- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg113.humanitext-grc2:13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
由于城中因少年巴克孔引发的混乱加剧,安特米翁被召回;父亲随即反驳佩姆普蒂德斯,指出以理性论证动摇传统神性基石的危险性,并警告称将爱神或阿瑞斯等神明还原为凡人情欲与概念的做法必将坠入无神论的深渊。
ΑΥΤΟΒΟΥΛΟΣ. παυσαμένου δὲ τοῦ Πεμπτίδου καὶ τοῦ πατρὸς ἀρξαμένου τι περὶ τούτων λέγειν, ἕτερος ἧκεν ἐκ πόλεως, τὸν Ἀνθεμίωνα μεταπεμπομένης τῆς Ἰσμηνοδώρας· ἐπέτεινε γὰρ ἡ ταραχή, καὶ τῶν γυμνασιάρχων ἦν διαφορά, τοῦ μὲν οἰομένου δεῖν τὸν Βάκχωνα ἀπαιτεῖν τοῦ δὲ πολυπραγμονεῖν οὐκ ἐῶντος. ὁ μὲν οὖν Ἀνθεμίων ἀναστὰς ἐβάδιζεν· ὁ δὲ πατὴρ τὸν Πεμπτίδην ὀνομαστὶ προσαγορεύσας μεγάλου μοι δοκεῖς ἅπτεσθαι εἶπεν καὶ παραβόλου πράγματος, ὦ Πεμπτίδη, μᾶλλον δʼ ὅλως τὰ ἀκίνητα κινεῖν τῆς περὶ θεῶν δόξης ἣν ἔχομεν, περὶ ἑκάστου λόγον ἀπαιτῶν καὶ ἀπόδειξιν· ἀρκεῖ γὰρ ἡ πάτριος καὶ παλαιὰ πίστις, ἧς οὐκ ἔστιν εἰπεῖν οὐδʼ ἀνευρεῖν τεκμήριον ἐναργέστερον "οὐδʼ εἰ διʼ ἄκρας τὸ σοφὸν εὕρηται φρενός," ἀλλʼ ἕδρα τις αὕτη καὶ βάσις ὑφεστῶσα κοινὴ πρὸς εὐσέβειαν, ἐὰν ἐφʼ ἑνὸς ταράττηται καὶ σαλεύηται τὸ βέβαιον αὐτῆς καὶ νενομισμένον, ἐπισφαλὴς γίγνεται πᾶσι καὶ ὕποπτος. ἀκούεις δὲ δήπου τὸν Εὐριπίδην, ὡς ἐθορυβήθη1 ποιησάμενος ἀρχὴν τῆς Μελανίππης ἐκείνης, "Ζεύς, ὅστις ὁ Ζεύς, οὐ γὰρ οἶδα πλὴν λόγῳ," μεταλαβὼν δὲ χορὸν ἄλλον ἐθάρρει δʼ ὡς ἔοικε τῷ δράματι γεγραμμένῳ πανηγυρικῶς καὶ περιττῶς ἤλλαξε τὸν στίχον ὡς νῦν γέγραπται "Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο." τί οὖν διαφέρει τὴν περὶ τοῦ Διὸς δόξαν ἢ τῆς Ἀθηνᾶς ἢ τοῦ Ἔρωτος εἰς ἀμφίβολον τῷ λόγῳ θέσθαι ἢ καὶ ἄδηλον; οὐ γὰρ νῦν αἰτεῖ πρῶτον βωμὸν ὁ Ἔρως καὶ θυσίαν οὐδʼ ἔπηλυς ἔκ τινος βαρβαρικῆς δεισιδαιμονίας, ὥσπερ Ἄτται τινὲς καὶ Ἀδώνιοι λεγόμενοι, διʼ ἀνδρογύνων καὶ γυναικῶν παραδύεται κρύφα τιμὰς οὐ προσηκούσας καρπούμενος, ὥστε παρεισγραφῆς δίκην φεύγειν καὶ νοθείας τῆς ἐν θεοῖς.2 ἀλλʼ ὅταν Ἐμπεδοκλέους ἀκούσῃς λέγοντος, ὦ ἑταῖρε, "καὶ Φιλότης ἐν τοῖσιν ἴση μῆκός τε πλάτος τε, τὴν σὺ νόῳ δέρκου, μηδʼ ὄμμασιν ἧσο τεθηπώς·" ταῦτʼ οἴεσθαι χρὴ λέγεσθαι περὶ Ἔρωτος· οὐ γάρ ἐστιν ὁρατὸς ἀλλὰ δοξαστὸς ἡμῖν ὁ θεὸς οὗτος ἐν τοῖς πάνυ παλαιοῖς· ὧν ἂν περὶ ἑκάστου τεκμήριον ἀπαιτῇς, παντὸς ἁπτόμενος ἱεροῦ καὶ παντὶ βωμῷ σοφιστικὴν ἐπάγων πεῖραν, οὐδένʼ ἀσυκοφάντητον οὐδʼ ἀβασάνιστον ἀπολείψεις πόρρω γὰρ οὐκ ἄπειμι "τὴν δʼ Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός;" "ἥδʼ ἐστὶν ἡ σπείρουσα καὶ διδοῦσʼ ἔρον, οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόνʼ ἔκγονοι." ζείδωρον γὰρ αὐτὴν Ἐμπεδοκλῆς εὔκαρπον δὲ Σοφοκλῆς ἐμμελῶς πάνυ καὶ πρεπόντως ὠνόμασαν. ἀλλʼ ὅμως τὸ μέγα τοῦτο καὶ θαυμαστὸν Ἀφροδίτης μὲν ἔργον Ἔρωτος δὲ πάρεργόν ἐστιν Ἀφροδίτῃ συμπαρόντος· μὴ συμπαρόντος δὲ κομιδῇ τὸ γιγνόμενον ἄζηλον ἀπολείπεται καὶ ἄτιμον κἄφιλον. ἀνέραστος γὰρ ὁμιλία καθάπερ πεῖνα καὶ δίψα πλησμονὴν ἔχουσα πέρας εἰς οὐδὲν ἐξικνεῖται καλόν· ἀλλʼ ἡ θεὸς Ἔρωτι τὸν κόρον ἀφαιροῦσα τῆς ἡδονῆς φιλότητα ποιεῖ καὶ σύγκρασιν. διὸ Παρμενίδης μὲν ἀποφαίνει τὸν Ἔρωτα τῶν Ἀφροδίτης ἔργων πρεσβύτατον, ἐν τῇ κοσμογονίᾳ γράφων "πρώτιστον μὲν Ἔρωτα θεῶν μητίσατο πάντων." Ἡσίοδος δὲ φυσικώτερον ἐμοὶ δοκεῖ ποιεῖν Ἔρωτα πάντων προγενέστατον, ἵνα πάντα διʼ ἐκεῖνον μετάσχῃ γενέσεως. ἂν οὖν τὸν Ἔρωτα τῶν νενομισμένων τιμῶν ἐκβάλλωμεν, οὐδʼ αἱ τῆς Ἀφροδίτης κατὰ χώραν μενοῦσιν. οὐδὲ γὰρ τοῦτʼ ἔστιν εἰπεῖν, ὅτι τῷ μὲν Ἔρωτι λοιδοροῦνταί τινες ἀπέχονται δʼ ἐκείνης, ἀλλʼ ἀπὸ μιᾶς σκηνῆς ἀκούομεν "ἔρως γὰρ ἀργὸν κἀπὶ τοιούτοις ἔφυ·" καὶ πάλιν "ὦ παῖδες, ἥ τοι Κύπρις οὐ Κύπρις μόνον, ἀλλʼ ἔστι πολλῶν ὀνομάτων ἐπώνυμος. ἔστιν μὲν Ἅιδης, ἔστι δʼ ἄφθιτος βία, ἔστιν δὲ λύσσα μανιάς·" ὥσπερ οὐδὲ τῶν ἄλλων θεῶν σχεδὸν ἀλοιδόρητος οὐδεὶς ἐκπέφευγε τὴν εὐλοιδόρητον ἀμαθίαν. σκόπει δὲ τὸν Ἄρην καθάπερ ἐν πίνακι χαλκῷ τὴν ἀντικειμένην ἐκ διαμέτρου τῷ Ἔρωτι χώραν ἔχοντα πηλίκας εἴληχε τιμὰς ὑπʼ ἀνθρώπων καὶ πάλιν ὅσα κακῶς ἀκούει, "τυφλὸς γάρ, ὦ γυναῖκες, οὐδʼ ὁρῶν Ἄρης συὸς προσώπῳ πάντα τυρβάζει κακά." καὶ μιαιφόνον Ὅμηρος αὐτὸν καλεῖ καὶ ἀλλοπρόσαλλον ὁ δὲ Χρύσιππος ἐξηγούμενος τοὔνομα τοῦ θεοῦ κατηγορίαν ποιεῖ καὶ διαβολήν· ἀναιρεῖν γὰρ εἶναι τὸν Ἄρην φησίν, ἀρχὰς διδοὺς τοῖς τὸ μαχητικὸν ἐν ἡμῖν καὶ διάφορον καὶ θυμοειδὲς Ἄρην κεκλῆσθαι νομίζουσιν. ἕτεροι δʼ αὖ φήσουσι τὴν Ἀφροδίτην ἐπιθυμίαν εἶναι καὶ τὸν Ἑρμῆν λόγον καὶ τέχνας τὰς Μούσας καὶ φρόνησιν τὴν Ἀθηνᾶν. ὁρᾷς δήπου τὸν ὑπολαμβάνοντα βυθὸν ἡμᾶς ἀθεότητος,3 ἂν εἰς πάθη καὶ δυνάμεις καὶ ἀρετὰς διαγράφωμεν ἕκαστον τῶν θεῶν;
奥托布洛斯:佩姆普蒂德斯发言完毕,父亲正欲就这些问题发表看法时,城中又来了一名使者,因为伊斯梅诺多拉派人来召安特米翁;混乱正在加剧,体育官之间也出现了分歧,一人认为应当索回巴克孔,另一人则不许横加干涉。于是安特米翁起身离去;父亲则指名道姓地对佩姆普蒂德斯说道: “佩姆普蒂德斯啊,在我看来,你涉足了一桩重大而极具风险的事,或者说,你是在根本上撼动了我们在神明认知中不可动摇的信条,要求对每一位神明都给出理据与证明。因为祖传的古老信仰已经足矣,要说更明晰的明证,那是既无法说出也无法找寻的, ‘即便心智的绝顶发现了智谋’; 相反,这信仰正是敬虔所仰赖的共同根基与基石,若仅就一位神明而言其稳固而传统的地位受到骚扰与动摇,便会使所有神明都变得危殆且可疑。想必你听说过欧里庇得斯在为那部著名的《墨拉尼珀》作序诗时遭到了怎样的哄闹: ‘宙斯,无论宙斯为何,我除了传闻一无所知’; 后来当他换了一组合唱队时——似乎是对这部写得庄严典雅的悲剧充满信心——他将该诗行改成了如今所写的样子: ‘宙斯,正如真理所道述的那样。’ 那么,通过言辞将关于宙斯、雅典娜或爱神的信仰置于疑问甚至茫昧之中,又有何分别呢?因为爱神并非如今才首次索求祭坛与牺牲,亦非来自某种蛮邦迷信的外来客——好似那些被称为阿提斯和阿多尼斯之流,借助阴阳人与妇人暗中潜入,窃取不相称的尊荣,以致要在诸神之中面临非法入籍与私生身分的控诉。然而,朋友啊,当你听到恩培多克勒说道: ‘其间亦有爱,长宽俱等, 汝当以心观之,勿瞠目而坐’—— 就应当明白这所说的正是爱神。因为对我们而言,这位神明绝非目力所能见,而是凭信念所把握者,位列极古老的诸神之中;倘若你对其中每一位都索求明证,触碰每一座圣所,对每一座祭坛都施加智者式的诘问,你将不会给任何神明留下免遭诋毁与审验的余地。我无需舍近求远: ‘你难道不见阿佛洛狄忒是何等伟大的女神?’ ‘正是她播撒并赋予爱欲, 大地上所有凡人皆为其后嗣。’ 恩培多克勒称她为‘赐生命者’,索福克勒斯称她为‘多实者’,皆极尽贴切与得体。然而,这项伟大而惊人的作为虽是阿佛洛狄忒之功,但对于与阿佛洛狄忒相伴的爱神而言,不过是附带之作;若无他相伴,所成之事便彻底沦为不值羡慕、无尊荣且无恩爱之物。因为缺乏情爱的交媾,正如饥渴一样仅以饱足为限,无法达致任何美好的境界;但女神借助爱神消除了快感中的厌倦,缔造了亲爱与交融。因此巴门尼德在宇宙生成论中写道: ‘她在诸神之中最先构想出爱神’, 宣布爱神是阿佛洛狄忒诸作为中最古老者。而在我看来,赫西俄德将爱神视作万物中最先降生者,以便万物通过他分享生成,这更合乎自然之理。因此,如果我们把爱神从惯常的尊荣中驱逐出去,阿佛洛狄忒的尊荣亦将无法安然保留。因为人们甚至不能说‘有些人谩骂爱神却对她敬而远之’,相反,我们在同一座舞台上既能听到: ‘爱神生来怠惰,且依附于此类人’, 又能听到: ‘孩子们啊,塞浦路斯女神绝非仅是塞浦路斯女神, 她拥有众多名号; 她是哈得斯,她是不可毁灭之暴力, 她是癫狂的迷乱。’ 正如其余神明中几乎无人能免遭多嘴妄言的无知之辈的毁谤一样。你且看阿瑞斯,他如同在青铜图板上那样,占据着与爱神截然相反的领域,他从凡人那里获得了何等尊荣,反过来又承受了多少恶名: ‘女人们啊,盲目无视的阿瑞斯, 以野猪的面孔搅扰一切祸患。’ 荷马亦称他为‘嗜杀者’与‘反复无常者’;而克律西波斯在解释这位神明的名号时极尽控诉与中伤,他说阿瑞斯即意为‘消灭’,这便给那些认为我们内心好斗、争竞且充满血气的部分被称为阿瑞斯的人提供了口实。更有甚者,还会有人说阿佛洛狄忒是欲望,赫尔墨斯是言辞,缪斯是技艺,雅典娜是明智。如果我们把每一位神明都消解为情欲、机能与德性,你难道看不出那等待着吞没我们的无神论深渊吗?”
- 756bἀκούεις δὲ δήπου τὸν Εὐριπίδην, ὡς ἐθορυβήθη
典型的先取构式(prolepsis),主句动词的直接宾语(τὸν Εὐριπίδην)在语义上充当由 ὡς 引导的从属从句的主语(即“你想必听说过欧里庇得斯如何遭到了哄闹”)。
- 756dὥστε παρεισγραφῆς δίκην φεύγειν καὶ νοθείας τῆς ἐν θεοῖς
由 ὥστε 引导的结果从句,其中生动地运用了雅典法庭术语作为隐喻。动词 φεύγειν 在司法语境中意为“作为被告被起诉”。παρεισγραφή 指在公民名册中非法登记的罪名(冒充公民罪),νοθεία 则指非婚生或私生身分的指控;此处将外来的神明比作非法混入正统诸神公民名册的异邦人。
- 757cτὸν ὑπολαμβάνοντα βυθὸν ἡμᾶς ἀθεότητος
包含交错语序(hyperbaton)的名词短语:冠词 τὸν 修饰远处的中心词 βυθόν(深渊),中间插入了分词短语 ὑπολαμβάνοντα... ἡμᾶς(“从下方迎受/吞噬我们”),后接限定属格 ἀθεότητος(“无神论的”)。全句意为“那等待着在下方吞噬我们的无神论深渊”。
