← 普鲁塔克

论爱

§19#1

厄罗斯与太阳的类比及感官与回忆之别

索克拉洛斯敦促说话者的父亲阐明埃及神话与柏拉图学派在厄罗斯问题上的相通之处。父亲随之展开论述,比较了厄罗斯与太阳在光芒与孕育温热上的相似性,并指出将人引向感官的可见太阳与唤起回忆的理智厄罗斯之间的本质差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19#1

ΑΥΤΟΒΟΥΛΟΣ. εἰπόντος δὲ ταῦτα τοῦ πατρός, ὁ Σώκλαρος ὁρᾷς εἶπεν ὅτι δεύτερον ἤδη τοῖς αὐτοῖς περιπεσὼν, οὐκ οἶδʼ ὅπως βίᾳ σαυτὸν ἀπάγεις καὶ ἀποστρέφεις, οὐ δικαίως χρεωκοπῶν, εἴ γε δεῖ τὸ φαινόμενον εἰπεῖν, ἱερὸν ὄντα τὸν λόγον; καὶ γὰρ ἄρτι τοῦ Πλάτωνος ἅμα καὶ τῶν Αἰγυπτίων ὥσπερ ἄκων ἁψάμενος παρῆλθες καὶ νῦν ταὐτὰ ποιεῖς. τὰ μὲν οὖν ἀριζήλως εἰρημένα Πλάτωνι, μᾶλλον δὲ ταῖς θεαῖς ταύταις διὰ Πλάτωνος, ὦγαθέ μηδʼ ἂν κελεύωμεν εἴπῃς· ᾗ δʼ ὑπῃνίξω τὸν Αἰγυπτίων μῦθον εἰς ταὐτὰ τοῖς Πλατωνικοῖς συμφέρεσθαι περὶ Ἔρωτος, οὐκ ἔστι σοι μὴ διακαλύψαι μηδὲ διαφῆναι1 πρὸς ἡμᾶς ἀγαπήσομεν δέ, κἂν μικρὰ περὶ μεγάλων ἀκούσωμεν δεομένων δὲ καὶ τῶν ἄλλων ἔφη ὁ πατὴρ ὡς Αἰγύπτιοι δύο μὲν Ἕλλησι παραπλησίως Ἔρωτας, τόν τε πάνδημον καὶ τὸν οὐράνιον, ἴσασι, τρίτον δὲ νομίζουσιν Ἔρωτα τὸν ἥλιον, Ἀφροδίτην ἔχουσι μάλα σεβάσμιον.2 ἡμεῖς δὲ πολλὴν μὲν Ἔρωτος ὁμοιότητα πρὸς τὸν ἥλιον, οὐδεμίαν δʼ Ἀφροδίτης πρὸς τὴν γῆν ὁρῶμεν οὖσαν· πῦρ μὲν γὰρ οὐδέτερόν ἐστιν ὥσπερ οἴονταί τινες, αὐγὴ καὶ θερμότης γλυκεῖα καὶ γόνιμος, καὶ ἡ μὲν ἀπʼ ἐκείνου φερομένη σώματι παρέχει τροφὴν καὶ φῶς καὶ αὔξησιν, ἡ δʼ ἀπὸ τούτου ψυχαῖς. ὡς δʼ ἥλιος ἐκ νεφῶν καὶ μεθʼ ὀμίχλην θερμότερος, οὕτως Ἔρως μετʼ ὀργῆς καὶ ζηλοτυπίας ἐρωμένου διαλλαγέντος ἡδίων καὶ δριμύτερος· ἔτι δʼ ὥσπερ ἥλιον ἅπτεσθαι καὶ σβέννυσθαι δοκοῦσιν ἔνιοι, ταὐτὰ καὶ περὶ Ἔρωτος ὡς θνητοῦ καὶ ἀβεβαίου διανοοῦνται. καὶ μὴν οὔτε σώματος ἀγύμναστος ἕξις ἥλιον, οὔτʼ Ἔρωτα δύναται φέρειν ἀλύπως τρόπος ἀπαιδεύτου ψυχῆς· ἐξίσταται δʼ ὁμοίως ἑκάτερον καὶ νοσεῖ, τὴν τοῦ θεοῦ δύναμιν οὐ τὴν αὑτοῦ μεμφόμενον ἀσθένειαν. πλὴν ἐκείνῃ γε δόξειεν ἂν διαφέρειν, ᾗ δείκνυσιν ἥλιος μὲν ἐπὶ γῆς τὰ καλὰ καὶ τὰ αἰσχρὰ τοῖς ὁρῶσιν Ἔρως δὲ μόνων τῶν καλῶν φέγγος ἐστὶ καὶ πρὸς ταῦτα μόνα τοὺς ἐρῶντας ἀναπείθει βλέπειν καὶ στρέφεσθαι, τῶν δʼ ἄλλων πάντων ὑπερορᾶν. γῆν δὲ κατʼ οὐδέν, σελήνην δʼ Ἀφροδίτην καλοῦντες ἅπτονταί τινος ὁμοιότητος· καὶ γὰρ θεία καὶ οὐρανία καὶ μίξεως χώρα τοῦ ἀθανάτου πρὸς τὸ θνητόν, ἀδρανὴς δὲ καθʼ ἑαυτὴν καὶ σκοτώδης ἡλίου μὴ προσλάμποντος, ὥσπερ Ἀφροδίτη μὴ παρόντος Ἔρωτος. ἐοικέναι μὲν οὖν Ἀφροδίτῃ σελήνην ἥλιον δὲ Ἔρωτι τῶν ἄλλων θεῶν μᾶλλον εἰκός ἐστιν, οὐ μὴν εἶναί γε παντάπασι τοὺς αὐτούς οὐ γὰρ ψυχῇ σῶμα ταὐτὸν ἀλλʼ ἕτερον, ὥσπερ ἥλιον μὲν ὁρατὸν Ἔρωτα δὲ νοητόν. εἰ δὲ μὴ δόξει πικρότερον λέγεσθαι, καὶ τἀναντία φαίη τις ἂν ἥλιον Ἔρωτι ποιεῖν· ἀποστρέφει γὰρ ἀπὸ τῶν νοητῶν ἐπὶ τὰ αἰσθητὰ τὴν διάνοιαν, χάριτι καὶ λαμπρότητι τῆς ὄψεως γοητεύων καὶ ἀναπείθων ἐν ἑαυτῷ καὶ περὶ αὑτὸν αἰτεῖσθαι τὰ τʼ ἄλλα καὶ τὴν ἀλήθειαν, ἑτέρωθι δὲ μηδέν· "δυσέρωτες δὴ φαινόμεθʼ ὄντες τοῦδʼ, ὅ τι τοῦτο στίλβει κατὰ γῆν" ὡς Εὐριπίδης φησὶ "διʼ ἀπειροσύνην ἄλλου βιότου" μᾶλλον δὲ λήθην ὧν ὁ Ἔρως ἀνάμνησίς ἐστιν.3

奥托布洛斯:家父言罢,索克拉洛斯说道:“您可看出,这已是您第二次触及同样的论题,却不知为何强行让自己避开并退缩不前,如果必须把实情道出的话,这无异于不正当地赖掉了这桩神圣论述的债务。因为方才您仿佛身不由己地触及了柏拉图与埃及人的学说,随即便一带而过,如今您又故技重施。那么,对于由柏拉图——或者毋宁说是众女神借由柏拉图之口——‘极其明晰地阐述过的’那些道理,吾友,即便我们恳求您也不必讲了;但关于您所暗示的,埃及人的神话在厄罗斯的问题上与柏拉图学派的教说殊途同归之处,您绝不能不向我们揭示并阐明;即便只能听到关于这等宏大事务的只言片语,我们亦深感欣慰。” 在其余众人亦纷纷请求之时,家父说道:“埃及人与希腊人相仿,知晓两位厄罗斯,即大众的厄罗斯与天上的厄罗斯,但他们将太阳视为第三位厄罗斯,并对阿佛洛狄忒怀有极高的敬意。 然而我们看到,厄罗斯与太阳之间有着极大的相似性,阿佛洛狄忒与大地之间却毫无相似可言。因为二者皆非某些人所设想的烈火,而是一种甘美且具有繁育生机的光辉与温热;自那一方〔太阳〕散发而出的赋予肉体滋养、光明与生长,自这一方〔厄罗斯〕发出的则将这些赋予灵魂。正如太阳穿破云层、在大雾散去后更为炽热,同样地,在被爱者经历愤怒与嫉妒继而和解之后,厄罗斯亦变得更为甜美而热烈。再者,正如某些人认为太阳会点燃与熄灭,他们对厄罗斯亦作如是观,将其视作凡俗而不恒常之物。更有甚者,未受锻炼的身体素质无法耐受日光,未受教化的灵魂性情亦无法不受痛苦地承受厄罗斯;二者同样会失常并生病,却去抱怨神明的威力,而非自身的软弱。不过,在此点上二者似乎存在差异:太阳在地上向观看者展示美好与丑陋的一切,而厄罗斯则是仅照亮美好之物的光辉,并劝服爱恋者仅仅注视并朝向这些美好之物,而漠视所有其他事物。另一方面,当人们把月亮而非大地称为阿佛洛狄忒时,他们触及了某种相似之处:因为月亮亦是神圣且属天的,是不朽之物与必死之物的交汇之所,但若无太阳照射,其自身便迟滞无力且昏暗不明,正如无厄罗斯在场时的阿佛洛狄忒一般。因此,月亮像阿佛洛狄忒、太阳像厄罗斯,这比起其他神明更为合情合理,但这绝非意味着二者完全同一。因为肉体与灵魂绝非同一而是殊异的,正如同太阳是可见的,而厄罗斯则是唯由理智可知的。如果不致显得言辞过于苛刻的话,人们甚至可以说太阳所行之事与厄罗斯截然相反:因为它使心灵由可知之物转向可感之物,以视觉的魅力与璀璨施以蛊惑,劝诱它在太阳自身之内及其周围寻觅万物与真理,而在其他任何地方皆一无所求; ‘我们显然对这在大地上闪烁之物, 怀着病态的执恋’, 正如欧里庇得斯所言: ‘乃是由于对另一种生命的全然无知’, 或者毋宁说,是由于遗忘了那些本由厄罗斯所唤起回忆的事物。”

语法注3 条
  1. 764bοὐκ ἔστι σοι μὴ διακαλύψαι μηδὲ διαφῆναι

    这是“οὐκ ἔστι + 与格(σοι)+ 带否定词 μή 的不定式”结构,字面意为“对你而言不去揭示与阐明是不可能的”,即表示强烈的必然性或道德上的义务:“您绝不能不向我们揭示与阐明(您务必揭示)”。双重否定构成了强有力的肯定语气。

  2. 764bἈφροδίτην ἔχουσι μάλα σεβάσμιον

    动词 ἔχουσι 带宾语 Ἀφροδίτην,而 μάλα σεβάσμιον 作宾语补足语(谓语性宾格),意为“将阿佛洛狄忒视为大可敬重之物(对阿佛洛狄忒怀有极高敬意)”。此处并非简单的定语修饰,而是表示一种评价或尊崇的态度。

  3. 764eὧν ὁ Ἔρως ἀνάμνησίς ἐστιν

    关系代词 ὧν 吸收了省略的先行词(如 ἐκείνων),意为“[那些]……的事物”。在句法上,属格 ὧν 作为名词 ἀνάμνησις 的宾格性属格,指代柏拉图回忆说中“回忆的对象”(即理智界理念或神圣实在)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg113.humanitext-grc2:19#1