- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg113.humanitext-grc2:16#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
对话者指出在四种友爱中唯独情爱被视为无神庇佑的荒谬,并援引柏拉图的狂热学说,将之与预言、酒神密仪、诗歌及战争的狂乱相比较,论证情爱之狂热绝非人力所能平息,且能将所爱之人的生动形象永久烙印在灵魂之中。
ΑΥΤΟΒΟΥΛΟΣ. κἀκεῖνος οὕτως ἔφη νὴ Δία παντὸς μᾶλλον· ἄτοπον γὰρ ἀμέλει τοὐναντίον ἐκεῖνο δʼ ὁ πατήρ οὐκ ἄτοπον εἶπεν εἰ τέσσαρα γένη τῆς φιλίας ἐχούσης, ὥσπερ οἱ παλαιοὶ διώρισαν, τὸ φυσικὸν πρῶτον εἶτα τὸ συγγενικὸν ἐπὶ τούτῳ καὶ τρίτον τὸ ἑταιρικὸν καὶ τελευταῖον τὸ ἐρωτικόν, ἔχει τούτων ἕκαστον ἐπιστάτην θεὸν ἢ φίλιον ἢ ξένιον ἢ ὁμόγνιον καὶ πατρῷον μόνον δὲ τὸ ἐρωτικὸν ὥσπερ δυσιεροῦν ἀνόσιον καὶ ἀδέσποτον ἀφεῖται,1 καὶ ταῦτα πλείστης ἐπιμελείας καὶ κυβερνήσεως δεόμενον; ἔχει καὶ ταῦτα ὁ Ζεύξιππος εἶπεν οὐ μικρὰν ἀλογίαν. ἀλλὰ μήν ὁ πατὴρ ἔφη τά γε τοῦ Πλάτωνος ἐπιλάβοιτʼ ἂν τοῦ λόγου καὶ παρεξιόντος. μανία γὰρ ἡ μὲν ἀπὸ σώματος ἐπὶ ψυχὴν ἀνεσταλμένη δυσκρασίαις τισὶν ἢ συμμίξεσιν ἢ πνεύματος βλαβεροῦ περιφερομένου τραχεῖα καὶ χαλεπὴ καὶ νοσώδης· ἑτέρα δʼ ἐστὶν οὐκ ἀθείαστος2 οὐδʼ οἰκογενής, ἀλλʼ ἔπηλυς ἐπίπνοια καὶ παρατροπὴ τοῦ λογιζομένου καὶ φρονοῦντος ἀρχὴν κρείττονος δυνάμεως ἀρχὴν ἔχουσα καὶ κίνησιν ἧς τὸ μὲν κοινὸν ἐνθουσιαστικὸν καλεῖται πάθος· ὡς γὰρ ἔμπνουν τὸ πνεύματος πληρωθὲν ἔμφρον δὲ τὸ φρονήσεως, οὕτως ὁ τοιοῦτος σάλος ψυχῆς ἐνθουσιασμὸς ὠνόμασται μετοχῇ καὶ κοινωνίᾳ θειοτέρας δυνάμεως· ἐνθουσιασμοῦ δὲ τὸ μαντικὸν ἐξ Ἀπόλλωνος ἐπιπνοίας καὶ κατοχῆς, τὸ δὲ βακχεῖον ἐκ Διονύσου, "κἀπὶ Κυρβάντεσι χορεύσατε" φησὶ Σοφοκλῆς τὰ γὰρ μητρῷα καὶ πανικὰ κοινωνεῖ τοῖς βακχικοῖς ὀργιασμοῖς. τρίτη δʼ ἀπὸ Μουσῶν λαβοῦσʼ ἁπαλὴν καὶ ἄβατον ψυχὴν τὸ ποιητικὸν καὶ μουσικὸν ἐξώρμησε καὶ ἀνερρίπισεν. ἡ δʼ ἀρειμάνιος αὕτη λεγομένη καὶ πολεμικὴ παντὶ δῆλον ὅτῳ θεῶν ἀνίεται καὶ βακχεύεται "ἄχορον ἀκίθαριν δακρυογόνον Ἄρη βοὰν τʼ ἔνδημον ἐξοπλίζουσα." λείπεται δὲ τῆς ἐξαλλαγῆς ἐν ἀνθρώπῳ καὶ παρατροπῆς οὐκ ἀμαυρὸν οὐδʼ ἡσυχαῖον, ὦ Δαφναῖε, μόριον, ὑπὲρ οὗ βούλομαι τουτονὶ Πεμπτίδην ἐρέσθαι "τίς καλλίκαρπον θύρσον ἀνασείει θεῶν," τὸν φιλητικὸν τοῦτον περὶ παῖδας ἀγαθοὺς καὶ σώφρονας γυναῖκας ἐνθουσιασμὸν πολὺ δριμύτατον ὄντα καὶ θερμότατον; ἢ γὰρ οὐχ ὁρᾷς, ὡς ὁ μὲν στρατιώτης τὰ ὅπλα θεὶς πέπαυται τῆς πολεμικῆς μανίας, "τοῦ μὲν ἔπειτα γηθόσυνοι θεράποντες ἀπʼ ὤμων τεύχεʼ ἕλοντο" καὶ κάθηται τῶν ἄλλων ἀπόλεμος θεατής, ταυτὶ δὲ τὰ βακχικὰ καὶ κορυβαντικὰ σκιρτήματα τὸν ῥυθμὸν μεταβάλλοντες ἐκ τροχαίου καὶ τὸ μέλος ἐκ Φρυγίου πραΰνουσι καὶ καταπαύουσιν, ὡς δʼ αὔτως ἡ Πυθία τοῦ τρίποδος ἐκβᾶσα καὶ τοῦ πνεύματος ἐν γαλήνῃ καὶ ἡσυχίᾳ διατελεῖ; τὴν δʼ ἐρωτικὴν μανίαν τἀνθρώπου καθαψαμένην ἀληθῶς καὶ διακαύσασαν οὐ μοῦσά τις οὐκ ἐπῳδὴ θελκτήριος οὐ τόπου μεταβολὴ καθίστησιν ἀλλὰ καὶ παρόντες ἐρῶσι καὶ ἀπόντες ποθοῦσι καὶ μεθʼ ἡμέραν διώκουσι καὶ νύκτωρ θυραυλοῦσι, καὶ νήφοντες καλοῦσι τοὺς καλοὺς καὶ πίνοντες ᾄδουσι. καὶ οὐχ ὥς τις εἶπεν αἱ ποιητικαὶ φαντασίαι διὰ τὴν ἐνάργειαν ἐγρηγορότων ἐνύπνιά εἰσίν, ἀλλὰ μᾶλλον αἱ τῶν ἐρώντων, διαλεγομένων ὡς πρὸς παρόντας, ἀσπαζομένων, ἐγκαλούντων. ἡ γὰρ ὄψις ἔοικε τὰς μὲν ἄλλας φαντασίας ἐφʼ ὑγροῖς ζωγραφεῖν,3 ταχὺ μαραινομένας καὶ ἀπολειπούσας τὴν διάνοιαν· αἱ δὲ τῶν ἐρωμένων εἰκόνες ὑπʼ αὐτῆς οἷον ἐν ἐγκαύμασι γραφόμεναι διὰ πυρὸς εἴδωλα ταῖς μνήμαις ἐναπολείπουσι κινούμενα καὶ ζῶντα καὶ φθεγγόμενα καὶ παραμένοντα τὸν ἄλλον χρόνον.
奥托布洛斯:他回答说:“凭宙斯起誓,确实比一切都更为如此;因为相反的看法无疑是荒谬的。” 父亲便说:“那么,若依古人的区分,友爱具有四种种属——首先是出于天性的,其次是血亲的,第三是同侪朋友的,最后是情爱的——而其中每一种都有其主司之神,或为主司友谊之神,或为主司行旅之神,或为主司同宗祖先之神,唯独情爱之种属,宛如不祥、不洁且无主之物一般被弃置不顾,何况它本最需要深切的眷顾与指引;难道这不也是荒谬的吗?” 宙克西波斯说:“这也包含了不小的悖谬。” “不仅如此,”父亲说,“即便我们的论证要从旁经过,柏拉图的学说也会抓住它。因为一种疯狂是由肉体因某些体液失衡或杂质、抑或有害气息的周流而逼升至灵魂,是粗暴、痛苦而病态的;另一种则非绝无神性,亦非内生,而是来自外界的灵感与对理性思考能力的扭曲,其开端与运动皆发源于更高的权能,其共同状态被称为神思(狂热)。正如充满气息的被称为有灵,充满思虑的被称为有智,灵魂的这一阵骚动,因分有与交往于更具神性的权能,便被命名为神思狂热。在这狂热之中,预言性的部分源于阿波罗的灵感与据有,而酒神狂乱的部分则来自狄奥尼索斯: ‘并在科律班忒斯诸灵之所起舞吧,’ 索福克勒斯如此说道;因为圣母与潘神的狂祭与酒神仪轨实乃相通。 而第三种狂热由缪斯引发,攫取了娇柔而未受踏染的心灵,激荡并煽起了诗歌与乐艺的冲动。至于那被称为好勇斗狠的战争疯狂,究竟是由哪一位神明所放纵并驱入狂乱,众人皆一目了然: ‘驱使着无舞无琴、催人泪下的阿瑞斯, 将本土之号呼武装起来。’ 然而,达夫奈俄斯啊,在人身上的这一变异与偏向中,还剩下一个绝不晦暗亦不宁静的部分,关于它,我正想询问这位佩姆普蒂德斯: ‘诸神之中,是谁在挥动那结满美果的酒神杖,’ 激发起这针对高尚少年与贞淑妇人的爱慕狂热,且这狂热是如此极度炽烈而灼人?难道你看不出,士兵放下了武器便止息了战争的狂乱, ‘随后,侍从们欢喜地 从他的肩头卸下铠甲,’ 而他便作为不战之人安坐为他人的旁观者;至于那些酒神与科律班忒斯的腾跃跳荡,通过将节奏调离顿足格、将曲调调离弗里吉亚调式,亦可得以抚慰和平息;同样,皮提亚女祭司一旦走下三脚祭坛、脱离了神气,便沉浸在安详与静谧之中。然而,那真正攫取了凡人并将其焚灼的情爱狂乱,任何乐曲、任何安抚的咒符、任何居所的更迭皆无法使其平息;他们相守时热恋,离别时思慕,白昼追寻,夜晚露宿门外,清醒时呼唤俊美者,畅饮时将其歌唱。并非如有人所说那样,诗人的想象因其逼真而成为醒者的梦境,毋宁说情人们的想象才是如此——他们对话如晤眼前之人,致意温存,或加以责备。因为视觉似乎将其他的表象描绘在湿润的底色之上,迅速褪色并离开心智;唯独所爱之人的形象经由视觉宛如火之蜡画般绘制下来,在记忆中留存下不断运动、活着、发出声息并在往后的岁月中长久相伴的生动影像。”
- 16εἰ τέσσαρα γένη τῆς φιλίας ἐχούσης... ἔχει τούτων ἕκαστον... μόνον δὲ τὸ ἐρωτικὸν... ἀφεῖται
τέσσαρα γένη τῆς φιλίας ἐχούσης 为属格绝对结构。整个句子由 οὐκ ἄτοπον ... εἰ 引出反问修辞结构,在条件从句内部形成了 ἕκαστον ἔχει 与 μόνον δὲ ... ἀφεῖται 的鲜明对比,即每一种友爱皆有神明庇护,唯独情爱之种属被弃置无主,这种境况被判定为极不合理。
- 758eμανία γὰρ ἡ μὲν ἀπὸ σώματος... ἑτέρα δʼ ἐστὶν οὐκ ἀθείαστος
该句式承袭了柏拉图《斐德罗篇》(244A等)对狂乱的二分法。通过 μέν...δέ,将源于肉体病态的狂乱(ἡ μὲν ἀπὸ σώματος...)与具有神圣来源的灵感狂热(ἑτέρα δʼ ἐστὶν οὐκ ἀθείαστος...)进行对举,后者通过一系列修饰语和分词从句逐层展开其神圣属性。
- 759cἐφʼ ὑγροῖς ζωγραφεῖν
基于绘画技法的比喻,意为“在湿润的底色上作画”。指那些因绘制在未干固的底面上而迅速褪色消逝的表象,与后文用火固色的蜡画技法(ἐν ἐγκαύμασι διὰ πυρός)形成鲜明对照,后者象征着爱者形象在记忆中历久弥新的坚固印记。
