← 普鲁塔克

食桌谈话录

§9.3.1-9.3.3

字母数量及其分类中的数理和谐

叙述者指出字母分类的数量(七个元音、八个半元音、九个辅音)构成等差比例,赫耳墨阿斯随后结合圣数四与完全数三、六论证总数二十四的玄妙,而佐皮里翁则将此斥为纯粹的偶然巧合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.3.1

πρὸς ταῦτα τοῦ Ἑρμείου φήσαντος ἀμφοτέρους ἀποδέχεσθαι τοὺς λόγους τί οὖν ἔφην οὐ καὶ σὺ διῆλθες ἡμῖν,1 εἴ τις ἔστι λόγος τοῦ ἀριθμοῦ τῶν στοιχείων, ὥς γʼ ἐμοὶ δοκεῖ; τεκμήριον δὲ ποιοῦμαι τὸ μὴ κατὰ τύχην τῶν ἀφώνων καὶ ἡμιφώνων πρὸς τʼ ἄλληλα καὶ πρὸς τὰ φωνήεντα γεγονέναι τὸ πλῆθος, ἀλλὰ κατὰ τὴν πρώτην ἀναλογίαν ἀν δὲ καλουμένην ὑφʼ ἡμῶν. ἐννέα γὰρ ὄντων καὶ ὀκτὼ καὶ ἑπτά, οὕτω τὸν μέσον ἀριθμὸν ὑπερέχειν καὶ ὑπερέχεσθαι συμβέβηκε·2 τῶν δʼ ἄκρων ὁ μέγιστος πρὸς τὸν ἐλάχιστον ἔχει λόγον, ὃν ὁ τῶν Μουσῶν πρὸς τὸν τοῦ Ἀπόλλωνος· ἡ γὰρ ἐννεὰς δήπου ταῖς Μούσαις ἡ δʼ ἑβδομὰς τῷ Μουσηγέτῃ προσκεκλήρωται· συντεθέντα δʼ ἀλλήλοις διπλασιάζει τὸν μέσον εἰκότως, ἐπεὶ καὶ τὰ ἡμίφωνα τῆς ἀμφοῖν τρόπον τινὰ κοινωνεῖ δυνάμεως.

对此,赫耳墨阿斯表示两种说法他都接受,我便说道:“那么,如果字母的数量亦有某种道理——在我看来确实如此——你何不也为我们细述一番呢?我认为这绝非偶然的凭据在于:无声音与半元音彼此之间以及它们相对于元音的数量,乃是遵循第一比例,即被我们称为等差比例的规则而形成的。盖因它们分别为九、八、七,中间的数字恰好以此种方式既有所超越又被超越;并且在两极中,最大的数与最小的数之比,恰如缪斯之数与阿波罗之数之比,因为九无疑归于诸缪斯,而七归于缪斯之领袖;若将两极相加,自然便等于中间之数的两倍,因为半元音在某种方式上也分有两者的效能。”

§9.3.2

καὶ ὁ Ἑρμείας Ἑρμῆς ἔφη λέγεται θεῶν ἐν Αἰγύπτῳ γράμματα πρῶτος εὑρεῖν· διὸ καὶ τὸ τῶν γραμμάτων Αἰγύπτιοι πρῶτον ἶβιν γράφουσιν, ὡς Ἑρμεῖ προσήκουσαν, οὐκ ὀρθῶς κατά γε τὴν ἐμὴν δόξαν, ἀναύδῳ καὶ ἀφθόγγῳ προεδρίαν ἐν γράμμασιν ἀποδόντες. Ἑρμεῖ δὲ μάλιστα τῶν ἀριθμῶν ἡ τετρὰς ἀνάκειται· πολλοὶ δὲ καὶ τετράδι μηνὸς ἱσταμένου γενέσθαι τὸν θεὸν ἱστοροῦσι. τὰ δὲ δὴ πρῶτα καὶ Φοινίκεια διὰ Κάδμον ὀνομασθέντα τετράκις ἡ τετρὰς γενομένη παρέσχε· καὶ τῶν αὖθις ἐφευρεθέντων δὲ Παλαμήδης τε πρότερος τέτταρα καὶ Σιμωνίδης αὖθις ἄλλα τοσαῦτα προσέθηκε. καὶ μὴν ὅτι πάντων ἀριθμῶν πρῶτος τέλειος, ἡ μὲν τριὰς ὡς ἀρχὴν καὶ μέσον ἔχουσα καὶ τέλος, ἡ δʼ ἑξὰς ὡς ἴση τοῖς αὑτῆς μέρεσι γιγνομένη, δῆλόν ἐστι. τούτων τοίνυν ἡ μὲν ἑξὰς ὑπὸ τῆς τετράδος, ἡ δὲ τριὰς ὑπὸ τῆς ὀγδοάδος πολλαπλασιασθεῖσα, πρώτου κύβου πρῶτος τέλειος,3 τὸ τῶν τεττάρων καὶ εἴκοσι παρέσχηκε πλῆθος.

赫耳墨阿斯便说道:“据说在埃及诸神之中,赫耳墨斯最先发明了文字;因此埃及人将朱鹭画为字母之首,认为其属于赫耳墨斯——依我之见这并不妥当,因为他们把字母的首席授予了一只不能言亦无声的鸟类。而在诸数中,四是特别奉献给赫耳墨斯的;许多人亦记载此神诞生于月初第四日。因卡德摩斯而得名的最初腓尼基字母,便是由‘四’变为四倍而提供的;而在后来被发明出的字母中,帕拉墨得斯先添加了四个,西摩尼得斯又追加了另外同样数目的四个。再者,在所有数中最早的完全数,显而易见便是兼具开端、中间与终结的三,以及与其自身各部分之和相等的六。于是,这其中的六为四所乘,而作为最初完全数的三为八(最初的立方数)所乘,便构成了二十四这总数。”

§9.3.3

ἔτι δʼ αὐτοῦ λέγοντος, ὁ γραμματιστὴς Ζωπυρίων δῆλος ἦν καταγελῶν καὶ παρεφθέγγετο· παυσαμένου δέ, οὐ κατέσχεν ἀλλὰ φλυαρίαν τὰ τοιαῦτα πολλὴν ἀπεκάλει· μηδενὶ γὰρ λόγῳ συντυχίᾳ δέ τινι καὶ τὸ πλῆθος τῶν γραμμάτων γεγονέναι τοσοῦτον καὶ τὴν τάξιν οὕτως ἔχουσαν, ὥσπερ, ἔφη, καὶ τὸ τῆς Ἰλιάδος τὸν πρῶτον στίχον τῷ τῆς Ὀδυσσείας ἰσοσύλλαβον εἶναι4 καὶ πάλιν τῷ τελευταίῳ τὸν τελευταῖον ἐκ τύχης καὶ αὐτομάτως ἐπηκολουθηκέναι.

他尚在言说之时,小学字学教师佐皮里翁便显露出嘲笑之色,并在一旁喃喃讥讽;及至赫耳墨阿斯停口,他便再也按捺不住,直斥此类言论纯属胡说八道。他说,字母之数如此之多且秩序如此排定,绝非由于任何理性法则,纯系某种机缘巧合;正如《伊利亚特》的第一行与《奥德赛》的第一行音节数相等,且末行与末行亦然,全系出于运气与自然巧合罢了。

语法注4 条
  1. 738dτί οὖν ... οὐ καὶ σὺ διῆλθες ἡμῖν

    带有否定词 οὐ 的不定过去时直陈语气 διῆλθες 与 τί οὖν 连用,并非询问过去未发生的动作,而是一种惯用表达,表示要求或催促对方立即采取行动(“那么你何不讲讲……?”)。

  2. 738dοὕτω τὸν μέσον ἀριθμὸν ὑπερέχειν καὶ ὑπερέχεσθαι συμβέβηκε

    主动态的 ὑπερέχειν(“超越”)与被动态的 ὑπερέχεσθαι(“被超越”)相对置,精确描述了等差中项(算术比例)的定义:中间数 8 比 7 大 1,又比 9 小 1(即 9 - 8 = 8 - 7)。

  3. 738eπρώτου κύβου πρῶτος τέλειος

    这是与前文词语同格的修饰语:属格 πρώτου κύβου 同格修饰 τῆς ὀγδοάδος(8,即第一个立方数 2³),而主格 πρῶτος τέλειος 同格修饰 ἡ τριὰς(3,前文已指其具有始、中、终因而为首个完全数)。

  4. 739aτὸ τῆς Ἰλιάδος τὸν πρῶτον στίχον τῷ τῆς Ὀδυσσείας ἰσοσύλλαβον εἶναι

    中性单数冠词 τό 统领整段带不定式的宾格从句。属格 τῆς Ἰλιάδος 修饰不定式主语 τὸν πρῶτον στίχον,而与格 τῷ(省略了 στίχῳ)τῆς Ὀδυσσείας 则由形容词 ἰσοσύλλαβον 所支配作为其补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:9.3.1-9.3.3