← 普鲁塔克

论爱

§22-23

坎玛的忠贞与婚姻之爱的德行

奥托布鲁斯讲述了加拉太女子坎玛坚守忠贞并为夫复仇的事迹,并将男风情欲中所充斥的暴力与怨恨,与婚姻中由厄罗斯所孕育的恒久亲爱、德行及相互信义进行对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22

ΑΥΤΟΒΟΥΛΟΣ. ἀφθονίας δὲ παραδειγμάτων οὔσης πρὸς γʼ ὑμᾶς τοὺς ὁμοχόρους τοῦ θεοῦ καὶ θιασώτας, ὅμως τὸ περὶ Κάμμαν οὐκ ἄξιόν ἐστι τὴν Γαλατικὴν παρελθεῖν, ταύτης γὰρ ἐκπρεπεστάτης τὴν ὄψιν γενομένης, Σινάτῳ δὲ τῷ τετράρχῃ γαμηθείσης, Σινάτῳ ἐρασθεὶς δυνατώτατος Γαλατῶν ἀπέκτεινε τὸν Σινάτον,1 ὡς οὔτε βιάσασθαι δυνάμενος οὔτε πεῖσαι τὴν ἄνθρωπον, ἐκείνου ζῶντος. ἦν δὲ τῇ Κάμμῃ καταφυγὴ καὶ παραμυθία τοῦ πάθους ἱερωσύνη πατρῷος Ἀρτέμιδος· καὶ τὰ πολλὰ παρὰ τῇ θεῷ διέτριβεν, οὐδένα προσιεμένη, μνωμένων πολλῶν βασιλέων καὶ δυναστῶν αὐτήν. τοῦ μέντοι Σινόριγος τολμήσαντος ἐντυχεῖν περὶ γάμου, τὴν πεῖραν οὐκ ἔφυγεν οὐδʼ ἐμέμψατο περὶ τῶν γεγονότων, ὡς διʼ εὔνοιαν αὐτῆς καὶ πόθον οὐκ ἄλλῃ τινὶ μοχθηρίᾳ προαχθέντος τοῦ Σινόριγος.2 ἧκεν οὖν πιστεύσας ἐκεῖνος καὶ ᾔτει τὸν γάμον· ἡ δʼ ἀπήντησε καὶ δεξιωσαμένη καὶ προσαγαγοῦσα τῷ βωμῷ τῆς θεᾶς ἔσπεισεν ἐκ φιάλης μελίκρατον, ὡς ἔοικε, πεφαρμακωμένον· εἶθʼ ὅσον ἥμισυ μέρος αὐτὴ προεκπιοῦσα παρέδωκε τῷ Γαλάτῃ τὸ λοιπόν· ὡς δʼ εἶδεν ἐκπεπωκότα, λαμπρὸν ἀνωλόλυξε καὶ φθεγξαμένη τοὔνομα τοῦ τεθνεῶτος ταύτην εἶπεν ἐγὼ τὴν ἡμέραν; ὦ φίλτατʼ ἄνερ, προσμένουσα σοῦ χωρὶς ἔζων ἀνιαρῶς· νῦν δὲ κόμισαί με χαίρων· ἠμυνάμην γὰρ ὑπὲρ σοῦ τὸν κάκιστον ἀνθρώπων, σοὶ μὲν βίου τούτῳ δὲ θανάτου κοινωνὸς ἡδέως γενομένη. ὁ μὲν οὖν Σινόριξ ἐν φορείῳ κομιζόμενος μετὰ μικρὸν ἐτελεύτησεν, ἡ δὲ Κάμμα τὴν ἡμέραν ἐπιβιώσασα καὶ τὴν νύκτα λέγεται μάλʼ εὐθαρσῶς καὶ ἱλαρῶς ἀποθανεῖν.

奥托布鲁斯:尽管在你们这些同属该神团体的同伴与信众面前已有极多的例证,但加拉太的坎玛之事仍不应被忽略。这位女子相貌极其出众,嫁给了四国领主辛纳托斯;但加拉太人中最有权势的一位爱上了她,因而在其夫尚存时自认既不能强占亦不能说服她,便杀死了辛纳托斯。坎玛在这场灾祸中的避难所与抚慰,便是世代相传的阿耳忒弥斯祭司职分;她大部分时间陪伴在女神身边,尽管有许多国王和统治者向她求婚,她却一概不予接见。然而,当西诺里克斯胆敢前来商议婚事时,她并未回避这一企图,亦未因所发生的事而责怪他,假装西诺里克斯是出于对她的好意与爱慕、而非其他恶意才做出那等行径。于是那人信以为真,前来求婚;她前去迎接,与他握手致意,引他来到女神的祭坛前,从碗中奠祭了看来显然掺了毒的蜜水。随后她自己先喝下了大约一半,便将剩下的递给那加拉太人;当她看见他已一饮而尽时,便发出响亮而胜利的呼喊,呼唤着亡夫的名字说道:“最亲爱的丈夫啊,我度日如年、痛苦活着所守候的正是这一天;如今请欣然接纳我吧!因为我已为你向世上最卑劣的人复仇,心甘情愿地与你共享生命,与此人共赴死亡。”西诺里克斯乘舆被抬走,不久后便死去;而坎玛据传在度过当天的白昼与黑夜后,极为勇敢而欢欣地死去了。

§23

ΑΥΤΟΒΟΥΛΟΣ. πολλῶν δὲ τοιούτων γεγονότων καὶ παρʼ ἡμῖν καὶ παρὰ τοῖς βαρβάροις, τίς ἂν ἀνάσχοιτο τῶν τὴν Ἀφροδίτην λοιδορούντων, ὡς Ἔρωτι προσθεμένη καὶ παροῦσα κωλύει φιλίαν γενέσθαι; τὴν μὲν οὖν πρὸς ἄρρενʼ, ἄρρενος ὁμιλίαν, μᾶλλον δʼ ἀκρασίαν καὶ ἐπιπήδησιν, εἴποι τις ἂν ἐννοήσας "ὕβρις τάδʼ οὐχὶ Κύπρις ἐξεργάζεται." διὸ τοὺς μὲν ἡδομένους τῷ πάσχειν εἰς τὸ χείριστον τιθέμενοι γένος κακίας οὔτε πίστεως μοῖραν οὔτʼ αἰδοῦς οὔτε φιλίας νέμομεν, ἀλλʼ ὡς ἀληθῶς κατὰ τὸν Σοφοκλέα "φίλων τοιούτων οἱ μὲν ἐστερημένοι χαίρουσιν, οἱ δʼ ἔχοντες εὔχονται φυγεῖν." ὅσοι δὲ μὴ κακοὶ πεφυκότες ἐξηπατήθησαν ἢ κατεβιάσθησαν ἐνδοῦναι καὶ παρασχεῖν ἑαυτούς, οὐδένα μᾶλλον ἀνθρώπων ἢ τοὺς διαθέντας ὑφορώμενοι καὶ μισοῦντες διατελοῦσι καὶ πικρῶς ἀμύνονται καιροῦ παραδόντος. Ἀρχέλαόν τε γὰρ ἀπέκτεινε Κρατέας ἐρώμενος γεγονώς, καὶ τὸν Φεραῖον Ἀλέξανδρον Πυθόλαος. Περίανδρος δʼ ὁ Ἀμβρακιωτῶν τύραννος ἠρώτα τὸν ἐρώμενον εἰ μήπω κυεῖ, κἀκεῖνος παροξυνθεὶς ἀπέκτεινεν αὐτόν. ἀλλὰ γυναιξὶ γε γαμέταις ἀρχαὶ ταῦτα φιλίας, ὥσπερ ἱερῶν μεγάλων κοινωνήματα. καὶ τὸ τῆς ἡδονῆς μικρόν, ἡ δʼ ἀπὸ ταύτης ἀναβλαστάνουσα καθʼ ἡμέραν τιμὴ καὶ χάρις καὶ ἀγάπησις ἀλλήλων καὶ πίστις οὔτε Δελφοὺς ἐλέγχει ληροῦντας, ὅτι τὴν Ἀφροδίτην Ἅρμα καλοῦσιν, οὔθʼ Ὅμηρον φιλότητα τὴν τοιαύτην προσαγορεύοντα συνουσίαν· τόν τε Σόλωνα μαρτυρεῖ γεγονέναι τῶν γαμικῶν ἐμπειρότατον νομοθέτην, κελεύσαντα μὴ ἔλαττον ἢ τρὶς κατὰ μῆνα τῇ γαμετῇ πλησιάζειν, οὐχ ἡδονῆς ἕνεκα πόθεν;ʼ ἀλλʼ ὥσπερ αἱ πόλεις διὰ χρόνου σπονδὰς ἀνανεοῦνται πρὸς ἀλλήλας, οὕτως ἄρα βουλόμενον ἀνανεοῦσθαι τὸν γάμον ἐκ τῶν ἑκάστοτε συλλεγομένων ὀχλημάτων ἐν τῇ τοιαύτῃ φιλοφροσύνῃ.3 ἀλλὰ πολλὰ φαῦλα καὶ μανικὰ τῶν γυναικείων ἐρώτων. τί δʼ οὐχὶ πλείονα τῶν παιδικῶν; "οἰκειότητος ἐμβλέπων ὠλίσθανον ἀγένειος ἁπαλὸς καὶ νεανίας καλός, ἐμφύντʼ ἀποθανεῖν κἀπιγράμματος τυχεῖν." ἀλλʼ ὥσπερ τοῦτο παιδομανία, οὕτως ἐκεῖνο γυναικομανία τὸ πάθος, οὐδέτερον δʼ Ἔρως ἐστίν. ἄτοπον οὖν τὸ γυναιξὶν ἀρετῆς φάναι μηδʼ ἄλλης μετεῖναι· τί δὲ δεῖ λέγειν περὶ σωφροσύνης καὶ συνέσεως αὐτῶν, ἔτι δὲ πίστεως καὶ δικαιοσύνης, ὅπου καὶ τὸ ἀνδρεῖον καὶ τὸ θαρραλέον καὶ τὸ μεγαλόψυχον ἐν πολλαῖς ἐπιφανὲς γέγονε; τὸ δὲ πρὸς τἄλλα καλὴν τὴν φύσιν αὐτῶν, ἀλλὰ ψέγοντας εἰς μόνην φιλίαν ἀνάρμοστον ἀποφαίνειν, παντάπασι δεινόν. καὶ γὰρ φιλότεκνοι καὶ φίλανδροι καὶ τὸ στερκτικὸν ὅλως ἐν αὐταῖς, ὥσπερ εὐφυὴς χώρα καὶ δεκτικὴ φιλίας, οὔτε πειθοῦς οὔτε χαρίτων ἄμοιρον ὑπόκειται. καθάπερ δὲ λόγῳ ποίησις ἡδύσματα μέλη καὶ μέτρα καὶ ῥυθμοὺς ἐφαρμόσασα καὶ τὸ παιδεῦον αὐτοῦ κινητικώτερον ἐποίησε καὶ τὸ βλάπτον ἀφυλακτότερον οὕτως ἡ φύσις γυναικὶ περιθεῖσα χάριν ὄψεως καὶ φωνῆς πιθανότητα καὶ μορφῆς ἐπαγωγὸν εἶδος, τῇ μὲν ἀκολάστῳ πρὸς ἡδονὴν καὶ ἀπάτην τῇ δὲ σώφρονι πρὸς εὔνοιαν ἀνδρὸς καὶ φιλίαν μεγάλα συνήργησεν. ὁ μὲν οὖν Πλάτων τὸν Ξενοκράτη, τἄλλα γενναῖον ὄντα καὶ μέγαν αὐστηρότατον δὲ τῷ ἤθει, παρεκάλει θύειν ταῖς Χάρισι. χρηστῇ δ’ ἄν τις γυναικὶ καὶ σώφρονι παραινέσειε τῷ Ἔρωτι θύειν, ὅπως εὐμενὴς συνοικουρῇ τῷ γάμῳ καὶ ἡδὺς γυναικείοις, καὶ μὴ πρὸς ἑτέραν ἀπορρυεὶς ὁ ἀνὴρ ἀναγκάζηται τὰς ἐκ τῆς κωμῳδίας λέγειν φωνὰς "οἵαν ἀδικῶ γυναῖχʼ ὁ δυσδαίμων ἐγώ." τὸ γὰρ ἐρᾶν ἐν γάμῳ τοῦ ἐρᾶσθαι μεῖζον ἀγαθὸν ἐστι·4 πολλῶν γὰρ ἁμαρτημάτων ἀπαλλάττει, μᾶλλον δὲ πάντων ὅσα διαφθείρει καὶ λυμαίνεται τὸν γάμον.

奥托布鲁斯:在我们中间以及异族人中既然发生过许多此类事迹,又有谁能容忍那些诋毁阿佛洛狄忒的人,说什么她若归于厄罗斯且在场,便会阻碍友谊的形成呢?至于男子对男子的交往,毋宁说是放荡与强暴,人们若深思之便会说道:“此乃傲慢所为,绝非塞浦路斯女神的功劳。”因此,我们将那些乐于承受被动角色的人归入最为恶劣的败德之列,不赋予他们任何信任、羞耻或友谊的份额;的确正如索福克勒斯所言:“对于这般朋友,失去者欢喜,而拥有者祈求逃离。”至于那些并非天生邪恶、却受骗或被迫屈服交出自身的人,他们最怀疑和仇恨的莫过于将他们推入此等境地的人,一旦时机来临便施以残酷的报复。确实,克拉忒阿斯在做过阿耳刻拉俄斯的情人后杀死了他,皮托拉奥斯杀死了费赖的亚历山大;安布拉基亚的僭主佩里安德曾问其情人是否尚未怀孕,那青年被激怒便刺杀了他。然而对于合法结发的妻子而言,这些交合乃是友谊的开端,犹如共同领受伟大的秘仪。其中快感所占甚微,而由此日积月累而生的敬意、善意、彼此的慈爱与信任,既不证明德尔斐人将阿佛洛狄忒称为“战车(结合)”是胡言乱语,亦不证明荷马将此等交合称为“亲爱”〔是胡言乱语〕。这同时也证明梭伦在婚事方面乃是极有经验的立法者,他规定每月与结发妻子亲近不得少于三次——这绝非为了享乐,哪里会是呢!——而是如同城邦之间历经时日便相互重续盟约一样,他显然希望借助这种亲睦之情,从平日积聚的嫌隙中重新焕发婚姻的生机。但或许有人会说,女性的爱意中多有卑劣与狂乱者;然而男童之爱中岂不更多吗?“注视着无须、柔弱而俊美少年的亲昵,我滑倒坠落,愿依附其身而死并求得墓志铭。”然而正如这是恋童狂,那也是恋女狂,二者皆非真正的厄罗斯。因此,声称女性完全不具备任何其他美德是荒谬的;何须谈论她们的节制与明达,更何谈忠诚与正义,既然在许多女性身上勇敢、果敢与豪迈早已赫然显现?承认她们在其余方面秉性优秀,却因挑剔而断言她们唯独不配享有友谊,这完全是蛮横的。因为她们爱护子女,体贴丈夫,其内在全然关爱之情,犹如适宜且容纳友谊的肥沃土壤,既不缺说服力亦不缺妩媚。正如诗歌将旋律、节拍与韵律这些调味剂应用于言辞,使其教化作用更能打动人心,而其有害成分更难防范;自然赋予女性容貌之妍丽、声音之说服力与身姿之诱人形态,极大地助长了放荡者走向享乐与欺瞒,却也极大地协助了节制者去赢取丈夫的善意与友谊。柏拉图曾劝勉色诺克拉底向美惠三女神献祭,因他在其余方面虽高尚伟大,性格却极为严厉;人们同样可以劝告一位优秀而节制的妻子向厄罗斯献祭,好让他仁善地守护婚姻,并使女子的温情变得甘美,免得丈夫移情别恋,被迫念出喜剧里的台词:“我这不幸的人,竟然辜负了何等优秀的妻子!”因为在婚姻中,去爱乃是比被爱更大的福分;它能消除诸多过失,毋宁说能消除一切破坏和败坏婚姻的罪愆。

语法注4 条
  1. 22Σινάτῳ ἐρασθεὶς δυνατώτατος Γαλατῶν ἀπέκτεινε τὸν Σινάτον

    写本流传的 Σινάτῳ ἐρασθεὶς(爱上辛纳托斯)显然系抄写讹误或重文错误(原文可能为 ταύτης ἐρασθεὶς,或原带有主语 Σινόριξ),因下文全系围绕对妻子坎玛的爱恋展开。上下文语义完全确定,指加拉太最有权势者(西诺里克斯)因恋慕坎玛而杀死了辛纳托斯,译文据此融贯文义处理。

  2. 768cὡς διʼ εὔνοιαν αὐτῆς καὶ πόθον οὐκ ἄλλῃ τινὶ μοχθηρίᾳ προαχθέντος τοῦ Σινόριγος

    由 ὡς 引导的属格绝对独立结构,表达坎玛所表现出的表面借口或假装的态度,即假定西诺里克斯是出于对她的好意与爱慕、而非其他恶意才做出那等行径。

  3. 769bἐκ τῶν ἑκάστοτε συλλεγομένων ὀχλημάτων ἐν τῇ τοιαύτῃ φιλοφροσύνῃ

    介词短语 ἐκ τῶν... ὀχλημάτων 修饰 ἀνανεοῦσθαι,表示从日常积聚的烦恼嫌隙中重获新生;随后的 ἐν τῇ τοιαύτῃ φιλοφροσύνῃ(在如此亲睦之情中)则指明婚姻得以重焕活力的领域与方式。

  4. 769eτὸ γὰρ ἐρᾶν ἐν γάμῳ τοῦ ἐρᾶσθαι μεῖζον ἀγαθόν ἐστι

    带冠词不定式 τὸ ἐρᾶν 作主语,τοῦ ἐρᾶσθαι 则是由比较级 μεῖζον 所要求的比较属格。句式鲜明地对比了在婚姻中“主动去爱”相较于“被爱”具有更大的善。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg113.humanitext-grc2:22-23