← 普鲁塔克

论爱

§21#1

男女两性之爱的共通性与回忆神圣之美

奥托布鲁斯论证道,无论是肉体情欲的产生,还是灵魂对神圣之美的回忆,在男女两性中都是完全共通的;他驳斥了男女之爱存在本质差异的观点,并呼吁众人反驳将厄罗斯贬低为放纵私欲的论调。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21#1

ΑΥΤΟΒΟΥΛΟΣ. ἔτι τοίνυν ἃς λέγουσιν αἰτίας καὶ γενέσεις ἔρωτος, ἴδιαι μὲν οὐδετέρου γένους εἰσὶ κοιναὶ δʼ ἀμφοτέρων· καὶ γὰρ εἴδωλα δήπουθεν ἐνδυόμενα τοῖς ἐρωτικοῖς; καὶ διατρέχοντα κινεῖν καὶ γαργαλίζειν τὸν ὄγκον εἰς σπέρμα συνολισθάνοντα τοῖς ἄλλοις σχηματισμοῖς; οὐ δυνατὸν μὲν ἀπὸ παίδων, ἀδυνατὸν δʼ ἀπὸ γυναικῶν;1 καὶ τὰς καλὰς ταύτας καὶ ἱερὰς ἀναμνήσεις καλοῦμεν ἡμεῖς2 ἐπὶ τὸ θεῖον καὶ ἀληθινὸν καὶ ὀλύμπιον ἐκεῖνο κάλλος, αἷς ψυχὴ πτεροῦται, τί ἂν κωλύοι γίγνεσθαι μὲν ἀπὸ παίδων καὶ ἀπὸ νεανίσκων, γίγνεσθαι δʼ ἀπὸ παρθένων καὶ γυναικῶν, ὅταν ἦθος ἁγνὸν καὶ κόσμιον ἐν ὥρᾳ καὶ χάριτι μορφῆς διαφανὲς γένηται, καθάπερ ὄρθιον ὑπόδημα δείκνυσι ποδὸς εὐφυΐαν, ὡς Ἀρίστων ἔλεγεν ὅταν ἐν εἴδεσι καλοῖς καὶ καθαροῖς σώμασιν ἴχνη λαμπρὰ καὶ κείμενα ψυχῆς ὀρθὰ καὶ ἄθρυπτα κατίδωσιν οἱ δεινοὶ τῶν τοιούτων αἰσθάνεσθαι; οὐ γὰρ ὁ μὲν φιλήδονος ἐρωτηθεὶς εἰ "πρὸς θῆλυ νεύει μᾶλλον ἢ ἐπὶ τἄρσενα "καὶ ἀποκρινάμενος "ὅπου προσῇ τὸ κάλλος, ἀμφιδέξιος" ἔδοξεν οἰκείως ἀποκρίνασθαι τῆς ἐπιθυμίας· ὁ δὲ φιλόκαλος καὶ γενναῖος οὐ πρὸς τὸ καλὸν οὐδὲ τὴν εὐφυΐαν ἀλλὰ μορίων διαφορὰς ποιεῖται τοὺς ἔρωτας.3 καὶ φίλιππος μὲν ἀνὴρ οὐδὲν ἧττον ἀσπάζεται τοῦ Ποδάργου τὴν εὐφυΐαν ἢ Αἴθην τὴν Ἀγαμεμνονέην· καὶ θηρατικὸς οὐ τοῖς ἄρρεσι χαίρει μόνον, ἀλλὰ καὶ Κρήσσας τρέφει καὶ Λακαίνας σκύλακας· ὁ δὲ φιλόκαλος; καὶ φιλάνθρωπος οὐχ ὁμαλός ἐστιν οὐδʼ ὅμοιος ἀμφοτέροις τοῖς γένεσιν, ἀλλʼ ὥσπερ ἱματίων οἰόμενος εἶναι διαφορὰς ἐρώτων γυναικῶν καὶ ἀνδρῶν. καίτοι τὴν γʼ ὥραν ἄνθος ἀρετῆς εἶναι λέγουσι, μὴ φάναι δʼ ἀνθεῖν τὸ θῆλυ μηδὲ ποιεῖν ἔμφασιν εὐφυΐας πρὸς ἀρετὴν ἄτοπὸν ἐστι· καὶ γὰρ Αἰσχύλος ὀρθῶς ἐποίησε "νέας γυναικὸς οὔ με μὴ λάθῃ φλέγων ὀφθαλμός, ἣτις ἀνδρὸς γεγευμένη." πότερον οὖν ἰταμοῦ μὲν ἤθους καὶ ἀκολάστου καὶ διεφθορότος σημεῖα τοῖς εἴδεσι τῶν γυναικῶν ἐπιτρέχει, κοσμίου δὲ καὶ σώφρονος οὐδὲν ἔπεστι τῇ μορφῇ φέγγος; ἢ πολλὰ μὲν ἔπεστι καὶ συνεπιφαίνεται, κινεῖ δʼ οὐδὲν οὐδὲ προσκαλεῖται τὸν ἔρωτα; οὐδέτερον γὰρ εὔλογον οὐδʼ ἀληθές, ἀλλὰ κοινῶς ὥσπερ δέδεικται τοῖς γένεσι πάντων ὑπαρχόντων, ὥσπερ κοινοῦ συστάντος τοῦ ἀγῶνος ὦ Δαφναῖε, πρὸς ἐκείνους μαχώμεθα τοὺς λόγους, οὓς ὁ Ζεύξιππος ἀρτίως διῆλθεν, ἐπιθυμίᾳ τὸν Ἔρωτα ταὐτὸ ποιῶν ἀκαταστάτῳ καὶ πρὸς τὸ ἀκόλαστον ἐκφερούσῃ τὴν ψυχήν, οὐκ αὐτὸς οὕτω πεπεισμένος ἀκηκοὼς δὲ πολλάκις ἀνδρῶν δυσκόλων καὶ ἀνεράστων·

奥托布鲁斯:此外,人们所言的爱欲的起因与生成,绝非某一种性别所独有,而是两性所共有的。难道说,潜入爱者体内四处巡游、连同其他构型一同滑入精液中激荡并抚弄肉躯的幻影,可能来自少年,却不可能来自妇人吗?至于我们所称的那引向彼方神圣、真实且属奥林匹斯的至美、使灵魂生出羽翼的美好而神圣的追忆,又有何物能阻碍它源于少年和青年,同时也源于处女和妇人呢?正如阿里斯同所言,挺立的鞋履能显出足形之端正;当那些善于体察此类事物之人,在秀美的形体与洁净的身躯中,窥见灵魂灿烂而留存、端正而坚韧的印记时,只要纯洁而谨饬的品性透过形态的青春与优雅显露出来,便更是如此。事实上,贪图欢愉之人在被问及“更倾向于女性,抑或倾向于男性”而回答说 “凡美所在之处,我皆左右逢源”时,被认为作出了符合其欲望的回答;然而热爱美好且品行高贵之人,难道不会根据美与优异的天资,反而根据身体部位的差异来安置自己的爱欲吗?爱马之人悦纳波达耳戈斯的骏足,丝毫不亚于悦纳阿伽门农的牝马埃忒;猎人不仅喜爱雄犬,亦饲养克里特与拉科尼亚的雌犬。难道热爱美与热爱人类之人,对两性却不一视同仁、无差别对待,反倒认为男女之爱如同衣服一般存在差异吗?况且人们常说青春乃是“德性之花”;若断言女性不开花,亦不展现倾向德性的天资迹象,岂非荒谬?其实埃斯库罗斯所作诗句极为确当: “年轻女子的灼热眼波,绝不会瞒过我,那是曾品尝过男人的女子。” 那么,难道说鲁莽、放荡与败坏品性的迹象会在女性的身姿中流露,而谨饬与审慎的品性在她们的形态中却毫无光彩吗?抑或是虽多有流露并一同显现,却丝毫不能打动人心、唤起爱欲呢?这两种说法皆非合乎情理,亦非属实;既然如前所示,一切皆为两性所共有,达夫奈乌斯啊,便让我们如同投身于一场共同的抗争之中,去迎击宙克西波斯方才所陈述的那些言论吧——他将厄罗斯等同于那动荡不宁且将灵魂推向放纵的欲望,这并非他本人由衷确信,而是因为他屡屡听闻那些性情乖戾且不解风情之人的谈论所致。

语法注3 条
  1. 21οὐ δυνατὸν μὲν ἀπὸ παίδων, ἀδυνατὸν δʼ ἀπὸ γυναικῶν;

    紧随由 καὶ γάρ 引导的长篇带不定式结构(εἴδωλα... κινεῖν καὶ γαργαλίζειν...)之后的谓语部分。全句构成一个带有强烈否定意味的反问句:“难道来自少年是可能的,而来自妇女就是不可能的吗?”(意即对两性皆同样可能)。否定词 οὐ 统摄 δυνατὸν μὲν... ἀδυνατὸν δʼ 这一对照结构,通过肯定与否定的并列强调了爱欲的物理机理在两性之间是共通的。

  2. 21καὶ τὰς καλὰς ταύτας καὶ ἱερὰς ἀναμνήσεις καλοῦμεν ἡμεῖς

    在主句疑问结构 τί ἂν κωλύοι γίγνεσθαι... 之前,作为语义主题被提前置于句首的宾格先取句结构(prolepsis)。在句内它充当 καλοῦμεν 的宾语(双重宾格的一部分:“我们称之为美好而神圣的回忆者”),并与随后的关系从句 αἷς ψυχὴ πτεροῦται 一同前置。在句法上,它松散地呼应着不定式 γίγνεσθαι 的逻辑主语,起到了突出话题焦点的作用。

  3. 767aὁ δὲ φιλόκαλος καὶ γενναῖος οὐ πρὸς τὸ καλὸν οὐδὲ τὴν εὐφυΐαν ἀλλὰ μορίων διαφορὰς ποιεῖται τοὺς ἔρωτας.

    在与前一句关于享乐主义者的论述(ὁ μέν... ὁ δέ...)相对照中,此句呈现为一种归谬法或带有反语意味的论断。字面意思是“热爱美的高贵之人并非针对美或天赋,而是针对身体部位的差异来安置其爱欲”,但结合上下文,这是在揭示一种荒谬的结论:既然连纵欲者在有美之处都不分男女,高尚的爱者反倒拘泥于生理结构的差异,这显然是违背常理的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg113.humanitext-grc2:21#1