- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:9.4.1-9.4.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
为了反驳佐皮里翁,马克西穆斯发问狄俄墨得斯击伤了阿佛洛狄忒的哪只手,并根据荷马诗句中的交锋动作、抱持埃涅阿斯的手以及雅典娜在天界戏谑的话语,论证受伤的乃是右手。
μετὰ δὲ ταῦτα τὸν μὲν Ἑρμείαν, βουλόμενόν τι προβαλεῖν τῷ Ζωπυρίωνι, ἀπεκωλύσαμεν· ὁ δὲ ῥήτωρ Μάξιμος ἄπωθεν ἠρώτησεν αὐτὸν ἐκ τῶν Ὁμήρου, ποτέραν χεῖρα τρώσειεν τῆς Ἀφροδίτης ὁ Διομήδης. ταχὺ δὲ τοῦ Ζωπυρίωνος ἀντερομένου ποτέρῳ σκέλει χωλὸς ἦν ὁ Φίλιππος, οὐχ ὅμοιον εἶπεν ὁ Μάξιμος· οὐδεμίαν γὰρ ὁ Δημοσθένης ἀπολογίαν περὶ τούτου δέδωκε· σὺ δʼ ἂν ἀπορεῖν ὁμολογήσῃς, ἕτεροι δείξουσιν ὅπου τὴν τετρωμένην χεῖρα φράζει τοῖς νοῦν ἔχουσιν ὁ ποιητής. ἔδοξεν οὖν ἡμῖν ὁ Ζωπυρίων διηπορῆσθαι, καὶ τὸν Μάξιμον, ἐκείνου σιωπῶντος, ἠξιοῦμεν ἐπιδεικνύναι.
此后,赫耳墨阿斯本想向佐皮里翁提出一个问题,我们制止了他;但修辞学家马克西穆斯却从远处援引荷马的诗句向他发问:狄俄墨得斯击伤了阿佛洛狄忒的哪一只手?佐皮里翁随即便反唇相讥,反问腓力是哪一条腿跛了。马克西穆斯便说道:“这并非同一回事。因为德摩斯梯尼对此并未给出任何说明;但你若承认自己无法解答,旁人自会指出这位诗人在何处向有见识之人点明了那只受伤之手。” 于是,我们觉得佐皮里翁已彻底陷入困境,见他沉默不语,便请求马克西穆斯予以论证。
πρῶτον οὖν ὁ Μάξιμος ἔφη τῶν ἐπῶν οὕτως ἐχόντων "ἔνθʼ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς ἄκρην οὔτασε χεῖρα, μετάλμενος ὀξέι δουρί," δῆλόν ἐστιν, ὅτι τὴν ἀριστερὰν πατάξαι βουλόμενος οὐκ ἐδεῖτο μεταπηδήσεως, ἐπεὶ κατὰ τὴν ἀριστερὰν τὴν δεξιὰν εἶχεν ἐξ ἐναντίου προσφερόμενος· καὶ γὰρ εὔλογον ἦν τὴν ἐρρωμενεστέραν χεῖρα καὶ μᾶλλον τοῦ Αἰνείου φερομένου περιεχομένην ἐκεῖνόν τε τρῶσαι καὶ τὴν τρωθεῖσαν προέσθαι τὸ σῶμα.1 δεύτερον, εἰς τὸν οὐρανὸν αὐτῆς ἀνακομισθείσης, καὶ τὴν Ἀθηνᾶν ἀναγελάσαι λέγουσαν "ἦ μάλα δή τινα Κύπρις Ἀχαιιάδων ἀνιεῖσα Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε. τῶν τινα καρρέζουσα Ἀχαιιάδων βαθυκόλπων, πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν." οἶμαι δὲ καὶ σέ εἶπεν ὦ βέλτιστε διδασκάλων, ὅταν τινὰ τῶν μαθητῶν φιλοφρονούμενος καταψᾷς καὶ καταρρέζῃς, μὴ τῇ ἀριστερᾷ χειρὶ τοῦτο ποιεῖν ἀλλὰ τῇ δεξιᾷ. καθάπερ εἰκός ἐστι καὶ τὴν Ἀφροδίτην, ἐπιδεξιωτάτην θεῶν οὖσαν,2 οὕτω φιλοφρονεῖσθαι τὰς ἡρωίδας.
马克西穆斯于是说道:“首先,既然诗句作如下表述: ‘于是心怀广阔的堤丢斯之子探出身去, 纵身一跃,用锐利的枪刺伤了她手之尖端,’ 显而易见,他若想击打她的左手,便无须纵身一跃,因为迎面相对冲锋之时,他的右手正对着她的左手。事实上,较为有力且在埃涅阿斯被运送时代为紧抱其躯体的那只手,理所当然是他所击伤的,而受伤之手也才因而放开了那具身躯。其次,在她返回天国之后,雅典娜亦嗤笑着说道: ‘定然是塞浦路斯女神在劝诱阿开亚妇人中的某一位, 跟随她如今狂热深爱着的特洛伊人, 抚弄那些胸怀丰满的阿开亚妇人中的一位时, 在黄金别针上划伤了自己柔弱的手。’ 而我认为,”他说道,“最优秀的老师啊,每当你对某位弟子表示亲切而抚摩与抚慰他时,你绝不会用左手,而必是用右手做这事。正如身为诸神中最擅用右手之巧者的阿佛洛狄忒,亦理所当然会以这种方式爱抚那些贵妇。”
- 739cἐκεῖνόν τε τρῶσαι καὶ τὴν τρωθεῖσαν προέσθαι τὸ σῶμα
在由 εὔλογον ἦν 引出的不定式结构中,前一个不定式 τρῶσαι 的逻辑主语是指示代词宾格 ἐκεῖνον(语境中指狄俄墨得斯),并以前文“较有力之手”作宾语;后一个不定式 προέσθαι 的逻辑主语则是分词短语宾格 τὴν τρωθεῖσαν [χεῖρα],并以 τὸ σῶμα(被抱着的埃涅阿斯之身躯)作其宾语。两个并列不定式分别带有不同的逻辑主语和宾语。
- 739eἐπιδεξιωτάτην θεῶν οὖσαν
形容词 ἐπιδέξιος 兼具字面意义“习惯使用右手的”与引申义“灵巧的、和蔼圆融的”。在此处,紧承前文以右手抚摩弟子的论据,该词构成了一个双关修辞,既指阿佛洛狄忒最惯用右手,亦指其最为娴雅巧慧。
