- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg113.humanitext-grc2:16#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论者指出爱者的灵魂在厄罗斯的引导下奔向美德,并借由历史事例阐明,单纯的肉欲(阿佛洛狄忒)易于买卖与转让,而真正的厄罗斯则激发不可妥协的献身精神,甚至敢于抗击僭主。
ὁ μὲν γὰρ Ῥωμαῖος Κάτων ἔλεγε τὴν ψυχὴν τοῦ ἐρῶντος ἐνδιαιτᾶσθαι τῇ τοῦ ἐρωμένου· καὶ τὸ εἶδος καὶ τὸ ἦθος καὶ ὁ βίος καὶ αἱ πράξεις, ὑφʼ ὧν ἀγόμενος ταχὺ συναιρεῖ πολλὴν ὁδόν, ὥσπερ οἱ Κυνικοὶ λέγουσι σύντονον ὁμοῦ καὶ σύντομον εὑρηκέναι πορείαν ἐπʼ ἀρετήν· καὶ γὰρ ἐπὶ τὴν φιλίαν καθάπερ ἐπὶ κύματος τοῦ πάθους ἅμα θεῷ φερομένη·1 λέγω δὴ κεφάλαιον, ὡς οὔτʼ ἀθείαστον ὁ τῶν ἐρώντων ἐνθουσιασμός ἐστιν οὔτʼ ἄλλον ἔχει θεὸν ἐπιστάτην καὶ ἡνίοχον ἢ τοῦτον, ᾧ νῦν ἑορτάζομεν καὶ θύομεν. ὅμως δʼ ἐπεὶ δυνάμει καὶ ὠφελείᾳ μάλιστα θεοῦ καθότι καὶ τῶν ἀνθρωπίνων ἀγαθῶν δύο ταῦτα, βασιλείαν καὶ ἀρετήν, θειότατα καὶ νομίζομεν καὶ ὀνομάζομεν, ὥρα σκοπεῖν πρότερον, εἴ τινι θεῶν ὁ Ἔρως ὑφίεται δυνάμεως. καίτοι "μέγα μὲν σθένος ἁ Κύπρις ἐκφέρεται νίκας" ὥς φησι καὶ Σοφοκλῆς, μεγάλη δʼ ἡ τοῦ Ἄρεος ἰσχύς· καὶ τρόπον τινὰ τῶν ἄλλων θεῶν νενεμημένην δίχα τὴν δύναμιν ἐν τούτοις ὁρῶμεν· ἡ μὲν γὰρ οἰκειωτικὴ πρὸς τὸ καλὸν ἡ δʼ ἀντιτακτικὴ πρὸς τὸ αἰσχρὸν ἀρχῆθεν ἐγγέγονε ταῖς ψυχαῖς, ὥς που καὶ Πλάτων τὰ εἴδη. σκοπῶμεν οὖν εὐθύς, ὅτι τῆς Ἀφροδίτης τοὔργον ἔρωτος ὤνιόν ἐστι δραχμῆς,2 καὶ οὔτε πόνον οὐδεὶς οὔτε κίνδυνον ἀφροδισίων ἕνεκα μὴ ἐρῶν ὑπέμεινε. καὶ ὅπως ἐνταῦθα μὴ Φρύνην ὀνομάζωμεν, ὦ ἑταῖρε, ἢ Λαΐς τις ἢ Γναθαίνιον "ἐφέσπερον δαίουσα λαμπτῆρος σέλας" ἐκδεχομένη καὶ καλοῦσα παροδεύεται πολλάκις "ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος" σὺν ἔρωτι πολλῷ καὶ πόθῳ ταὐτὸ τοῦτο· τῶν Ταντάλου λεγομένων ταλάντων καὶ τῆς αὐτοῦ ἀρχῆς ἀντάξιον ἐποίησεν. οὕτως ἀσθενὴς καὶ ἁψίκορός ἐστιν ἡ τῆς Ἀφροδίτης χάρις, Ἔρωτος μὴ ἐπιπνεύσαντος. ἔτι δὲ μᾶλλον κἀκεῖθεν ἂν συνίδοις· πολλοὶ γὰρ ἀφροδισίων ἑτέροις ἐκοινώνησαν, οὐ μόνον ἑταίρας ἀλλὰ καὶ γαμετὰς προαγωγεύοντες· ὥσπερ καὶ ὁ Ῥωμαῖος ἐκεῖνος, ὦ ἑταῖρε, Γάλβας εἱστία Μαικήναν ὡς ἔοικεν, εἶθʼ ὁρῶν διαπληκτιζόμενον ἀπὸ νευμάτων πρὸς τὸ γύναιον, ἀπέκλινεν ἡσυχῆ τὴν κεφαλὴν ὡς δὴ καθεύδων ἐν τούτῳ δὴ τῶν οἰκετῶν τινος προσρυέντος ἔξωθεν τῇ τραπέζῃ καὶ τὸν οἶνον ὑφαιρουμένου, διαβλέψας κακόδαιμον εἶπεν οὐκ οἶσθʼ ὅτι μόνῳ Μαικήνᾳ καθεύδω; τοῦτο μὲν οὖν ἴσως οὐ δεινόν ἐστιν· ἦν γὰρ ὁ Γάλβας γελωτοποιός ἐν δʼ Ἄργει Νικόστρατος ἀντεπολιτεύσατο πρὸς Φάυλλον ἐπιδημήσαντος οὖν Φιλίππου τοῦ βασιλέως, ἐπίδοξος ἦν διὰ τῆς γυναικὸς ὁ Φάυλλος ἐκπρεποῦς οὔσης, εἰ συγγένοιτο τῷ Φιλίππῳ, διαπράξασθαί τινα δυναστείαν αὑτῷ καὶ ἀρχήν.3 αἰσθομένων δὲ τῶν περὶ Νικόστρατον τοῦτο καὶ παρὰ τὰς θύρας τῆς οἰκίας περιπατούντων, ὁ Φάυλλος ὑποδήσας τὴν γυναῖκα κρηπῖσι καὶ χλαμύδα περιθεὶς καὶ καυσίαν Μακεδονικήν, ὡς ἕνα τῶν βασιλικῶν νεανίσκων παρεισέπεμψε λαθοῦσαν. ἆρʼ οὖν, ἐραστῶν τοσούτων γεγονότων καὶ ὄντων, οἶσθʼ ἐπὶ ταῖς τοῦ Διὸς τιμαῖς προαγωγὸν ἐρωμένου γενόμενον; ἐγὼ μὲν οὐκ οἶμαι· πόθεν γάρ, ὅπου καὶ τοῖς τυράννοις ἀντιλέγων μὲν οὐδεὶς οὔτʼ ἀντιπολιτευόμενὸς ἐστιν, ἀντερῶντες δὲ πολλοὶ καὶ φιλοτιμούμενοι περὶ τῶν καλῶν καὶ ὡραίων; ἀκούετε γὰρ ὅτι καὶ Ἀριστογείτων ὁ Ἀθηναῖος καὶ Ἀντιλέων ὁ Μεταποντῖνος καὶ Μελάνιππος ὁ Ἀκραγαντῖνος οὐ διεφέροντο τοῖς τυράννοις, πάντα τὰ πράγματα λυμαινομένους καὶ παροινοῦντας ὁρῶντες· ἐπεὶ δὲ τοὺς ἐρωμένους αὐτῶν ἐπείρων, ὥσπερ ἱεροῖς ἀσύλοις καὶ ἀθίκτοις ἀμύνοντες ἠφείδησαν ἑαυτῶν. λέγεται καὶ Ἀλέξανδρος ἐπιστεῖλαι Θεοδώρῳ Πρωτέου ἀδελφῷ πέμψον μοι τὴν μουσουργὸν δέκα τάλαντα λαβών, εἰ μὴ ἐρᾷς αὐτῆς· ἑτέρου δὲ τῶν ἑταίρων Ἀντιπατρίδου μετὰ ψαλτρίας ἐπικωμάσαντος, ἡδέως διατεθεὶς πρὸς τὴν ἄνθρωπον ἐρέσθαι τὸν Ἀντιπατρίδην οὐ δήπου σὺ τυγχάνεις ἐρῶν ταύτης; τοῦ δὲ καὶ πάνυ φήσαντος, εἰπών ἀπόλοιο τοίνυν κακὸς κακῶς ἀποσχέσθαι καὶ μὴ θιγεῖν τῆς γυναικός.
因为罗马人加图曾说,爱者的灵魂寄居在被爱者的灵魂之中;被爱者的形貌、品行、生活与举止引导着爱者,使他迅速缩短了漫长的道路,正如犬儒派所说,寻得了一条通往美德的既专注又快捷的道路;因为灵魂乘着激情的波涛,与神明一同被带向友爱。总而言之,我要说的是,爱者们的神思狂热绝非没有神助,除了我们如今为其过节并献祭的这位神明之外,也绝无其他神明作为主管与御手。然而,既然神之神性主要由其权能与益处来判定,正如在人类的美善之中,我们将王权与美德这两样视为且称作至为神圣的一样,现在正应当首先考查厄罗斯在权能上是否逊于任何一位神明。尽管正如索福克勒斯所说: “塞浦路斯女神确乎赢得了胜利的巨大力量,”且阿瑞斯的力量也是巨大的;而在某种程度上,我们看到其他神明的权能在这二者之中被一分为二:因为趋向于美的一方与反抗丑陋的一方,自始便植根于灵魂之中,正如柏拉图在某处论及灵魂的诸部分一样。那么让我们立刻考查一下:没有厄罗斯相伴的阿佛洛狄忒之事,花一德拉克马便可购得,若非出于爱情,绝无任何人曾为了肉欲之欢而甘冒辛劳与危险。朋友啊,在此且不论芙丽涅,即便某位拉伊斯或格娜泰尼昂“在傍晚点燃灯台的光辉,”翘首以盼并殷勤招徕,也往往被人擦肩而过;“然而狂风骤然袭来,”伴随着强烈的爱恋与渴求,竟使这完全相同的一件事变得足以匹敌传说中坦塔罗斯的万贯家资与其王位。若无厄罗斯的气息吹拂,阿佛洛狄忒的恩惠便是如此微弱且易生厌倦。从以下事例中你更能看清这一点:许多人与他人分享床笫之欢,不仅充当淫媒引荐歌妓,甚至连自己的结发妻子也加以奉迎。朋友啊,正如那位罗马人加尔巴款待梅凯纳斯时似乎正是如此:他见梅凯纳斯频频以眼神与自己的妻子调情,便悄悄垂下头去,仿佛睡着了一般;就在此时,一名家奴从外面溜向餐桌偷酒,加尔巴猛然睁开眼,“该死的奴才,”说道,“难道你不知道我只为梅凯纳斯一个人睡觉吗?” 这或许算不得耸人听闻,因为加尔巴是个弄臣逗趣之人;但在阿尔戈斯,尼科斯特拉托斯与法伊洛斯在政坛上争权夺利。当国王腓力莅临时,法伊洛斯因妻子容貌出众,被认为若其妻与腓力同衾,他便能借由妻子为自己谋得某种权势与高位。尼科斯特拉托斯一党察觉了此事,便在宅邸门前巡逻巡视,法伊洛斯遂给妻子穿上高靴,披上短斗篷,戴上马其顿式的考西亚帽,将她扮作王室年轻侍从的一员,神不知鬼不觉地送了进去。那么,古往今来的爱者如此之多,你可曾听说过有谁为了换取宙斯的尊荣而把自己所爱之人引荐给别人的?我想是没有的。怎么可能有呢?面对僭主,虽无人敢于当面反驳或在政坛上与之对抗,但在恋慕俊美俏丽之人的事情上,却有许多人成为情敌并极力争胜。你们想必听闻过,雅典的阿里斯托革顿、梅塔庞图姆的安提勒翁以及阿克拉加斯的墨拉尼波斯,眼见僭主们败坏政事、胡作非为时,并未与他们起争执;然而一旦僭主企图染指他们所爱的人,他们便毫不顾惜自己的性命,如同捍卫神圣不可侵犯的圣所一般挺身抗争。据说亚历山大也曾写信给普罗忒阿斯的兄弟狄奥多洛斯: “收下十塔兰同,把那女乐师送给我,除非你爱着她。” 又有同僚安提帕特里达斯带着一名弹竖琴的女艺人前来狂饮作乐,亚历山大看中了这女子,便问安提帕特里达斯: “你该不会恰好爱着她吧?” 对方回答: “确实非常深爱。” 亚历山大便说: “那么,你这恶棍就惨遭毁灭吧!” 说罢便克制住自己,未碰那女子分毫。
- 759dκαὶ γὰρ ἐπὶ τὴν φιλίαν καθάπερ ἐπὶ κύματος τοῦ πάθους ἅμα θεῷ φερομένη·
此处为缺少主句限定动词的破格句(anacoluthon)。阴性单数主格分词 φερομένη 的逻辑主语承接前句加图引语中的 τὴν ψυχὴν τοῦ ἐρῶντος(爱者的灵魂,阴性名词 ψυχή),生动描绘了灵魂乘着激情的波涛与神明一同奔向友爱的动态过程。
- 759eτῆς Ἀφροδίτης τοὔργον ἔρωτος ὤνιόν ἐστι δραχμῆς
此处将 ἔρωτος 解释为表示剥夺或缺乏的属格(相当于省略了介词的 χωρὶς ἔρωτος),意为“缺乏厄罗斯的阿佛洛狄忒之事”。这一解读与后文的 Ἔρωτος μὴ ἐπιπνεύσαντος(若无厄罗斯吹拂)形成呼应。虽然在语法上亦可将 ἔρωτος 视为与 δραχμῆς 并列的价格属格或形容词 ὤνιον 的补足语,但依据上下文对廉价肉欲与高尚情爱的鲜明对比,应取缺乏之意。
- 760aἐπίδοξος ἦν διὰ τῆς γυναικὸς ὁ Φάυλλος ἐκπρεποῦς οὔσης, εἰ συγγένοιτο τῷ Φιλίππῳ, διαπράξασθαί τινα δυναστείαν αὑτῷ καὶ ἀρχήν.
形容词 ἐπίδοξος(有希望的、被期望的)与不定式 διαπράξασθαι 连用,与主语 ὁ Φάυλλος 构成人称构式(personal construction)。在含义上等同于无人称表达(“有指望法伊洛斯将谋得……”),但在希腊语中习惯使用主语与形容词一致的人称形式。
