← 普鲁塔克

论爱

§17#2

英雄身上的厄罗斯之力与爱者的德性提升

奥托布鲁斯论述了历史与神话中的英雄乃至女子因厄罗斯而展现出的非凡勇气,指出唯有厄罗斯能令哈得斯顺从;随后探讨厄罗斯如何使爱者自身变得英勇、明达与宽宏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17#2

οὐ μόνον τοίνυν τὰ μαχιμώτατα τῶν ἐθνῶν ἐρωτικώτατα, Βοιωτοὶ καὶ Λακεδαιμόνιοι καὶ Κρῆτες, ἀλλὰ καὶ τῶν παλαιῶν ὁ Μελέαγρος ὁ Ἀχιλλεὺς ὁ Ἀριστομένης ὁ Κίμων ὁ Ἐπαμεινώνδας· καὶ γὰρ οὗτος ἐρωμένους ἔσχεν Ἀσώπιχον καὶ Καφισόδωρον, ὃς αὐτῷ συναπέθανεν ἐν Μαντινείᾳ καὶ τέθαπται πλησίον. τὸν δὲ μω φοβερώτατον γενόμενον τοῖς πολεμίοις καὶ δεινότατον ὁ πρῶτος ὑποστὰς καὶ πατάξας Εὔκναμος Ἀμφισσεὺς ἡρωικὰς ἔσχε τιμὰς παρὰ Φωκεῦσιν. Ἡρακλέους δὲ τοὺς μὲν ἄλλους ἔρωτας ἔργον ἐστὶν εἰπεῖν διὰ πλῆθος· Ἰόλαον δὲ νομίζοντες ἐρώμενον αὐτοῦ γεγονέναι μέχρι νῦν σέβονται καὶ τιμῶσιν, ἔρωτος ὅρκους τε καὶ πίστεις ἐπὶ τοῦ τάφου παρὰ τῶν ἐρωμένων λαμβάνοντες. λέγεται δὲ καὶ τὴν Ἄλκηστιν ἰατρικὸς ὢν ἀπεγνωσμένην σῶσαι τῷ Ἀδμήτῳ χαριζόμενος, ἐρῶντι μὲν αὐτῷ τῆς γυναικός, ἐρωμένου δʼ αὐτοῦ γενομένου·1 καὶ γὰρ τὸν Ἀπόλλωνα μυθολογοῦσιν ἐραστὴν γενόμενον Ἀδμήτῳ παραθητεῦσαι μέγαν εἰς ἐνιαυτόν. εὖ δέ πως ἐπὶ μνήμην ἦλθεν ἡμῖν Ἄλκηστις. Ἄρεος γὰρ οὐ πάνυ μέτεστι γυναικί, ἡ δʼ ἐξ Ἔρωτος κατοχὴ προάγεταί τι τολμᾶν παρὰ φύσιν καὶ ἀποθνήσκειν. εἰ δέ πού τι καὶ μύθων πρὸς πίστιν ὄφελός ἐστι, δηλοῖ τὰ περὶ Ἄλκηστιν καὶ Πρωτεσίλεων καὶ Εὐρυδίκην τὴν Ὀρφέως, ὅτι μόνῳ θεῶν ὁ Ἅιδης Ἔρωτι ποιεῖ τὸ προσταττόμενον· καίτοι πρός γε τοὺς ἄλλους, ὥς φησι Σοφοκλῆς, ἅπαντας "οὔτε τοὐπιεικὲς οὔτε τὴν χάριν οἶδεν, μόνην δʼ ἔστερξε τὴν ἁπλῶς δίκην·" αἰδεῖται δὲ τοὺς ἐρῶντας καὶ μόνοις τούτοις οὔκ ἐστιν ἀδάμαστος οὐδʼ ἀμείλιχος. ὅθεν ἀγαθὸν μέν, ὦ ἑταῖρε, τῆς ἐν Ἐλευσῖνι τελετῆς μετασχεῖν ἐγὼ δʼ ὁρῶ τοῖς Ἔρωτος ὀργιασταῖς καὶ μύσταις ἐν Ἅιδου βελτίονα μοῖραν οὖσαν, οὔτι τοῖς μύθοις πειθόμενος οὐ μὴν οὐδʼ ἀπιστῶν παντάπασιν εὖ γὰρ δὴ λέγουσι, καὶ θείᾳ τινὶ τύχῃ ψαύουσι τἀληθοῦς οἱ λέγοντες ἐξ Ἅιδου τοῖς ἐρωτικοῖς ἄνοδον εἰς φῶς ὑπάρχειν, ὅπη δὲ καὶ ὅπως ἀγνοοῦσιν, ὥσπερ ἀτραποῦ διαμαρτόντες ἣν πρῶτος ἀνθρώπων διὰ φιλοσοφίας Πλάτων κατεῖδε. καίτοι λεπταί τινες ἀπορροαὶ καὶ ἀμυδραὶ τῆς ἀληθείας ἔνεισι ταῖς Αἰγυπτίων ἐνδιεσπαρμέναι μυθολογίαις, ἀλλʼ ἰχνηλάτου δεινοῦ δέονται καὶ μεγάλα μικροῖς ἑλεῖν δυναμένου. διὸ ταῦτα μὲν ἐῶμεν, μετὰ δὲ τὴν ἰσχὺν τοῦ Ἔρωτος οὖσαν τοσαύτην ἤδη τὴν πρὸς ἀνθρώπους εὐμένειαν καὶ χάριν ἐπισκοπῶμεν, οὐκ εἰ πολλὰ τοῖς χρωμένοις ἀγαθὰ περιποιεῖ δῆλα γάρ ἐστι ταῦτά γε πᾶσιν ἀλλʼ εἰ πλείονα καὶ μείζονα τοὺς ἐρῶντας αὐτοὺς ὀνίνησιν·2 ἐπεί, καίπερ ὢν ἐρωτικὸς ὁ Εὐριπίδης, τὸ σμικρότατον ἀπεθαύμασεν εἰπὼν "ποιητὴν δʼ ἄρα ἔρως διδάσκει, κἂν ἄμουσος τὸ πρίν." συνετόν τε γὰρ ποιεῖ, κἂν ῥᾴθυμος ᾖ τὸ πρίν· καὶ ἀνδρεῖον, λέλεκται, τὸν ἄτολμον, ὥσπερ οἱ τὰ ξύλα πυρακτοῦντες ἐκ μαλακῶν ἰσχυρὰ ποιοῦσι. δωρητικὸς δὲ καὶ ἁπλοῦς καὶ μεγαλόφρων γίγνεται πᾶς ἐραστής, κἂν γλίσχρος πρότερον, τῆς μικρολογίας καὶ φιλαργυρίας δίκην σιδήρου διὰ πυρὸς ἀνιεμένης· ὥστε χαίρειν τοῖς ἐρωμένοις διδόντας, ὡς παρʼ ἑτέρων οὐ χαίρουσιν αὐτοὶ λαμβάνοντες ἴστε γὰρ δήπου, ὡς Ἀνύτῳ τῷ Ἀνθεμίωνος, ἐρῶντι μὲν Ἀλκιβιάδου ξένους δʼ ἑστιῶντι φιλοτίμως καὶ λαμπρῶς, ἐπεκώμασεν ὁ Ἀλκιβιάδης καὶ λαβὼν ἀπὸ τῆς τραπέζης εἰς ἥμισυ τῶν ἐκπωμάτων ἀπῆλθεν. ἀχθομένων δὲ τῶν ξένων καὶ λεγόντων ὑβριστικῶς σοι κέχρηται καὶ ὑπερηφάνως τὸ μειράκιον φιλανθρώπως μὲν οὖν3 ὁ Ἄνυτος εἶπε· πάντα γὰρ ἐξῆν αὐτῷ λαβεῖν, ὁ δὲ κἀμοὶ τοσαῦτα καταλέλοιπεν.

因此,不仅最具战斗力的部族——波奥提亚人、拉刻代蒙人与克里特人——最富于爱情,而且古人中的梅勒阿格罗斯、阿喀琉斯、阿里斯托墨涅斯、客蒙以及伊巴密浓达也是如此。事实上,伊巴密浓达就曾以阿索皮科斯和卡菲索多罗斯为爱童,后者在曼提尼亚与他一同战死,并被安葬在他身旁。而对于在敌人看来变得最可怕、最凶险的那个人,首先挺身对抗并击杀他的安菲萨人欧克那摩斯,在福基斯人那里享有了英雄般的尊荣。至于赫拉克勒斯的其他情史,由于数量浩繁,难以尽数述说;但人们深信伊奥拉奥斯曾是他的爱童,至今仍对他崇敬尊崇,并在他的墓前接受爱童们立下的爱情誓言与契约。据说赫拉克勒斯精通医术,为了厚待阿德墨托斯,救活了已病危绝望的阿尔刻提斯,因为阿德墨托斯深爱自己的妻子,并且自己也成了赫拉克勒斯的爱童。事实上,神话还记载阿波罗成了阿德墨托斯的爱者,并‘在阿德墨托斯身边充当佣工长达一整年’。 阿尔刻提斯的名字恰如其分地浮现在我们的记忆中。因为女子几乎与阿瑞斯无涉,但出自厄罗斯的迷狂却驱使女子做出违背天性的勇决之举,甚至甘愿赴死。倘若神话在使人信服方面确有丝毫裨益,那么有关阿尔刻提斯、普罗忒西拉奥斯以及奥路菲之妻欧律狄刻的传说便表明,在诸神之中哈得斯唯独对厄罗斯听命依从。然而对所有其他人而言,正如索福克勒斯所说: ‘他既不知宽容,亦不知恩典,唯独钟爱纯然的正义。’ 但他却敬畏相爱之人,并且唯独对这些人,他既非顽石般不可动摇,亦非冷酷无情。由此看来,我的朋友,参加厄琉息斯的秘仪固然是件好事,但在我眼中,厄罗斯的狂欢者与入教者在哈得斯那里拥有更为优越的归宿,这倒并非因为我全盘听信神话,却也不是完全不信。因为那些宣称相爱之人拥有自哈得斯上升重见光明之机的人,确实说得很妙,并且凭着某种神圣的机缘触及了真理;只是他们不知从何处亦不知如何上升,仿佛错失了一条小径——这条小径乃是柏拉图在人类中率先凭借哲学所洞见的。尽管在埃及人的神话传说中散落着某些微弱而隐约的真理之流,但它们需要一位敏锐的寻踪者,需要一位能以小见大、洞幽烛微的人。因此,这些且置不论;在厄罗斯的力量已然显出这般巨大之后,让我们来考查他对人类的仁慈与恩惠——不是考查他是否为拥有他的人带来诸多善物(因为这些对所有人都是显而易见的事实),而是考查他是否使爱者本人获得更多、更重大的裨益。因为欧里庇得斯虽善解风情,却只惊叹于最微不足道的一点,说道: ‘厄罗斯教人成为诗人,纵使他此前不通风雅。’ 因为厄罗斯能使人明达,纵使此前怠惰散漫;正如人们所说,他能使怯懦之人变得英勇,宛如用火煅烧木材的人使柔韧之物变得坚固强硬。凡是爱者都变得慷慨、坦荡、气度恢宏,纵使从前十分吝啬,他的小肚鸡肠与贪恋钱财也如铁受烈火熔炼般被消解软化;以至于他们向所爱之人施予时满怀喜悦,甚至超过了他们自己从别人那里接受施与时的喜悦。你们想必知道,安特弥翁之子阿倪托斯爱恋阿尔喀比亚德,曾豪奢排场地宴请宾客,阿尔喀比亚德突然闯入狂饮聚会,从桌上掠走了一半的酒杯便扬长而去。宾客们极为气愤,说道: ‘这少年对待您竟是这般侮慢而傲慢无礼!’ 阿倪托斯却说: ‘倒不如说是极其仁慈厚道;因为他本可以把一切全部拿走,但他却给我留下了同样之多。’”

语法注3 条
  1. 761eἐρῶντι μὲν αὐτῷ τῆς γυναικός, ἐρωμένου δʼ αὐτοῦ γενομένου

    前半与格短语 ἐρῶντι μὲν αὐτῷ(与前文 τῷ Ἀδμήτῳ 一致,指阿德墨托斯自己深爱妻子)与后半独立属格句 ἐρωμένου δʼ αὐτοῦ γενομένου 形成句法对照;其中 αὐτοῦ 仍指阿德墨托斯,意为“他自己成了赫拉克勒斯的爱童”。

  2. 762bοὐκ εἰ πολλὰ τοῖς χρωμένοις ἀγαθὰ περιποιεῖ ... ἀλλʼ εἰ πλείονα καὶ μείζονα τοὺς ἐρῶντας αὐτοὺς ὀνίνησιν

    由劝勉虚拟语气主动词 ἐπισκοπῶμεν 引出的两个并列间接疑问从句:οὐκ εἰ ... ἀλλʼ εἰ ...(“不是考查是否……而是考查是否……”),其中 εἰ 引导间接疑问。

  3. 762cφιλανθρώπως μὲν οὖν

    小词短语 μὲν οὖν 起订正、反驳前言(指责少年“傲慢无礼”)的作用,表示“反而/倒不如说是(仁慈地)”,省略了谓语动词 κέχρηται。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg113.humanitext-grc2:17#2