- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg113.humanitext-grc2:20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
奥托布鲁斯以彩虹的折射现象为喻,阐明真正的爱者如何从尘世之美升华至上界理念之美的回忆,随后借克里特女子戈尔戈与阿桑德罗斯的求婚故事,说明厄罗斯对傲慢轻蔑爱者之人的严厉惩戒。
ΑΥΤΟΒΟΥΛΟΣ. τὰ μὲν οὖν πολλὰ ποιηταὶ προσπαίζοντες ἐοίκασι τῷ θεῷ γράφειν περὶ αὐτοῦ καὶ ᾄδειν ἐπικωμάζοντες, ὀλίγα δὲ εἴρηται μετὰ σπουδῆς αὐτοῖς, εἴτε κατὰ νοῦν καὶ λογισμὸν εἴτε σὺν θεῷ τῆς ἀληθείας ἁψαμένοις· ὧν ἕν ἐστι καὶ τὸ περὶ τῆς γενέσεως "δεινότατον θέων τὸν γέννατʼ εὐπέδιλλος Ἶρις χρυσοκόμᾳ Ζεφύρῳ μίγεισα·" εἰ μή τι καὶ ὑμᾶς ἀναπεπείκασιν οἱ γραμματικοί, λέγοντες πρὸς τὸ ποικίλον τοῦ πάθους καὶ τὸ ἀνθηρὸν γεγονέναι τὴν εἰκασίαν. καὶ ὁ Δαφναῖος πρὸς τί γάρ ἔφη ἕτερον; ἀκούετʼ εἶπεν ὁ πατήρ· οὕτω γὰρ βιάζεται τὸ φαινόμενον λέγειν.1 ἀνάκλασις δή που τὸ περὶ τὴν ἶρίν ἐστι τῆς ὄψεως πάθος, ὅταν ἡσυχῆ νοτερῷ λείῳ δὲ καὶ μέτριον πάχος ἔχοντι προσπεσοῦσα νέφει τοῦ ἡλίου ψαύσῃ κατʼ ἀνάκλασιν, καὶ τὴν περὶ ἐκεῖνον αὐγὴν ὁρῶσα καὶ τὸ φῶς δόξαν ἡμῖν ἐνεργάσηται τοῦ φαντάσματος ὡς ἐν τῷ νέφει ὄντος. τοῦτο δὴ τὸ ἐρωτικὸν μηχάνημα καὶ σόφισμα περὶ τὰς εὐφυεῖς καὶ φιλοκάλους ψυχὰς ἀνάκλασιν ποιεῖ τῆς μνήμης ἀπὸ τῶν ἐνταῦθα φαινομένων καὶ προσαγορευομένων καλῶν εἰς τὸ θεῖον καὶ ἐράσμιον καὶ μακάριον ὡς ἀληθῶς ἐκεῖνο καὶ θαυμάσιον καλόν. ἀλλʼ οἱ πολλοὶ μὲν ἐν παισὶ καὶ γυναιξὶν ὥσπερ ἐν κατόπτροις εἴδωλον αὐτοῦ φανταζόμενον διώκοντες καὶ ψηλαφῶντες οὐδὲν ἡδονῆς μεμιγμένης λύπῃ δύνανται λαβεῖν βεβαιότερον2 ἀλλʼ οὗτος ἔοικεν ὁ τοῦ Ἰξίονος ἴλιγγος εἶναι καὶ πλάνος, ἐν νέφεσι κενὸν ὥσπερ σκιαῖς θηρωμένου τὸ ποθούμενον· ὥσπερ οἱ παῖδες προθυμούμενοι τὴν ἶριν ἑλεῖν τοῖν χεροῖν, ἑλκόμενοι πρὸς τὸ φαινόμενον. εὐφυοῦς δʼ ἐραστοῦ καὶ σώφρονος ἄλλος τρόπος· ἐκεῖ γὰρ ἀνακλᾶται πρὸς τὸ θεῖον καὶ νοητὸν καλόν· ὁρατοῦ δὲ σώματος ἐντυχὼν κάλλει καὶ χρώμενος οἷον ὀργάνῳ τινὶ τῆς μνήμης ἀσπάζεται καὶ ἀγαπᾷ, καὶ συνὼν καὶ γεγηθὼς ἔτι μᾶλλον ἐκφλέγεται τὴν διάνοιαν Καὶ οὔτε μετὰ σωμάτων ὄντες ἐνταῦθα τουτὶ τὸ φῶς ἐπιποθοῦντες κάθηνται καὶ θαυμάζοντες· οὔτʼ ἐκεῖ γιγνόμενοι μετὰ τὴν τελευτήν, δεῦρο πάλιν στρεφόμενοι καὶ δραπετεύοντες ἐν θύραις νεογάμων καὶ δωματίοις κυλινδοῦνται, δυσόνειρα φαντασμάτια φιληδόνων καὶ φιλοσωμάτων ἀνδρῶν καὶ γυναικῶν οὐ δικαίως ἐρωτικῶν προσαγορευομένων. ὁ γὰρ ὡς ἀληθῶς ἐρωτικὸς ἐκεῖ γενόμενος καὶ τοῖς καλοῖς ὁμιλήσας, ᾗ θέμις, ἐπτέρωται καὶ κατωργίασται καὶ διατελεῖ περὶ τὸν αὑτοῦ θεὸν ἄνω χορεύων καὶ συμπεριπολῶν, ἄχρι οὗ πάλιν εἰς τοὺς Σελήνης καὶ Ἀφροδίτης λειμῶνας ἐλθὼν καὶ καταδαρθὼν ἑτέρας ἄρχηται γενέσεως. ἀλλὰ ταῦτα μέν ἔφη μείζονας ἔχει τῶν παρόντων λόγων ὑποθέσεις, τῷ δʼ Ἔρωτι καὶ τοῦτο καθάπερ τοῖς ἄλλοις θεοῖς ἔνεστιν ὡς Εὐριπίδης φησὶ τιμωμένῳ χαίρειν ἀνθρώπων ὕπο καὶ τοὐναντίον· εὐμενέστατος γάρ ἐστι τοῖς δεχομένοις ἐμμελῶς αὐτὸν βαρὺς δὲ τοῖς ἀπαυθαδισαμένοις. οὔτε γὰρ ξένων καὶ ἱκετῶν ἀδικίας ὁ Ξένιος οὔτε γονέων ἀρὰς ὁ Γενέθλιος οὕτω διώκει καὶ μέτεισι ταχέως ὡς ἐρασταῖς ἀγνωμονηθεῖσιν ὁ Ἔρως ὀξὺς ὑπακούει, τῶν ἀπαιδεύτων καὶ ὑπερηφάνων κολαστής. τί γὰρ ἂν λέγοι τις Εὐξύνθετον καὶ Λευκομάντιδα τὴν ἐν Κύπρῳ Παρακύπτουσαν ἔτι νῦν προσαγορευομένην; ἀλλὰ τὴν Γοργοῦς ἴσως ποινὴν οὐκ ἀκηκόατε τῆς Κρήσσης, παραπλήσια τῇ Παρακυπτούσῃ παθούσης πλὴν ἐκείνη μὲν ἀπελιθώθη παρακύψασα τὸν ἐραστὴν ἰδεῖν ἐκκομιζόμενον τῆς δὲ Γοργοῦς Ἄσανδρός τις ἠράσθη, νέος ἐπιεικὴς καὶ γένει λαμπρός, ἐκ δὲ λαμπρῶν εἰς ταπεινὰ πράγματα καὶ εὐτελῆ ἀφιγμένος, ὅμως αὑτὸν οὐδενὸς ἀπηξιοῦτο, ἀλλὰ τὴν Γοργώ, διὰ πλοῦτον ὡς ἔοικε περιμάχητον οὖσαν καὶ πολυμνήστευτον, ᾔτει γυναῖκα συγγενὴς ὤν, πολλοὺς ἔχων καὶ ἀγαθοὺς συνερῶντας αὐτῷ,3 πάντας δὲ τοὺς περὶ τὴν κόρην ἐπιτρόπους καὶ οἰκείους πεπεικὼς.
奥托布鲁斯:诗人们大多似乎只是在戏谑中描写这位神祇,并在欢闹中为他歌唱;而他们严肃道出的言辞甚少,不论那是凭借理智与思考,还是因神助而触及了真理。关于其诞生的诗句便是其中之一: ‘众神中最可怖者,足着华履的伊里斯所生,她与金发之西风神交合。’ 除非文法学者们也已说服了你们,声称这比拟乃是针对情欲的斑斓与繁茂而作。 达夫奈乌斯说:“不然还能是针对什么呢?” “听我说,”父亲说道,“因为客观现象正迫使我们如此论述。彩虹的现象无疑是视觉因反射而产生的一种受动状态:当视线投射在微湿、平滑且厚度适中的云层上时,通过反射触及太阳,因看到其周围的光辉与明净,便在我们心中造成了这一表象仿佛就在云中的印象。正是这一爱欲的机巧与妙计,在天资卓越且热爱美好的灵魂中,促成了记忆从尘世所见所称的美好事物,向着彼方神圣、真实可爱、至福而奇妙的美本身的反射。然而大众在少年与女子身上,如在镜中一般追逐摸索其显现的幻影,除却掺杂痛苦的欢愉之外,无法获取任何更为坚实之物;这反倒如同伊克西翁的目眩与迷途,在云端如在阴影中捕捉空虚的渴慕之物,正如孩子们急于用双手捕捉彩虹,受制于表象的引诱。然而卓越而审慎的爱者却另有行径:因为他的反射乃是朝向彼方神圣可知的美;他邂逅可见肉体的美,将其作为记忆的某种工具加以悦纳与珍爱,并在与之相处与欢欣中,使其理智进一步熊熊燃烧。他们既不在此世伴随肉体之时渴慕并惊叹于这光芒而坐滞;亦不在死后抵达彼世之时,重又折返逃遁回此地,在刚婚配者的门庭与寝室前徘徊流连——那是贪图欢愉、恋栈肉体的男女所化成的恶梦般的幽灵,他们被冠以爱者的称谓实属不公。因为真正懂得爱欲者,在抵达彼世并合乎法度地与诸般美质交往之后,便生出双翼并受领秘仪,在上界围绕自身的神祇持续舞蹈巡行,直至再度来到月亮与阿佛洛狄忒的草场入睡,开启另一场生成。然而这些事,”他说,“所涉主题宏大,超出了我们当下的论题;但厄罗斯正如其他神明一样,亦有此种性情,如欧里庇得斯所言:‘在受到凡人尊崇时心生欢悦’,反之亦然;因为对于那些和美地接纳他的人,他是最仁慈的,但对于傲慢无礼之人,他则是严厉的。客神宙斯追究对宾客与请愿者的不义,家神宙斯追索父母的诅咒,其迅捷皆不及厄罗斯敏锐地回应受屈的爱者,惩罚那些粗野与傲慢之人。何须再提欧克欣塞托斯,以及至今在塞浦路斯仍被称为‘窥探之女’的留科曼蒂斯呢?或许你们未曾听闻克里特女子戈尔戈的惩罚,她遭受了与‘窥探之女’相仿的命运——只是后者在探身探看被抬去安葬的情人时化为了石头;而某个名叫阿桑德罗斯的人爱上了戈尔戈,他是一位出身显赫、品质端正的青年,虽自显赫跌入卑微贫寒之境,却未曾自暴自弃,反而因身为亲戚,向似乎因财富而备受争夺且求婚者甚多的戈尔戈求婚,他有许多出身良好的同伴为其求爱相助,且已说服了这位少女身边的所有监护人与亲族。”
- 765eοὕτω γὰρ βιάζεται τὸ φαινόμενον λέγειν
动词 βιάζεται 在此作主动/中间态用法,而非被动意义(并非‘现象被迫如此被描述’);主语 τὸ φαινόμενον 支配不定式 λέγειν(其逻辑主语‘我们’被省略),意为‘因为自然现象(客观事实)迫使我们如此论述’。
- 766aοὐδὲν ἡδονῆς μεμιγμένης λύπῃ δύνανται λαβεῖν βεβαιότερον
属格短语 ἡδονῆς μεμιγμένης λύπῃ 是由比较级形容词 βεβαιότερον 支配的比较属格,整句结构为‘他们无法获得任何比掺杂了痛苦的欢愉更为确固之物’。
- 766eσυνερῶντας αὐτῷ
动词 συνεράω 支配与格 αὐτῷ,在此并非表示‘作为情敌共同爱恋某人’,而是取其引申协力之义,即‘在爱求之事上给予协助/促成其姻缘’。
