← 普鲁塔克

食桌谈话录

§9.5.1-9.5.3

埃阿斯的灵魂为何第二十个选择命运

许拉斯因演说失利而沉默不语,众人便询问柏拉图在《理想国》中为何让埃阿斯的灵魂第二十个选择生命;兰普里亚斯从偶然与必然的角度作了哲学解释,而马尔库斯则指出在荷马的招魂篇中埃阿斯正是第二十个出现的亡魂。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.5.1

ταῦτα τοὺς ἄλλους ἅπαντας ἡδίους ἐποίησε, μόνον δὲ τὸν γραμματικὸν Ὕλαν ὁ ῥήτωρ Σῶσπις ὁρῶν ἀποσιωπῶντα καὶ βαρυθυμούμενον οὐ πάνυ γὰρ εὐημέρησεν ἐν ταῖς ἐπιδείξεσιν ἀνεφώνησεν "οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο·" τὰ λοιπὰ μεῖζον φθεγγόμενος ἤδη πρὸς ἐκεῖνον ἐπέραινεν, "ἀλλʼ ἴθι δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃς ἡμέτερον· δάμασον δὲ μένος καὶ ἀτειρέα θυμόν·" ἔτι δʼ ἀνώμαλος ὢν ὑπʼ ὀργῆς ὁ Ὕλας ἀπεκρίνατο σκαιῶς τὴν μὲν Αἴαντος ἔφη ψυχὴν εἰκοστὴν λαχοῦσαν ἐν Ἅιδου διαμείψασθαι κατὰ τὸν Πλάτωνα φύσιν λέοντος· αὑτῷ δὲ πολλάκις παρίστασθαι1 καὶ τὰ τοῦ κωμικοῦ γέροντος "ὄνον γενέσθαι κρεῖττον, ἢ τοὺς χείρονας ὁρᾶν ἑαυτοῦ ζῶντας ἐπιφανέστερον." καὶ ὁ Σῶσπις γελάσας ἀλλʼ ἕως μέλλομεν ἐνδύεσθαι τὸ κανθήλιον, εἴ τι κήδῃ Πλάτωνος, δίδαξον ἡμᾶς, ᾧτινι λόγῳ τὴν τοῦ Τελαμωνίου ψυχὴν πεποίηκεν ἀπὸ κλήρου βαδίζουσαν εἰκοστὴν ἐπὶ τὴν αἵρεσιν· ἀποσκορακίσαντος δὲ τοῦ Ὕλα χλευάζεσθαι γὰρ ᾤετο δυσημερῶν, ὑπολαβὼν ὁ ἀδελφὸς ἡμῶν τί οὖν; εἶπεν οὐ δευτερεῖα μὲν ὁ Αἴας κάλλους καὶ μεγέθους καὶ ἀνδρείας ἀεὶ φέρεται μετʼ ἀμύμονα Πηλείωνα, τὰ δʼ εἴκοσι δευτέρα δεκάς, ἡ δὲ δεκὰς ἐν τοῖς ἀριθμοῖς κράτιστος, ὡς ἐν τοῖς Ἀχαιοῖς ὁ Ἀχιλλεύς; γελασάντων δʼ ἡμῶν ταῦτα μέν ὁ Ἀμμώνιος εἶπεν ὦ Λαμπρία, κείσθω σοι πεπαιγμένα πρὸς Ὕλαν· ἡμῖν δὲ μὴ παίζων ἀλλʼ ἀπὸ σπουδῆς, ἐπεὶ τὸν λόγον ἑκὼν ἐξεδέξω, δίελθε περὶ τῆς αἰτίας.

这些话让其余所有人更为开怀,但修辞学家索斯庇斯见文法学家许拉斯独自沉默不语且心怀愠怒——因为他在演讲展示中完全不走运——便高声呼道: “唯独忒拉蒙之子埃阿斯的灵魂……” 接着,他提高嗓门,向着他吟诵出接下来的诗句: “来吧,主帅,走到这里,听听我们的言辞与话语; 平息你的愤怒和顽固的心胸吧。” 许拉斯因愤怒而依然情绪难平,生硬地回答道:按照柏拉图的说法,埃阿斯的灵魂在哈得斯抽中第二十号签,换取了狮子的本性;而喜剧中老人的话也常常浮现在他心头: “宁可变成一头驴子, 也不愿看到比自己差的人活得比自己显赫。” 索斯庇斯笑着说:“不过,在我们套上驮鞍之前,如果你对柏拉图还有哪怕一点关切,就请教导我们,他是出于什么缘由,让忒拉蒙之子的灵魂凭借抽签第二十个走上前去进行选择的呢?” 在许拉斯愤然拒绝之后——因为处境不顺的他以为自己遭到了戏弄——我们的兄弟便接过话头说道: “那么,又如何呢?”他说道,“埃阿斯难道不是紧随‘无可挑剔的珀琉斯之子’之后, 在美貌、身材和勇敢上始终屈居第二吗? 而二十是第二个十,十在数字中最为优越,正如同阿喀琉斯在阿开亚人中最为优越一样。” 在我们大笑之后,阿摩尼奥斯说道:“兰普里亚斯啊,这些就算是你对许拉斯开的玩笑吧;但既然你自愿接过了话头,就请不要戏谑,而是严肃地向我们阐述其中的原因。”

§9.5.2

θορυβηθεὶς οὖν ὁ Λαμπρίας, εἶτα χρόνον οὐ πολὺν ἐπισχὼν, ἔφη πολλαχοῦ μὲν ἡμῖν τὸν Πλάτωνα προσπαίζειν διὰ τῶν ὀνομάτων· ὅπου δὲ μῦθόν τινα τῷ περὶ ψυχῆς λόγῳ μίγνυσι, χρῆσθαι μάλιστα τῷ νῷ. τοῦ τε γὰρ οὐρανοῦ τὴν νοητὴν φύσιν ἅρμα καλεῖν πτηνὸν διὰ τὴν ἐναρμόνιον τοῦ κόσμου περιφοράν, ἐνταῦθά δὲ τὸν αὐτάγγελον τῶν ἐν Ἅιδου Πάμφυλον γένος Ἁρμονίου πατρὸς Ἦρα δʼ αὐτὸν ὀνομάζειν, αἰνιττόμενον ὅτι γεννῶνται μὲν αἱ ψυχαὶ καθʼ ἁρμονίαν καὶ συναρμόττονται τοῖς σώμασιν, ἀπαλλαγεῖσαι δὲ συμφέρονται πανταχόθεν εἰς τὸν ἀέρα· κἀκεῖθεν αὖθις ἐπὶ τὰς δευτέρας γενέσεις τρέπονται. τί δὴ κωλύει καὶ τὸ εἰκοστὸν εἰρῆσθαι πρὸς τὸ μὴ ἀληθὲς ἀλλʼ εἰκὸς τοῦ λόγου καὶ πλαττόμενον, ἢ πρὸς τὸν κλῆρον ὡς εἰκῆ καὶ κατὰ τύχην γιγνόμενον; ἀεὶ μὲν γὰρ ἅπτεται τῶν τριῶν αἰτιῶν, ἅτε δὴ πρῶτος ἢ μάλιστα συνιδών, ὅπη τὸ καθʼ εἱμαρμένην τῷ κατὰ τύχην αὖθίς τε τὸ ἐφʼ ἡμῖν ἑκατέρῳ καὶ συναμφοτέροις ἐπιμίγνυσθαι καὶ συμπλέκεσθαι πέφυκε. νῦν δὲ θαυμαστῶς, ἣν ἔχει δύναμιν ἐν τοῖς ἡμετέροις πράγμασιν ἕκαστον, ὑποδεδήλωκε, τὴν μὲν αἵρεσιν τῶν βίων τῷ ἐφʼ ἡμῖν ἀποδιδούς· ἀρετὴ γὰρ ἀδέσποτον καὶ κακία· τὸ δʼ εὖ βιοῦν τοὺς ὀρθῶς ἑλομένους καὶ τἀναντία τοὺς κακῶς εἱμαρμένης ἀνάγκῃ συνάπτων. αἱ δὲ τῶν κλήρων ἀτάκτως διασπειρομένων ἐπιπτώσεις τὴν τύχην παρεισάγουσι καὶ τροφαῖς καὶ πολιτείαις, ὧν ἕκαστοι λαγχάνουσι, πολλὰ τῶν ἡμετέρων προκαταλαμβάνουσαν. ὅρα δή, μὴ τῶν κατὰ τύχην αἰτίαν ζητεῖν ἄλογόν ἐστιν·2 ἂν γὰρ ἔν τινι λόγῳ φαίνηται γεγονὼς ὁ κλῆρος, οὐκέτι γίγνεται κατὰ τύχην οὐδʼ αὐτομάτως ἀλλʼ ἔκ τινος εἱμαρμένης καὶ προνοίας.

于是兰普里亚斯有些惶恐,但在停顿片刻之后便说道:柏拉图在许多地方通过名字来向我们开玩笑;然而凡是在关涉灵魂的论述中融入神话之处,他都极尽智慧。事实上,他因宇宙和谐的运转而将天空的可知本性称为‘生翼的战车’;在此处他又将哈得斯之事的自报者命名为‘厄尔,潘菲利亚人,其父为哈耳摩尼俄斯’,以此暗喻灵魂依照和谐而生成并与肉体相调和,在脱离肉体后又从四面八方汇集到空气之中,并从那里再次转向第二次的生成。 “既然如此,又有什么能妨碍将‘第二十个’解释为针对故事的并非真实而是‘似真(eikos)’与虚构,抑或针对抽签是‘随意的(eikē)’且凭机运发生的呢?因为他总是触及这三种原因,毕竟他是第一个洞察、或是最深刻理解注定之事如何与依凭机运之事,以及取决于我们的事物又如何与这两者中的每一方乃至双方共同交织缠绕的。而如今,他奇妙地隐示了每一方在我们事务中所具有的力量:将对生活的选择归于取决于我们的事物——因为德性与邪恶皆无主宰——而将正确选择者的善生与错误选择者的相反结局,与命运的必然性联系在一起。而那些混乱播撒的签筹的落下,则引入了机运,通过每个人抽中的教养与政制,预先支配了我们事务中的许多部分。请看吧,为机运之事寻找原因难道不是荒谬的吗?因为签筹若显出是依循某种理性道理而成的,它便不再是凭机运或自发生成,而是出自某种命运与神意了。”

§9.5.3

ἔτι δὲ τοῦ Λαμπρίου λέγοντος, ὁ γραμματικὸς ἤδη Μᾶρκος ἐδόκει τι συλλογίζεσθαι καὶ διαριθμεῖν πρὸς αὑτόν· ἔπειτα παυσαμένου, τῶν Ὁμηρικῶν ἔφη ψυχῶν ὅσας ἐν Νεκυίᾳ κατωνόμακεν, ἡ μὲν Ἐλπήνορος οὔπω καταμεμιγμένη ταῖς ἐν Ἅιδου διὰ τὸ μὴ τεθάφθαι τὸν νεκρὸν ὥσπερ ἐν μεθορίοις πλανᾶται· τὴν δὲ Τειρεσίου ταῖς ἄλλαις οὐκ ἄξιον δήπου συγκαταριθμεῖν, "ᾧ καὶ τεθνειῶτι νόον πόρε Περσεφόνεια οἴῳ πεπνῦσθαι" καὶ διαλέγεσθαι καὶ ξυνιέναι τῶν ζώντων, πρὶν ἢ πιεῖν τοῦ αἵματος. ἂν οὖν ταύτας ὑπεξελόμενος, ὦ Λαμπρία, τὰς ἄλλας διαριθμῇς, αὐτὸ συμβαίνει,3 τὴν Αἴαντος εἰκοστὴν εἰς ὄψιν ἀφῖχθαι τοῦ Ὀδυσσέως καὶ πρὸς τοῦτο παίζειν τὸν Πλάτωνα τῇ Ὁμηρικῇ Νεκυίᾳ προσαναχρωννύμενον.

在兰普里亚斯还在说话时,文法学家马尔库斯似乎已经在暗自推算并清点;随后等他停下来,马尔库斯便说道:“在荷马于招魂篇中所命名的那些灵魂中,埃尔佩诺尔的灵魂因尸体未葬而尚未与哈得斯中的灵魂相混,可以说是在边界徘徊;而提瑞西阿斯的灵魂想必不该与其他灵魂一同清算, ‘佩尔塞福涅甚至在他死后也赐予他明澈的悟性, 唯独让他保持神智,’ 且他在饮血之前便能与生者交谈并领会其意。因此,兰普里亚斯啊,如果你剔除这些灵魂,而去清点其余的灵魂,事实恰好就会是:埃阿斯的灵魂正是第二十个来到奥德修斯眼前的,柏拉图正是呼应荷马的招魂篇,就此加以戏谑的点缀。”

语法注3 条
  1. 1αὑτῷ δὲ πολλάκις παρίστασθαι

    承接前文的 τὴν μὲν Αἴαντος ἔφη ψυχὴν... διαμείψασθαι,从属于间接引语动词 ἔφη 的“带不定式的宾格”结构。中动态不定式 παρίστασθαι(浮现于心)的主语是中性复数短语 τὰ τοῦ κωμικοῦ γέροντος。

  2. 740dὅρα δή, μὴ τῶν κατὰ τύχην αἰτίαν ζητεῖν ἄλογόν ἐστιν

    ὅρα μή 引导接陈述式(ἐστιν)的结构,表示审慎的断言或提请注意:“请考虑一下……是否并非……”。此处未用虚拟式而用陈述式现在时,表明说话者兰普里亚斯实际上倾向于认定“为偶然之事探求原因确实是不合理的”。

  3. 740eἂν οὖν ταύτας ὑπεξελόμενος, ὦ Λαμπρία, τὰς ἄλλας διαριθμῇς, αὐτὸ συμβαίνει

    条件从句为 ἂν... διαριθμῇς(现在虚拟式),主句则采用现在陈述式 αὐτὸ συμβαίνει(恰好就是如此的结果)。主句使用现在陈述式,表明一旦条件达成,该结论便是必然且立即成立的客观事实(数学推算的即时必然性)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:9.5.1-9.5.3