← 普鲁塔克

论爱

§17#1

战事中厄罗斯带来的英勇与克勒奥马科斯的事迹

奥托布鲁斯论述了厄罗斯在战事中同样能激发出无与伦比的勇气与凝聚力,并讲述了色萨利人克勒奥马科斯为哈尔基斯人英勇杀敌的典故、将爱者并排布阵的战术以及恋人们视死如归的诸多事例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17#1

ΑΥΤΟΒΟΥΛΟΣ. σκόπει τοίνυν αὖθις ἔφη τοῖς ἀρηίοις ἔργοις ὅσον Ἔρως περίεστιν, οὐκ ἀργὸς ὤν, ὡς Εὐριπίδης ἔλεγεν, οὐδʼ ἀστράτευτος οὐδʼ "ἐν μαλακαῖσιν ἐννυχεύων παρειαῖς νεανίδων." ἀνὴρ γὰρ ὑποπλησθεὶς Ἔρωτος οὐδὲν Ἄρεος δεῖται μαχόμενος πολεμίοις, ἀλλὰ τὸν αὑτοῦ θεὸν ἔχων συνόντα "πῦρ καὶ θάλασσαν καὶ πνοὰς τὰς αἰθέρος περᾶν ἕτοιμος" ὑπὲρ τοῦ φίλου οὗπερ ἂν κελεύῃ.1 τῶν μὲν γὰρ τοῦ Σοφοκλέους Νιοβιδῶν βαλλομένων καὶ θνησκόντων ἀνακαλεῖταί τις οὐδένα βοηθὸν ἄλλον οὐδὲ σύμμαχον ἢ τὸν ἐραστήν, "ὦ ἀμφʼ ἐμοῦ στεῖλαι.2" Κλεόμαχον δὲ τὸν Φαρσάλιον ἴστε δήπουθεν ἐξ ἧς αἰτίας ἐτελεύτησεν ἀγωνιζόμενος. οὐχ ἡμεῖς γοῦν οἱ περὶ Πεμπτίδην ἔφασαν ἀλλ ἡδέως ἂν πυθοίμεθα. καὶ γὰρ ἄξιον ἔφη ὁ πατήρ· ἧκεν ἐπίκουρος Χαλκιδεῦσι τοῦ Θεσσαλικοῦ,3 πολέμου πρὸς Ἐρετριεῖς ἀκμάζοντος· καὶ τὸ μὲν πεζὸν ἐδόκει τοῖς Χαλκιδεῦσιν ἐρρῶσθαι, τοὺς δʼ ἱππέας μέγʼ ἔργον ἦν ὤσασθαι τῶν πολεμίων· παρεκάλουν δὴ τὸν Κλεόμαχον ἄνδρα λαμπρὸν ὄντα τὴν ψυχὴν οἱ σύμμαχοι πρῶτον ἐμβάλλειν εἰς τοὺς ἱππέας. ὁ δʼ ἠρώτησε παρόντα τὸν ἐρώμενον, εἰ μέλλοι θεᾶσθαι τὸν ἀγῶνα· φήσαντος δὲ τοῦ νεανίσκου καὶ φιλοφρόνως αὐτὸν ἀσπασαμένου καὶ τὸ κράνος ἐπιθέντος, ἐπιγαυρωθεὶς ὁ Κλεόμαχος καὶ τοὺς ἀρίστους τῶν Θεσσαλῶν συναγαγὼν περὶ αὑτὸν ἐξήλασε λαμπρῶς καὶ προσέπεσε τοῖς πολεμίοις, ὥστε συνταράξαι καὶ τρέψασθαι τὸ ἱππικόν· ἐκ δὲ τούτου καὶ τῶν ὁπλιτῶν φυγόντων, ἐνίκησαν κατὰ κράτος οἱ Χαλκιδεῖς. τὸν μέντοι Κλεόμαχον ἀποθανεῖν συνέτυχε· τάφον δʼ αὐτοῦ δεικνύουσιν ἐν ἀγορᾷ Χαλκιδεῖς, ἐφʼ οὗ μέχρι νῦν ὁ μέγας ἐφέστηκε κίων· καὶ τὸ παιδεραστεῖν πρότερον ἐν ψόγῳ τιθέμενοι τότε μᾶλλον ἑτέρων ἠγάπησαν καὶ ἐτίμησαν. Ἀριστοτέλης δὲ τὸν μὲν Κλεόμαχον ἄλλως ἀποθανεῖν φησι, κρατήσαντα τῶν Ἐρετριέων τῇ μάχῃ· τὸν δʼ ὑπὸ τοῦ ἐρωμένου φιληθέντα τῶν ἀπὸ Θρᾴκης Χαλκιδέων γενέσθαι, πεμφθέντα τοῖς ἐν Εὐβοίᾳ Χαλκιδεῦσιν ἐπίκουρον· ὅθεν ᾄδεσθαι παρὰ τοῖς Χαλκιδεῦσιν "ὦ παῖδες, οἳ χαρίτων τε καὶ πατέρων λάχετʼ ἐσθλῶν, μὴ φθονεῖθʼ ὥρας ἀγαθοῖσιν ὁμιλίαν· σὺν γὰρ ἀνδρείᾳ καὶ ὁ λυσιμελὴς Ἔρως ἐνὶ Χαλκιδέων θάλλει πόλεσιν." Ἄντων ἦν ὄνομα τῷ ἐραστῇ τῷ δʼ ἐρωμένῳ Φίλιστος, ὡς ἐν τοῖς Αἰτίοις Διονύσιος ὁ ποιητὴς ἱστόρησε. παρʼ ὑμῖν δʼ, ὦ Πεμπτίδη, τοῖς Θηβαίοις οὐ πανοπλίᾳ ὁ ἐραστὴς ἐδωρεῖτο τὸν ἐρώμενον ἐς ἄνδρας ἐγγραφόμενον; ἤλλαξε δὲ καὶ μετέθηκε τάξιν τῶν ὁπλιτῶν ἐρωτικὸς ἀνὴρ Παμμένης, Ὅμηρον ἐπιμεμψάμενος ὡς ἀνέραστον, ὅτι κατὰ φῦλα καὶ φρήτρας συνελόχιζε τοὺς Ἀχαιούς, οὐκ ἐρώμενον ἔταττε παρʼ ἐραστήν, ἵνʼ οὕτω γένηται τὸ "ἀσπὶς δʼ ἀσπίδʼ ἔρειδε κόρυς δὲ κόρυν," ὡς μόνον ἀήττητον ὄντα τὸν Ἔρωτα τῶν στρατηγῶν. καὶ γὰρ φυλέτας καὶ οἰκείους καὶ νὴ Δία γονεῖς καὶ παῖδας ἐγκαταλείπουσιν· ἐραστοῦ δὲ θω δὲ καὶ ἐρωμένου4 μέσος οὐδεὶς πώποτε διεξῆλθε πολέμιος οὐδὲ διεξήλασεν ὅπου καὶ μηδὲν δεομένοις5 ἔπεισιν ἐπιδεικνύναι τὸ φιλοκίνδυνον κἀφιλόψυχον ὡς Θήρων ὁ Θεσσαλὸς προσβαλὼν τὴν χεῖρα τῷ τοίχῳ τὴν εὐώνυμον καὶ σπασάμενος τὴν μάχαιραν ἀπέκοψε τὸν ἀντίχειρα προκαλούμενος τὸν ἀντεραστήν. ἕτερος δέ τις ἐν μάχῃ πεσὼν ἐπὶ πρόσωπον, ὡς ἔμελλε παίσειν αὐτὸν ὁ πολέμιος, ἐδεήθη περιμεῖναι μικρόν, ὅπως μὴ ὁ ἐρώμενος ἴδῃ κατὰ νώτου τετρωμένον.

奥托布鲁斯: “那么请进一步考查,”他说,“厄罗斯在战争事业中具有何等巨大的优势,他绝非如欧里庇得斯所说的那样怠惰无为,也不曾免服兵役,更非 ‘在少女娇柔的双颊上度过长夜’。 因为一个满怀厄罗斯的人,在与敌人交战时根本不需要阿瑞斯;他有自己的神明与自己同在, ‘准备跨越烈火、汪洋与九天罡风’, 为了所爱之人,无论对方吩咐何处他都万死不辞。确实,在索福克勒斯的〔剧中〕,尼俄伯之子孙中箭濒死之际,其中一人不向任何其他帮手或盟友求援,唯独呼唤他的爱者: ‘啊,快奔赴我的身旁!’ 你们想必也知道法尔萨鲁斯的克勒奥马科斯究竟是为了何种缘故在战斗中阵亡的吧。” 彭普提得斯身边的人说道:“我们确实不知;不过我们极愿闻其详。” “这确实值得一听,”父亲说道:“当针对埃雷特里亚人的战事正烈时,他率领色萨利骑兵前来作为哈尔基斯人的援军。在哈尔基斯人看来,自己的步兵尚称精锐,但要击退敌军的骑兵却是一桩极艰巨的任务;于是盟友们力请意气非凡的勇士克勒奥马科斯,让他率先冲击敌军骑兵。克勒奥马科斯询问在场的被爱少年,是否将观看这场战斗;青年点头应允,亲切地拥抱了他,并为他戴上头盔。克勒奥马科斯顿生自豪与昂扬之气,将色萨利最精锐的勇士集结在自己周围,威风凛凛地策马出击,冲入敌阵,将敌方骑兵彻底打乱并迫其溃逃。紧接着,敌方重装步兵也随之溃奔,哈尔基斯人遂大获全胜。然而,克勒奥马科斯却不幸阵亡;哈尔基斯人在广场上指认出他的坟墓,直到今日,那根巨大的圆柱仍矗立其上。此前他们曾将少年之恋视为耻辱并横加指责,自那之后,他们却比任何其他人都更珍视并崇尚这种爱。但亚里士多德却说,克勒奥马科斯死于另一种情况,是在战斗中击溃埃雷特里亚人之后阵亡的;而被所爱之人亲吻的那位勇士则是来自色雷斯方向的哈尔基斯人,是被派往优卑亚岛哈尔基斯人那里的援军。由此,哈尔基斯人中传唱着这样的歌谣: ‘少年啊,你们秉承了诸般风雅与高贵的门第, 休要吝惜将你们青春的韶华陪伴善美的男子; 因为伴随着英勇,那令人四肢酥软的厄罗斯 同样在哈尔基斯诸城中盛开绽放。’ 据诗人狄奥尼修斯在《事由记》中记载,爱者的名字叫安同,被爱者的名字叫菲利斯托斯。彭普提得斯啊,在你们忒拜人那里,当被爱者登记成年男子名册时,爱者不也要赠给他一套全副甲胄吗?通晓爱情之道的帕梅内斯甚至改变并重组了重装步兵的方阵编队,他指责荷马不解风情,因为荷马仅按部族和宗族编排阿开奥斯人,却不把被爱者排在爱者身旁;只有这样编排,才能出现 ‘盾牌紧抵盾牌,头盔紧碰头盔’ 的景象,因为在所有统帅之中,唯有厄罗斯是不可战胜的。事实上,人们常常抛弃同族之人与亲戚,甚至指宙斯起誓,连父母和子女也会弃之不顾;然而在爱者与被爱者之间,却从未有任何敌人能够横穿而过或策马驰破。甚至在毫无必要的情况下,他们也渴望彰显自己嗜险忘死的豪情,就如色萨利人泰隆那样,将左手按在墙上,拔出短剑斩断自己的拇指,以此向情敌挑战。又有另一个人在战斗中面朝下跌倒,正当敌兵将要刺杀他时,他却央求对方稍等片刻,免得自己背部中剑的模样被所爱之人看到。”

语法注5 条
  1. 17οὗπερ ἂν κελεύῃ

    由关系副词 οὗ 加上附着后缀 -περ 构成的不定关系从句,意为“凡是他(所爱之人)吩咐的任何地方”。它表示紧接前文诗句引文之后移动的目的地。

  2. 760eὦ ἀμφʼ ἐμοῦ στεῖλαι

    引自索福克勒斯佚剧《尼俄伯》。στεῖλαι 解释为 στέλλω 的中动语态不定过去时命令法第二人称单数(“整装”、“赶赴”)。它与介词短语 ἀμφʼ ἐμοῦ(“到我身旁/围绕着我”)连用,构成向爱者发出赶来身旁救援的呼喊。

  3. 760eτοῦ Θεσσαλικοῦ

    鉴于下文紧接着提到克勒奥马科斯受托冲向敌方骑兵(τοὺς δʼ ἱππέας),此处中性属格最好理解为省略了 ἱππικόν(“带着色萨利骑兵部队”)。虽然理论上也可指色萨利同盟(τὸ Θεσσαλικόν),但在军事语境中补充骑兵部队最为自然贴切。

  4. 761cἐραστοῦ δὲ θω δὲ καὶ ἐρωμένου

    此处包含抄本流传中的讹误(θω δὲ),系 καὶ 的重复或抄写错误。在句法上,它被统一处理为由随后的 μέσος(“在……中间”)所统辖的属格,意为“在爱者与被爱者之间”。

  5. 761cὅπου καὶ μηδὲν δεομένοις

    ὅπου 由空间引申义转为引出“在……情形下”或“况且在……之际”。καὶ μηδὲν δεομένοις 是与格分词,意为“即使对那些毫无迫切需要的人来说”,作为后续动词 ἔπεισιν(“心生……的冲动”)的间接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg113.humanitext-grc2:17#1