← 普鲁塔克

论爱

§18#2

诗人立法者与哲学家对厄罗斯神性的一致认可

讲者论述道,尽管诗人们、立法者们与哲学家们在神明的本质与数量上严重对立,但正如昔日雅典三大党派一致推举梭伦一般,他们在公认厄罗斯为神明这一点上达成了高度一致。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18#2

"" ὃ τοίνυν ἐν ἀρχῇ καιρὸν εἶχε ῥηθῆναι μᾶλλον1 οὐδὲ νῦν ὅτι νῦν ἦλθεν ἐπὶ στόμα αʼ κατʼ Αἰσχύλον ἄρρητον ἐάσειν μοι δοκῶ· καὶ γάρ ἐστι παμμέγεθες. ἴσως μὲν γάρ, ὦ ἑταῖρε, καὶ τῶν ἄλλων ἁπάντων, ὅσα μὴ διʼ αἰσθήσεως ἡμῖν εἰς ἔννοιαν ἥκει, τὰ μὲν μύθῳ τὰ δὲ νόμῳ τὰ δὲ λόγῳ πίστιν ἐξ ἀρχῆς ἔσχηκε· τῆς δʼ οὖν περὶ θεῶν δόξης καὶ παντάπασιν ἡγεμόνες καὶ διδάσκαλοι γεγόνασιν ἡμῖν οἵ τε ποιηταὶ καὶ οἱ νομοθέται καὶ τρίτον οἱ φιλόσοφοι, τὸ μὲν εἶναι θεοὺς ὁμοίως τιθέμενοι, πλήθους δὲ πέρι καὶ τάξεως αὐτῶν οὐσίας τε καὶ δυνάμεως μεγάλα διαφερόμενοι πρὸς ἀλλήλους. ἐκεῖνοι μὲν γὰρ οἱ τῶν φιλοσόφων "ἄνοσοι καὶ ἀγήραοι πόνων τʼ ἄπειροι, βαρυβόαν πορθμὸν πεφευγότες Ἀχέροντος·" ὅθεν οὐ προσίενται ποιητικὰς Ἔριδας οὐ Λιτάς, οὐ Δεῖμον οὐδὲ Φόβον ἐθέλουσι θεοὺς εἶναι καὶ παῖδας Ἄρεος ὁμολογεῖν μάχονται δὲ περὶ πολλῶν καὶ τοῖς νομοθέταις, ὥσπερ Ξενοφάνης Αἰγυπτίους ἐκέλευσε τὸν Ὄσιριν, εἰ θνητὸν νομίζουσι, μὴ τιμᾶν ὡς θεόν, εἰ δὲ θεὸν ἡγοῦνται μὴ θρηνεῖν. αὖθις δὲ ποιηταὶ καὶ νομοθέται, φιλοσόφων ἰδέας τινὰς καὶ ἀριθμοὺς μονάδας τε καὶ πνεύματα θεοὺς ποιουμένων, οὔτʼ ἀκούειν ὑπομένουσιν οὔτε συνιέναι δύνανται. πολλὴν δʼ ὅλως ἀνωμαλίαν ἔχουσιν αἱ δόξαι καὶ διαφοράν. ὥσπερ οὖν ἦσάν ποτε τρεῖς στάσεις Ἀθήνησι, Παράλων Ἐπακρίων Πεδιέων, χαλεπῶς ἔχουσαι καὶ διαφερόμεναι πρὸς ἀλλήλας· ἔπειτα δὲ πάντες ἐν ταὐτῷ γενόμενοι καὶ τὰς ψήφους λαβόντες ἤνεγκαν πάσας Σόλωνι, καὶ τοῦτον εἵλοντο κοινῇ διαλλακτὴν καὶ ἄρχοντα καὶ νομοθέτην, ὃς ἔδοξε τῆς ἀρετῆς ἔχειν ἀδηρίτως τὸ πρωτεῖον· οὕτως αἱ τρεῖς στάσεις αἱ περὶ θεῶν2 διχοφρονοῦσαι καὶ ψῆφον ἄλλην ἄλλη φέρουσαι, καὶ μὴ δεχόμεναι ῥᾳδίως τὸν ἐξ ἑτέρας περὶ ἑνὸς βεβαίως ὁμογνωμονοῦσι, καὶ κοινῇ τὸν Ἔρωτα συνεγγράφουσιν εἰς θεοὺς ποιητῶν οἱ κράτιστοι καὶ νομοθετῶν καὶ φιλοσόφων ἀθρόᾳ φωνᾷ μέγʼ ἐπαινέοντες ὥσπερ ἔφη τὸν Πιττακὸν ὁ Ἀλκαῖος αἱρεῖσθαι τοὺς Μυτιληναίους τύραννον. ἡμῖν δὲ βασιλεὺς καὶ ἄρχων καὶ ἁρμοστὴς ὁ Ἔρως ὑφʼ Ἡσιόδου καὶ Πλάτωνος καὶ Σόλωνος ἀπὸ τοῦ Ἑλικῶνος εἰς τὴν Ἀκαδήμειαν ἐστεφανωμένος κατάγεται καὶ κεκοσμημένος εἰσελαύνει πολλαῖς συνωρίσι φιλίας καὶ κοινωνίας, οὐχ οἵαν Εὐριπίδης φησὶν "ἀχαλκεύτοισιν ἐζεῦχθαι πέδαις," ψυχρὰν οὗτός γε καὶ βαρεῖαν ἐν χρείᾳ περιβαλὼν ὑπʼ αἰσχύνης ἀνάγκην, ἀλλʼ ὑποπτέρου φερομένης3 ἐπὶ τὰ κάλλιστα τῶν ὄντων καὶ θειότατα, περὶ ὧν ἑτέροις εἴρηται βέλτιον.

“因此,那件本应在开篇时更为合时宜地加以论及之事,正如埃斯库罗斯所说‘既然如今已涌上唇边’,我以为即便在当下亦不可将其弃置不提;因为这确实是极其重大的事情。朋友啊,或许其他一切不通过感官进入我们认知的事物,从一开始也是有的凭借神话、有的凭借法律、有的凭借理性而获得了确信;但无论如何,关于对神明的观念,诗人们、立法者们以及第三类的哲学家们,确乎完全成了我们的向导和导师。他们虽同样肯定神明的存在,但在神明的数量、位阶、本质与力量方面,彼此之间却存在着巨大的分歧。因为哲学家们所认定的神明是: ‘无病无灾且永不衰老, 不涉劳苦,早已避开 阿刻戎河波涛汹涌的津渡’; 因此他们不接受诗人们笔下的纷争女神(厄里斯)或祈祷女神(利泰),不愿承认惊恐(得摩斯)与溃退(福波斯)是神明以及阿瑞斯的子嗣;他们亦在许多方面与立法者相抗衡,正如色诺芬尼告诫埃及人那样:若认为奥西里斯是凡人,就不可将他作为神来敬奉;若确信他是神明,就不可为之哀恸号泣。反过来,当哲学家将某些理念、数字、单子和气息当作神明时,诗人和立法者既无法忍受听闻,也无法理解。总之,这些见解具有极大的不平稳与分歧。正如昔日雅典曾有三个党派——海岸派、山地派与平原派——彼此势同水火、争执不休,但随后全体汇聚于一处,取来选票全数投给梭伦,推举这位在德行上无可争辩地居于首位之人为共同的调停者、执政官与立法者;同样地,这三个在神明问题上意见分歧、各投己票、绝不轻易接纳另一方说法的派别,却在一位神祇上坚实地达成了一致:最杰出的诗人、立法者与哲学家共同将厄罗斯载入神籍, ‘众口一词予以盛赞’, 正如阿尔卡埃乌斯所说,米提利尼人立皮塔科斯为独裁统治者那样。对我们而言,厄罗斯乃是由赫西俄德、柏拉图与梭伦加冕并装点修饰的君王、统领与调停官,自赫利孔山被迎引至阿卡德米学园,驾驭着由友爱与连结所结成的诸多双套马车驰骋而入。这绝非欧里庇得斯所说的那种 ‘被套在非铁铸就的镣铐中’, 因为后者为其套上了在困厄中出于羞耻的冰冷而沉重的必然枷锁;相反,这驾双马车生有双翼,奋飞奔向万物中最美妙、最神圣之境界,关于此点,他人已有过更为优美的高论。”

语法注3 条
  1. 18ὃ τοίνυν ἐν ἀρχῇ καιρὸν εἶχε ῥηθῆναι μᾶλλον

    关系代词 ὃ 起到先行预示(prolepsis)的作用,指代后文将要展开的核心论题(即各派一致公认厄罗斯为神),与主句 δοκῶ οὐδὲ νῦν ... ἄρρητον ἐάσειν(我认为即便在当下也不可弃置不提)相呼应,将话题置于句首以作统领。

  2. 763dὥσπερ οὖν ἦσάν ποτε τρεῖς στάσεις ... οὕτως αἱ τρεῖς στάσεις αἱ περὶ θεῶν

    由 ὥσπερ ... οὕτως 引导的宏大类比句式。前半部分述及古风时期雅典的历史典故(海岸派、山地派和平原派三派一致将选票投给梭伦),后半部分在 οὕτως 之后,将神学上的三个派别(诗人、立法者、哲学家)在将厄罗斯封为神明上一意赞同的格局与之精准呼应。

  3. 763eἀλλʼ ὑποπτέρου φερομένης

    该句承接上文的 πολλαῖς συνωρίσι φιλίας καὶ κοινωνίας(友爱与结合的双套马车)。在句法上,既可视为由先行阴性名词(如 φιλίας)构成的独立属格结构,亦可视为与单数属格 φιλίας καὶ κοινωνίας 相一致的修饰性分词短语,用以生动展现这种联合长着翅膀、向着至高神圣之境飞升的特征,与欧里庇得斯笔下沉重的锁链形成鲜明对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg113.humanitext-grc2:18#2