← 普鲁塔克

论爱

§14-15

通过诸神对比确立爱神的引导之功

佩姆普蒂德斯拒绝将神明与情欲混为一谈,父亲则援引阿瑞斯以及司掌农耕、狩猎、生育与死亡的诸神,力论爱神正是引导青年教养与德性友谊的崇高神明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14

ΑΥΤΟΒΟΥΛΟΣ. ὁρῶ εἶπεν ὁ Πεμπτίδης ἀλλʼ οὔτε πάθη τοὺς θεοὺς ποιεῖν ὅσιον οὔτε αὖ πάλιν τὰ πάθη θεοὺς νομίζειν καὶ ὁ πατήρ τί οὖν ἔφη τὸν Ἄρην, θεὸν εἶναι νομίζεις ἢ πάθος ἡμέτερον; ἀποκριναμένου δὲ τοῦ Πεμπτίδου θεὸν ἡγεῖσθαι τὸν Ἄρην κοσμοῦντα τὸ θυμοειδὲς ἡμῶν καὶ ἀνδρῶδες; ἀνακραγὼν ὁ πατήρ1 εἶτʼ ἔφη τὸ μὲν παθητικόν, ὦ Πεμπτίδη, καὶ πολεμικὸν καὶ ἀντίπαλον θεὸν ἔχει, τὸ δὲ φιλητικὸν καὶ κοινωνικὸν καὶ συνελευστικὸν ἄθεόν ἐστι; καὶ κτείνοντας μὲν ἄρα καὶ κτεινομένους ἀνθρώπους ὅπλα τε καὶ βέλη καὶ τειχομαχίας καὶ λεηλασίας ἔστι τις ἐφορῶν καὶ βραβεύων θεὸς Ἐνυάλιος καὶ Στράτιος· πάθους δὲ γάμου καὶ φιλότητος εἰς ὁμοφροσύνην καὶ κοινωνίαν τελευτώσης οὐδεὶς θεῶν μάρτυς οὐδʼ ἐπίσκοπος οὐδʼ ἡγεμὼν ἢ συνεργὸς ἡμῖν γέγονεν; ἀλλὰ δορκάδας μὲν θηρεύουσι καὶ λαγωοὺς καὶ ἐλάφους ἀγρότερός τις συνεπιθωΰσσει καὶ συνεξορμᾷ θεός, εὔχονται δʼ Ἀρισταίῳ δολοῦντες ὀρύγμασι καὶ βρόχοις λύκους καὶ ἄρκτους, "ὃς πρῶτος θήρεσσιν ἔπηξε ποδάγρας·" ὁ δʼ Ἡρακλῆς ἕτερον θεὸν παρακαλεῖ μέλλων, ἐπὶ τὸν ὄρνιν αἴρεσθαι τὸ τόξον, ὡς Αἰσχύλος φησίν, "ἀγρεὺς δʼ Ἀπόλλων ὀρθὸν ἰθύνοι βέλος·" ἀνδρὶ δὲ τὸ κάλλιστον ἐπιχειροῦντι θήραμα φιλίαν ἑλεῖν οὔτε θεὸς οὔτε δαίμων ἀπευθύνει καὶ συνεφάπτεται τῆς ὁρμῆς; ἐγὼ μὲν γὰρ οὐδὲ δρυὸς οὐδὲ μορίας οὐδʼ ἣν Ὅμηρος ἡμερίδα σεμνύνων προσεῖπεν ἀκαλλέστερον ἔρνος οὐδὲ φαυλότερον ἡγοῦμαι φυτὸν ἄνθρωπον, ὦ φίλε Δαφναῖε, βλαστήσεως ὁρμὴν ἔχοντα διαφαίνουσαν ὥραν καὶ κάλλος ἅμα σώματος καὶ ψυχῆς.

奥托布洛斯: “我明白了,”佩姆普蒂德斯说,“然而,将诸神化为情欲是不敬的,反过来将情欲视为神明亦然。” 父亲便说:“那么,你认为阿瑞斯是一位神明,还是我们自身的情欲呢?” 佩姆普蒂德斯回答说,他认为阿瑞斯是一位调序我们血气与男子气概的神明;父亲随即高声说道: “那么,佩姆普蒂德斯啊,我们那易动激情、好战且敌对的部分拥有一位神明,而亲爱、合群与寻求结合的部分反倒是无神的吗?难道对于杀人与被杀的凡人,对于武器、矢石、攻城战与劫掠,尚且有厄纽阿利俄斯与斯忒剌提俄斯这样的神明在俯察与裁决;而对于婚姻的情爱,对于归结为同心与团契的亲善,在诸神中竟没有一位成为我们的见证者、监察者、引导者或相助者吗?凡人猎取羚羊、野兔与鹿群时,尚有某位荒野之神一同呼啸并协力驱驰;当他们用陷坑与绳套欺骗狼群与野熊时,便向阿里斯泰俄斯祈祷: ‘他最先为野兽设下绊足之套’; 而赫拉克勒斯——正如埃斯库罗斯所言——在准备对那飞禽引弓之时,也向另一位神明祈求道: ‘愿司猎之阿波罗将箭矢正直射出’; 难道一个人在着手捕获最美好的猎物——友谊之时,竟无神亦无灵引导他的冲动并携手相助吗?依我之见,亲爱的达夫奈俄斯啊,人这一植物绝不比橡树或神圣油橄榄更为不美,亦不比荷马庄严称作 ‘驯化葡萄藤’ 的草木更为低下,它蕴含着生长的冲动,同时昭示着肉体与灵魂的青春风华与秀美。”

§15

ΑΥΤΟΒΟΥΛΟΣ. καὶ ὁ Δαφναῖος τίς δʼ ἄλλως εἶπεν ὦ πρὸς τῶν θεῶν; οὗτοι νὴ Δίʼ ἔφη πάντες ὁ πατήρ οἱ νομίζοντες ἀρότου καὶ σπόρου καὶ φυτείας ἐπιμέλειαν θεοῖς προσήκειν. ἢ γὰρ οὐ νύμφαι τινὲς αὐτοῖς δρυάδες εἰσὶν "ἰσοδένδρου τέκμαρ αἰῶνος λαχοῦσαι· δενδρέων δὲ νομὸν Διόνυσος πολυγαθὴς αὐξάνοι, ἁγνὸν φέγγος ὀπώρας" κατὰ Πίνδαρον μειρακίων δʼ ἄρα καὶ παίδων ἐν ὥρᾳ καὶ ἄνθει πλαττομένων καὶ ῥυθμιζομένων τροφαὶ καὶ αὐξήσεις οὐδενὶ θεῶν ἢ δαιμόνων προσήκουσιν, οὐδʼ ἔστιν ᾧ μέλει φυόμενον ἄνθρωπον εἰς ἀρετὴν ὀρθὸν ἐλθεῖν καὶ μὴ παρατραπῆναι μηδὲ κλασθῆναι τὸ γενναῖον ἐρημίᾳ κηδεμόνος ἢ κακίᾳ τῶν προστυγχανόντων; ἢ καὶ τὸ λέγειν ταῦτα δεινόν ἐστι καὶ ἀχάριστον, ἀπολαύοντάς γε τοῦ θείου τοῦ φιλανθρώπου2 πανταχόσε νενεμημένου καὶ μηδαμοῦ προλείποντος ἐν χρείαις, ὧν ἀναγκαιότερον ἔνιαι τὸ τέλος ἢ κάλλιον ἔχουσιν; ὥσπερ εὐθὺς ἡ περὶ τὴν γένεσιν ἡμῶν οὐκ εὐπρεπὴς οὖσα διʼ αἵματος καὶ ὠδίνων, ὅμως ἔχει θεῖον ἐπίσκοπον Εἰλείθυιαν καὶ Λοχείαν· ἦν δέ που μὴ γενέσθαι κρεῖττον ἢ γενέσθαι κακόν, ἁμαρτάνοντα κηδεμόνος ἀγαθοῦ καὶ φύλακος. οὐ μὴν οὐδὲ νοσοῦντος ἀνθρώπου θεὸς ἀποστατεῖ τὴν περὶ τοῦτο χρείαν καὶ δύναμιν εἰληχώς, ἀλλʼ οὐδʼ ἀποθανόντος· ἔστι δέ τις ἐκεῖ κομιστὴρ ἐνθένδε καὶ ἀρωγὸς ἐν τέλει γενομένων κατευναστὴς καὶ ψυχοπομπός, ὥσπερ ὁ Ὕπνος, "οὐ γάρ με Νὺξ ἔτικτε δεσπότην λύρας, οὐ μάντιν οὐδʼ ἰατρόν, ἀλλὰ θνητὸν ἅμα ψυχαῖς." καὶ τὰ τοιαῦτα πολλὰς ἔχει δυσχερείας. ἐκείνου δʼ οὐκ ἔστιν εἰπεῖν ἔργον ἱερώτερον3 οὐδʼ ἅμιλλαν ἑτέραν οὐδʼ ἀγῶνα θεῷ πρέπειν μᾶλλον ἐφορᾶν καὶ βραβεύειν ἢ τὴν περὶ τοὺς καλοὺς καὶ ὡραίους ἐπιμέλειαν τῶν ἐρώντων καὶ δίωξιν· οὐδὲν γάρ ἐστιν αἰσχρὸν οὐδʼ ἀναγκαῖον, ἀλλὰ πειθὼ καὶ χάρις ἐνδιδοῦσα πόνον ἡδύν ὡς ἀληθῶς κάματόν τʼ εὐκάματον ὑφηγεῖται πρὸς ἀρετὴν καὶ φιλίαν, οὔτʼ ἄνευ θεοῦ τὸ προσῆκον τέλος λαμβάνουσαν, οὔτʼ ἄλλον ἔχουσαν ἡγεμόνα καὶ δεσπότην θεὸν ἀλλὰ τὸν Μουσῶν καὶ Χαρίτων καὶ Ἀφροδίτης ἑταῖρον Ἔρωτα. "γλυκὺ γὰρ θέρος ἀνδρὸς ὑποσπείρων πραπίδων πόθῳ "κατὰ τὸν Μελανιππίδην, τὰ ἥδιστα μίγνυσι τοῖς καλλίστοις· ἢ πῶς ἔφη λέγομεν, ὦ Ζεύξιππε;

奥托布洛斯:达夫奈俄斯便说: “凭诸神起誓,谁又会作他想呢?” 父亲说:“指着宙斯起誓,正是所有那些认为耕耘、播种与栽植的看护应当归于神明的人。难道他们没有那些 ‘分得与树木等长寿命之定分’ 的树仙宁芙吗?又如品达所言: ‘愿大乐的狄奥尼索斯使树木之园林繁茂, 令秋果绽放圣洁之光。’ 然而,对于在盛年与花季中正被塑造与调和的少年与孩童,其抚育与成长难道就不归属于任何神明或精灵,也没有谁关照正在成长的人使之正直地走向美德,使其高贵本性不致因缺乏看护者或因偶遇之人的邪恶而偏离正道乃至夭折吗?抑或甚至道出这些话便已是可怖且忘恩负义的呢?毕竟我们享受着神明广布各处且在一切匮乏中从未缺席的仁爱之恩;而这些匮乏中,有些的终结与其说是美好的,毋宁说是迫切必需的。正如关于我们降生的过程,虽因流血与阵痛而并不雅观,却依然有埃勒梯亚与罗克亚这两位神明予以照管;若无善良的看护者与护卫而沦为恶人,当初恐怕还不如不曾降生。不仅如此,人患病之时,领受了关于此事的职守与权能的神明亦未曾远离,甚至人死去之时亦然;确有某位自此地往彼处的引渡者,作为救助者安抚步入终点之人并引导亡魂,正如睡眠之神所言: ‘因为黑夜并未生我作竖琴之主, 亦未作先知或医者,而是与灵魂同在, 作为必死之物。’ 此类事宜包含着诸多艰困。然而,谈及那一项事业——即相爱者对俊美盛年之人的眷顾与追求——人们无法道出还有任何事业比它更为神圣,亦无任何竞争或竞技更适于神明去俯察与裁决;因为这里绝无丑陋亦无强迫,而是劝说与优雅在赐予那名副其实的 ‘甘甜的劳苦’ 与 ‘轻易的操劳’ 之中,指引向美德与友谊;若无神明,它绝不能获得适宜的终局,并且除了缪斯、美惠三女神以及阿佛洛狄忒的伴侣爱神之外,它绝无其他的引导者与主宰之神。 ‘因他在男子心灵的渴望中播撒甜美的收获’, 正如墨拉尼庇得斯所言,他将至甘甜之物与至美善之物融为一体。抑或,宙克西波斯啊,”他说,“我们究竟当如何言说呢?”

语法注3 条
  1. 14ἀποκριναμένου δὲ τοῦ Πεμπτίδου θεὸν ἡγεῖσθαι τὸν Ἄρην κοσμοῦντα τὸ θυμοειδὲς ἡμῶν καὶ ἀνδρῶδες; ἀνακραγὼν ὁ πατήρ

    属格独立结构 ἀποκριναμένου δὲ τοῦ Πεμπτίδου... 内部包含间接引语(不定式 ἡγεῖσθαι 与分词 κοσμοῦντα),概括了佩姆普蒂德斯的回答,句法上直接引出主句的主语与谓语动词 ἀνακραγὼν ὁ πατήρ... εἶτʼ ἔφη。

  2. 758aἀπολαύοντάς γε τοῦ θείου τοῦ φιλανθρώπου

    宾格分词 ἀπολαύοντας 与无人称句 τὸ λέγειν ταῦτα δεινόν ἐστι 中不定式的隐含宾格主语(如 ἡμᾶς)一致,具有伴随或原因的语境色彩(“鉴于我们享受着……”)。

  3. 758bἐκείνου δʼ οὐκ ἔστιν εἰπεῖν ἔργον ἱερώτερον

    中性代词属格 ἐκείνου 是修饰比较级 ἱερώτερον 的前置比较属格(预指用法),先行引出后文的同位语短语 τὴν περὶ τοὺς καλοὺς καὶ ὡραίους ἐπιμέλειαν(“比那一项事业,即对俊美者的看护……更为神圣的事业”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg113.humanitext-grc2:14-15