 767eοὐ γὰρ ἁπλῶς κοινὰ τὰ φίλων οὐδὲ πάντων ἀλλʼ οἳ τοῖς σώμασιν ὁριζόμενοι τὰς ψυχὰς βίᾳ, συνάγουσι καὶ συντήκουσι
在句法上,οἳ 构成无先行词的名词性关系从句(意为“那些……的人”)。副词性与格 βίᾳ(强行、用力)修饰后面的动词 συνάγουσι καὶ συντήκουσι(聚拢并熔铸),而非前置的分词 ὁριζόμενοι。
- 768aτοῦ καλουμένου δικτάτωρος ἀναγορευθέντος ἀποτίθεσθαι τὰς ἄλλας ἀρχὰς τοὺς ἔχοντας
属格独立结构(τοῦ ... δικτάτωρος ἀναγορευθέντος)构成表时间的状语从句,被动词 φασί 所统辖;φασί 后接宾格加不定式结构,其中 τοὺς ἔχοντας 为宾格主语(逻辑主语),τὰς ἄλλας ἀρχάς 为直接宾语,ἀποτίθεσθαι 为不定式。此句引述了罗马设立独裁官时常规执政官辞职或退让权力的历史惯例作为明喻。
