- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:9.6.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在众人为马尔库斯的推算齐声赞叹之际,梅内菲洛斯劝导许拉斯效仿屡遭败绩却温和释怀的波塞冬。许拉斯释然展颜,指出雅典为消除争斗记忆而在历法中略去一日的掌故,兰普里亚斯亦表赞同。
θορυβησάντων δὲ πάντων, Μενέφυλος ὁ Περιπατητικὸς προσαγορεύσας τὸν Ὕλαν ὁρᾷς εἶπεν ὡς οὐκ ἦν τὸ ἐρώτημα χλευασμὸς οὐδʼ ὕβρις· ἀλλʼ ἀφείς, ὦ μακάριε, τὸν δυστράπελον Αἴαντα καὶ δυσώνυμον, ὥς φησι Σοφοκλῆς, γενοῦ μετὰ τοῦ Ποσειδῶνος,1 ὃν αὐτὸς εἴωθας ἱστορεῖν ἡμῖν ἡττώμενον πολλάκις, ἐνταῦθα μὲν ὑπʼ Ἀθηνᾶς ἐν Δελφοῖς δʼ ὑπὸ τοῦ Ἀπόλλωνος ἐν Ἄργει δʼ ὑπὸ τῆς Ἥρας ἐν Αἰγίνῃ δʼ ὑπὸ τοῦ Διὸς ἐν Νάξῳ δʼ ὑπὸ τοῦ Διονύσου, πρᾶον δὲ πανταχοῦ καὶ ἀμήνιτον ὄντα περὶ τὰς δυσημερίας· ἐνταῦθα γοῦν καὶ νεὼ κοινωνεῖ2 μετὰ τῆς Ἀθηνᾶς, ἐν ᾧ καὶ βωμός ἐστι Λήθης ἱδρυμένος. καὶ ὁ Ὕλας ὥσπερ ἡδίων γενόμενος ἐκεῖνο δέ σε εἶπεν ὦ Μενέφυλε, λέληθεν, ὅτι3 καὶ τὴν δευτέραν τοῦ Βοηδρομιῶνος ἡμέραν ἐξαιροῦμεν οὐ πρὸς τὴν σελήνην, ἀλλʼ ὅτι ταύτῃ δοκοῦσιν ἐρίσαι περὶ τῆς χώρας οἱ θεοί. πάντα εἶπεν ὁ Λαμπρίας ὅσῳ τοῦ Θρασυβούλου γέγονε Ποσειδῶν πολιτικώτερος, εἰ μὴ κρατῶν ὡς ἐκεῖνος, ἀλλʼ ἡττώ
在众人都喧哗赞叹之时,逍遥学派的梅内菲洛斯向许拉斯打招呼道: “你看,”他说道,“那个提问既非嘲讽,亦非侮辱;所以,我亲爱的朋友,正如索福克勒斯所说的那样,撇开那顽梗而名带凶兆的埃阿斯,站到波塞冬这一边吧。你自己就经常向我们讲述他屡遭败绩——在此地败给雅典娜,在德尔斐败给阿波罗,在阿尔戈斯败给赫拉,在埃癸娜败给宙斯,在纳克索斯败给狄俄倪索斯——然而面对受挫失意,他处处都表现得温和且不怀怒气。无论如何,在此地他甚至与雅典娜共有一座神庙,神庙中还立有遗忘祭坛。” 许拉斯仿佛变得开朗了些,“可是那一件事,”他说道,“梅内菲洛斯啊,难道被你忽略了吗:我们也剔除波埃德罗米翁月的第二天,并非为了迎合月相,而是因为诸神被认为是在这一天为这片土地相争的。” “完全如此,”兰普里亚斯说道,“波塞冬比色拉西布洛斯还要懂得城邦之道多少倍啊,如果并非像后者那样作为得胜者,而是作为战……”
- 741aγενοῦ μετὰ τοῦ Ποσειδῶνος
动词 γίγνομαι 与介词 μετά 接属格连用,为固定惯用结构,意为“站到某人一边”、“支持某人”或“效仿某人”,而非单纯的“与某人在一处”。
- 741bνεὼ κοινωνεῖ
νεώ 为阿提卡第二变格名词 νεώς(神庙)的单数属格。动词 κοινωνέω 支配被分享之物的属格(νεώ),以及通过 μετά 加属格引出共同分享者(μετὰ τῆς Ἀθηνᾶς)。
- 741bἐκεῖνο δέ σε ... λέληθεν, ὅτι
先取构词法(prolepsis),指示代词 ἐκεῖνο 作为主语先行预示了后文的 ὅτι 从句,而人称代词 σε 则作动词 λέληθεν 的直接宾格宾语(“那一件事难道避开了你吗,即……”)。
