← 普鲁塔克

论爱

§19#2

天上的厄罗斯引导灵魂回忆真正的美

本节借助几何教具的比喻,阐述天上的厄罗斯如何借助肉体美唤醒灵魂对理念美的回忆,并对比了粗暴压抑或沉溺私欲的危害与升华至内在品格和神圣真美的道路。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19#2

"" ὥσπερ γὰρ εἰς φῶς πολὺ καὶ λαμπρὸν ἀνεγρομένων ἐξοίχεται πάντα τῆς ψυχῆς τὰ καθʼ ὕπνους φανέντα καὶ διαπέφευγεν, οὕτω τῶν γενομένων ἐνταῦθα καὶ μεταβαλόντων ἐκπλήττειν ἔοικε τὴν μνήμην καὶ φαρμάττειν τὴν διάνοιαν ὁ ἥλιος, ὑφʼ ἡδονῆς καὶ θαύματος ἐκλανθανομένων ἐκείνων.1 καίτοι τὸ γʼ ὕπαρ ὡς ἀληθῶς ἐκεῖ καὶ περὶ ἐκεῖνα τῆς ψυχῆς ἐστι, δευρὶ δὲ τῶν ἐνυπνίων ἀσπάζεται καὶ τέθηπε τὸ κάλλιστον καὶ θειότατον. "ἀμφὶ δὲ οἱ δολόεντα φιλόφρονα χεῦεν ὄνειρα," πᾶν ἐνταῦθα πειθομένῃ2 τὸ καλὸν εἶναι καὶ τίμιον, ἂν μὴ τύχῃ θείου καὶ σώφρονος Ἔρωτος ἰατροῦ καὶ σωτῆρος καὶ ἡγεμόνος ὃς διὰ σωμάτων ἀφικόμενος ἀγωγὸς ἐπὶ τὴν ἀλήθειαν ἐξ Ἅιδου καί τὸ ἀληθείας πεδίον, οὗ τὸ πολὺ καὶ καθαρὸν καὶ ἀψευδὲς ἵδρυται κάλλος, ἀσπάσασθαι καὶ συγγενέσθαι διὰ χρόνου ποθοῦντας ἐξαναφέρων καὶ ἀναπέμπων εὐμενὴς οἷον ἐν τελετῇ παρέστη μυσταγωγός. ἐνταῦθα δὲ πάλιν πεμπομένων αὐτῇ μὲν οὐ πλησιάζει ψυχῇ καθʼ ἑαυτήν, ἀλλὰ διὰ σώματος. ὡς δὲ γεωμέτραι παισὶν οὔπω δυναμένοις ἐφʼ ἑαυτῶν τὰ νοητὰ μυηθῆναι τῆς ἀσωμάτου καὶ ἀπαθοῦς οὐσίας εἴδη πλάττοντες ἁπτὰ καὶ ὁρατὰ μιμήματα σφαιρῶν καὶ κύβων καὶ δωδεκαέδρων προτείνουσιν· οὕτως ἡμῖν ὁ οὐράνιος Ἔρως ἔσοπτρα καλῶν καλά, θνητὰ μέντοι θεῶν παθητὰ καὶ νοητῶν αἰσθητὰ μηχανώμενος ἔν τε σχήμασι καὶ χρώμασι καὶ εἴδεσι νέων ὥρᾳ στίλβοντα δείκνυσι καὶ κινεῖ τὴν μνήμην ἀτρέμα διὰ τούτων ἀναφλεγομένην τὸ πρῶτον. ὅθεν διὰ σκαιότητος ἔνιοι φίλων καὶ οἰκείων, σβεννύναι πειρωμένων βίᾳ καὶ ἀλόγως τὸ πάθος, οὐδὲν ἀπέλαυσαν αὐτοῦ χρηστὸν ἀλλʼ ἢ καπνοῦ καὶ ταραχῆς ἐνέπλησαν ἑαυτοὺς ἢ πρὸς ἡδονὰς σκοτίους καὶ παρανόμους ῥυέντες ἀκλεῶς ἐμαράνθησαν. ὅσοι δὲ σώφρονι λογισμῷ μετʼ αἰδοῦς οἷον ἀτεχνῶς πυρὸς ἀφεῖλον τὸ μανικόν, αὐγὴν δὲ καὶ φῶς ἀπέλιπον τῇ ψυχῇ μετὰ θερμότητος, οὐ σεισμόν, ὥς τις εἶπε, κινούσης3 ἐπὶ σπέρμα καὶ ὄλισθον ἀτόμων ὑπὸ λειότητος καὶ γαργαλισμοῦ θλιβομένων, διάχυσιν δὲ θαυμαστὴν καὶ γόνιμον ὥσπερ ἐν φυτῷ βλαστάνοντι καὶ τρεφομένῳ καὶ πόρους ἀνοίγουσαν εὐπειθείας καὶ φιλοφροσύνης, οὐκ ἂν εἴη πολὺς χρόνος, ἐν ᾧ τό τε σῶμα τὸ τῶν ἐρωμένων παρελθόντες ἔσω φέρονται καὶ ἅπτονται τοῦ ἤθους, ἐκκαλούμενοι τὰς ὄψεις καθορῶσι καὶ συγγίνονται διὰ λόγων τὰ πολλὰ καὶ πράξεων ἀλλήλοις, ἂν περίκομμα τοῦ καλοῦ καὶ εἴδωλον ἐν ταῖς διανοίαις ἔχωσιν εἰ δὲ μή, χαίρειν ἐῶσι καὶ τρέπονται πρὸς ἑτέρους ὥσπερ αἱ μέλιτται πολλὰ τῶν χλωρῶν καὶ ἀνθηρῶν μέλι δʼ οὐκ ἐχόντων ἀπολιπόντες· ὅπου δʼ ἂν ἔχωσιν ἴχνος τι τοῦ θείου καὶ ἀπορροὴν καὶ ὁμοιότητα σαίνουσαν, ὑφʼ ἡδονῆς καὶ θαύματος ἐνθουσιῶντες καὶ περισπῶντες, εὐπαθοῦσι τῇ μνήμῃ καὶ ἀναλάμπουσι πρὸς ἐκεῖνο τὸ ἐράσμιον ἀληθῶς καὶ μακάριον καὶ φίλιον ἅπασι καὶ ἀγαπητόν.

因为正如对于在强烈灿烂的光芒中醒来的人而言,睡梦中显现的一切都会从灵魂中消散逸去,同样地,太阳似乎也震慑了来到尘世并发生转化的那些人的记忆,并蛊惑了他们的理智,以致他们在愉悦与惊奇中彻底遗忘了彼处之物。然而,灵魂真正醒悟的清醒现实实则存在于彼方并关涉彼方之事,在此尘世它所欣然拥抱并惊叹的只是梦境中最美好、最神圣者。‘而在其周遭倾注了虚妄而温柔的梦境’,灵魂因而深信一切美好而珍贵之物皆在尘世,除非它幸遇神圣而审慎的厄罗斯作为医者、救主与向导——他穿透肉体而降临,作为从哈得斯通往真理与‘真理之平原’的接引者,在那里安立着广袤、纯净而无谬的美,他扶持并引渡那些久别之后渴求拥抱并与之融合的人,如同一位仁慈的密仪传授者在仪轨中护持一旁。当人们被再次遣送至此时,他并不直接接近灵魂自身,而是通过肉体接近它。正如几何学者为尚不能凭自身领悟无形体且不受动本质之可知形式的孩子们,塑造并展示球体、立方体与十二面体可触可见的摹本;天上的厄罗斯亦同样为我们构设了反映美好事物的优美明镜——以必死之物映照神明,以受动且可感之物映照可知之物——使其在青年韶华的仪态、色泽与容颜中熠熠生辉,并借助这些事物最初微弱点燃并唤起记忆。因此,由于亲友们的拙劣盲动,企图以暴力且非理性的方式熄灭这种情欲,一些人未曾从中获得任何助益,反而使自身充满烟雾与混乱,或是流向晦暗非法的欢愉而声名扫地地枯萎。然而,凡是以清明的理智与自持的敬畏,宛若切实除去了火焰中的狂乱,而为灵魂留下了伴随温暖的光辉与明净的人——这温暖并不如某人所说的那样,因平滑与撩拨受挤压的原子发生滑跌,激起奔向种子的‘地震’,而是如同一株抽芽滋养的植物那般引发奇妙且丰饶的生机萌发,打开顺从与慈爱的孔窍——他们无需多久,便会穿透被爱者的肉体而深入内在,触摸其品格性情;他们唤起彼此的目光,凝视对方,若在理智中存有美好的印记与形像,便主要通过言辞与行迹彼此交往结合;若是没有,他们便任其而去,转向他人,正如蜜蜂离弃众多葱茏繁茂却不含蜜汁的植物;但凡在何处寻得神圣的微弱痕迹、流溢与令人倾心的相肖之处,他们便在欢愉与惊叹中神魂颠倒、心神倾注,在回忆中得享福乐,并向那真正可爱、至福、为一切人所珍爱眷恋的实体回映出自身的光芒。

语法注3 条
  1. 19ἐκλανθανομένων ἐκείνων

    ἐκλανθανομένων ἐκείνων 在构文上存在两种可能:ἐκείνων 既可作属格独立结构的逻辑主语(‘当那些人彻底遗忘时’),亦可作动词 ἐκλανθάνομαι(遗忘)所支配的宾格性属格(‘遗忘了那些彼处之物’)。鉴于上文论及可知界与感性界的对立,将其理解为忘却更高阶的可知事物在语意上更为通贯,各语种译文统一采取灵魂遗忘彼处实在这一解读。

  2. 19πειθομένῃ

    与格阴性单数分词 πειθομένῃ 在语法上承接所引诗句中的代词 οἱ(指代前文的 τῆς ψυχῆς),呈现出一种意义一致(constructio ad sensum)的破格接续。它表明灵魂若非得遇厄罗斯的引渡,便会误信一切美好与珍贵之物皆在尘世。

  3. 765cοὐ σεισμόν, ὥς τις εἶπε, κινούσης

    属格阴性单数分词 κινούσης 修饰前文 μετὰ θερμότητος 中的属格名词 θερμότης(温热)。构文上通过 οὐ σεισμόν 否定了伊壁鸠鲁学派唯物主义的原子碰撞生殖说(即引起向着种子的‘地震’),转而由 διάχυσιν 引出爱之温热对灵魂具有滋养与生发作用的正面表述。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg113.humanitext-grc2:19#2