← 普鲁塔克

论爱

§18#1

厄罗斯对灵魂的转化与爱欲的神灵附体

泽乌克西普斯对阿倪托斯作了俏皮评价后,父亲指出厄罗斯具有使人心灵升华转变的神圣力量。随后,达普奈奥斯与父亲援引爱者在美面前的折服以及萨福诗作中描绘的剧烈身心震颤,论证了爱欲乃是一种降临于特定个体的真实神灵附体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18#1

ΑΥΤΟΒΟΥΛΟΣ. ἡσθεὶς οὖν ὁ Ζεύξιππος ὦ Ἡράκλεις εἶπεν ὡς ὀλίγου διελύσατο1 πρὸς Ἄνυτον τὴν ἀπὸ Σωκράτους καὶ φιλοσοφίας πατρικὴν ἔχθραν, εἰ πρᾶος ἦν οὕτω περὶ ἔρωτα καὶ γενναῖος. εἶεν εἶπεν ὁ πατήρ· ἐκ δὲ δυσκόλων καὶ σκυθρωπῶν τοῖς συνοῦσιν οὐ ποιεῖ φιλανθρωποτέρους καὶ ἡδίους; "αἰθομένου γὰρ πυρὸς γεραρώτερον οἶκον ἰδέσθαι" καὶ ἄνθρωπον ὡς ἔοικε φαιδρότερον ὑπὸ τῆς ἐρωτικῆς θερμότητος. ἀλλʼ οἱ πολλοὶ παράλογόν τι πεπόνθασιν ἂν μὲν ἐν οἰκίᾳ νύκτωρ σέλας ἴδωσι, θεῖον ἡγοῦνται καὶ θαυμάζουσι· ψυχὴν δὲ μικρὰν καὶ ταπεινὴν καὶ ἀγεννῆ ὁρῶντες ἐξαίφνης ὑποπιμπλαμένην φρονήματος, ἐλευθερίας, φιλοτιμίας, χάριτος, ἀφειδίας, οὐκ ἀναγκάζονται λέγειν ὡς ὁ Τηλέμαχος "ἦ μάλα τις θεὸς ἔνδον." ἐκεῖνο δʼ εἶπεν ὁ Δαφναῖος πρὸς Χαρίτων οὐ δαιμόνιον; ὅτι τῶν ἄλλων ὁ ἐρωτικὸς ὀλίγου δεῖν ἁπάντων περιφρονῶν,2 οὐ μόνον ἑταίρων καὶ οἰκείων, ἀλλὰ καὶ νόμων καὶ ἀρχόντων καὶ βασιλέων, φοβούμενος δὲ μηδὲν μηδὲ θαυμάζων μηδὲ θεραπεύων, ἀλλὰ καὶ τὸν αἰχματὰν κεραυνὸν οἷος ὢν ὑπομένειν, ἅμα τῷ τὸν καλὸν ἰδεῖν "ἔπτηξʼ ἀλέκτωρ δοῦλον ὣς κλίνας πτερόν," καὶ τὸ θράσος ἐκκέκλασται καὶ κατακέκοπται οἱ τὸ τῆς ψυχῆς γαῦρον. ἄξιον δὲ Σαπφοῦς παρὰ ταῖς Μούσαις μνημονεῦσαι· τὸν μὲν γὰρ Ἡφαίστου παῖδα Ῥωμαῖοι Κᾶκον ἱστοροῦσι πῦρ καὶ φλόγας ἀφιέναι διὰ τοῦ στόματος ἔξω ῥεούσας· αὕτη δʼ ἀληθῶς μεμιγμένα πυρὶ φθέγγεται καὶ διὰ τῶν μελῶν ἀναφέρει τὴν ἀπὸ τῆς καρδίας θερμότητα Μούσαις εὐφώνοις ἰωμένη τὸν ἔρωτα κατὰ Φιλόξενον. ἀλλʼ εἴ τι μὴ διὰ Λύσανδρον, ὦ Δαφναῖε, τῶν παλαιῶν ἐκλέλησαι παιδικῶν, ἀνάμνησον ἡμᾶς, ἐν οἷς ἡ καλὴ Σαπφὼ λέγει τῆς ἐρωμένης ἐπιφανείσης τήν τε φωνὴν ἴσχεσθαι καὶ φλέγεσθαι τὸ σῶμα καὶ καταλαμβάνειν ὠχρότητα καὶ πλάνον αὐτὴν καὶ ἴλιγγον.3 λεχθέντων οὖν ὑπὸ τοῦ Δαφναίου τῶν μελῶν ἐκείνων, ὡς ὑπολαβὼν ὁ πατήρ ταῦτʼ εἶπεν ὦ πρὸς τοῦ Διός, οὐ θεοληψία καταφανής; οὗτος οὐ δαιμόνιος σάλος τῆς ψυχῆς; τί τοσοῦτον ἡ Πυθία πέπονθεν ἁψαμένη τοῦ τρίποδος; τίνα τῶν ἐνθεαζομένων οὕτως ὁ αὐλὸς καὶ τὰ μητρῷα καὶ τὸ τύμπανον ἐξίστησιν; ἡμῖν ταὐτὸ σῶμα πολλοὶ καὶ ταὐτὸ κάλλος ὁρῶσιν, εἴληπται δʼ εἷς ὁ ἐρωτικός διὰ τίνʼ αἰτίαν; οὐ γὰρ μανθάνομὲν γέ που τοῦ Μενάνδρου λέγοντος οὐδὲ συνίεμεν, "καιρός ἐστιν ἡ νόσος ψυχῆς, ὁ πληγεὶς δʼ εἴσω δὴ τιτρώσκεται." ἀλλʼ ὁ θεὸς αἴτιος τοῦ μὲν καθαψάμενος τὸν δʼ ἐάσας.

奥托布鲁斯:泽乌克西普斯听了十分高兴,说道:“赫拉克勒斯啊!倘若阿倪托斯在爱情方面当真如此温和宽宏,我因苏格拉底和哲学而对阿倪托斯抱有的世代世仇,几乎就要就此化解了。” “好啦,”父亲说道,“难道厄罗斯不曾使那些脾气暴躁、郁郁寡欢的人,对身边相处的人变得更加仁善和悦吗?‘因为当炉火熊熊时,房屋看来更具威仪’,而人在爱欲的温热之下,似乎也显得更加神采奕奕。然而世俗大众却有一种不可理喻的心态:夜间若在房屋里看见火光闪耀,他们便以为神圣并大为惊叹;可是看见一个渺小、卑微且劣等的心灵骤然充盈着气魄、自由、进取心、优雅与慷慨时,他们却不至于像忒勒玛科斯那样不得不感叹道: ‘必定有某位神明就在其中。’” “看在美惠三女神的份上,”达普奈奥斯说道,“难道另一件事不也是神异至极吗?那便是,沉浸在爱欲中的人几乎蔑视所有其他事物,不仅不把朋友亲眷放在眼里,甚至连法律、执政官乃至君王亦不屑一顾,既无所畏惧,无所敬佩,亦不奉迎任何人,甚至连那 ‘执矛放矢的霹雳’ 也胆敢抵受;然而一旦见到美少年,他便 ‘宛如奴隶般耷拉下翅膀的斗鸡蜷伏退缩’, 其鲁莽之勇顿遭折损,心灵的骄傲亦被碾得粉碎。此时在缪斯诸女神面前提起萨福实属恰如其分:罗马人传说赫淮斯托斯之子卡库斯从口中喷吐奔涌的烈火与浓焰;而萨福则真正吐露着与火焰相融的诗篇,正如菲洛克塞诺斯所说, ‘借由声调优美的缪斯疗愈爱欲’, 透过她的乐章将源自内心的温热升腾流露出来。但是,达普奈奥斯啊,倘若你未曾因吕桑德罗斯而将昔日所爱忘个干净,就请为我们重温那几句诗吧——在那里,美丽的萨福说道,当所爱的少女出现时,她的声音便哽咽滞绝,身躯如火燃烧,面色惨白、神魂颠倒与眩晕将她团团笼罩。” 待达普奈奥斯朗诵完那些诗句之后,父亲接着说道:“以宙斯之名起誓,这难道不是昭然若揭的神灵附体吗?这难道不是心灵由神所引发的翻覆震颤吗?皮提亚女祭司触碰三脚鼎时,何曾受过这般剧烈的震撼?在那些受神灵感召之人中,又有谁被双管笛、母神秘仪和鼓乐这般推入狂迷之境?在我们看来,许多人目睹着同一具身躯和同一种美貌,被捕获俘虏的却唯独只有爱者一人。究竟是因何缘故?我们听梅南德所言,大约既未领会亦难理解: ‘时机乃是心灵的 病患,中箭者必遭深刺肺腑。’ 其实,神明才是真正的原因:他触碰了此人,却放过了彼人。”

语法注3 条
  1. 18ὡς ὀλίγου διελύσατο

    副词短语 ὡς ὀλίγου(“险些……”、“差一点就……”)后接不定过去时直陈语气 διελύσατο,表达类似与事实相反的虚拟结果。此为省略了 δεῖν 的惯用习语 ὀλίγου δεῖν。

  2. 762eὅτι τῶν ἄλλων ὁ ἐρωτικὸς ὀλίγου δεῖν ἁπάντων περιφρονῶν

    由 ὅτι 引导的名词性从句,用以补充说明前文的指示代名词 ἐκεῖνο。从句主语 ὁ ἐρωτικός 紧接一系列分词(περιφρονῶν ... οἷος ὢν),所引诗句中的限定动词 ἔπτηξʼ(=ἔπτηξε,第三人称单数不定过去时直陈语气)直接充当其谓语动词,随后接转换主语的并列分句 καὶ τὸ θράσος ἐκκέκλασται...。

  3. 763aκαταλαμβάνειν ὠχρότητα καὶ πλάνον αὐτὴν καὶ ἴλιγγον

    在由 λέγει 引出的宾格不定式间接引语结构中,αὐτήν 是不定式 καταλαμβάνειν(“侵袭”、“席卷”)在意义上的宾语,而并列的宾格名词 ὠχρότητα καὶ πλάνον ... καὶ ἴλιγγον 则是其意义上的主语。代词宾语被嵌在主语名词序列之中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg113.humanitext-grc2:18#1