← 普鲁塔克

食桌谈话录

§9.2.1-9.2.3

关于字母阿尔法何以居首的讨论

在安莫尼乌斯的安排下,几何学者与文法学者互相发问。普罗托格涅斯从语音学与语法规则论证阿尔法居首的原因;随后普鲁塔克驳斥了腓尼基起源说,引述其祖父兰普里亚斯的观点,说明阿尔法乃是人类嘴唇自然发出的第一个有节音。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.2.1

ἔθους δʼ ὄντος ἐν τοῖς Μουσείοις κλήρους περιφέρεσθαι καὶ τοὺς συλλαχόντας ἀλλήλοις προτείνειν φιλόλογα ζητήματα, φοβούμενος ὁ Ἀμμώνιος μὴ τῶν ὁμοτέχνων τινὲς ἀλλήλοις συλλάχωσι, προσέταξεν ἄνευ κλήρου γεωμέτρην γραμματικῷ προτεῖναι καὶ ῥητορικῷ μουσικόν, εἶτʼ ἔμπαλιν ἀναστρέφειν τὰς ἀνταποδόσεις.

在缪斯节上,惯例是轮流抽签,由抽中相配者彼此提出学术性的问题;然而安莫尼乌斯担心同行之人彼此抽在一处,便下令不用抽签,由几何学者向文法学者提问,由音乐家向修辞学者提问,随后再将应答的轮次反转过来。

§9.2.2

προὔτεινεν οὖν Ἑρμείας ὁ γεωμέτρης Πρωτογένει τῷ γραμματικῷ πρῶτος αἰτίαν εἰπεῖν, διʼ ἣν τὸ ἄλφα προτάττεται τῶν γραμμάτων ἁπάντων ὁ δὲ τὴν ἐν ταῖς σχολαῖς λεγομένην ἀπέδωκε· τὰ μὲν γὰρ φωνήεντα τῷ δικαιοτάτῳ λόγῳ πρωτεύειν τῶν ἀφώνων καὶ ἡμιφώνων ἐν δὲ τούτοις τῶν μὲν μακρῶν ὄντων τῶν δὲ βραχέων, τῶν δʼ ἀμφότερα καὶ διχρόνων λεγομένων, ταῦτʼ εἰκότως τῇ δυνάμει διαφέρειν. αὐτῶν δὲ τούτων πάλιν ἡγεμονικωτάτην ἔχειν τάξιν τὸ προτάττεσθαι τῶν ἄλλων δυεῖν ὑποτάττεσθαι δὲ μηδετέρῳ πεφυκός, οἷόν ἐστι τὸ ἄλφα· τουτὶ γὰρ οὔτε τοῦ ἰῶτα δεύτερον οὔτε τοῦ υ ταττόμενον ἐθέλειν ὁμολογεῖν οὐδʼ ὁμοπαθεῖν ὥστε συλλαβὴν μίαν ἐξ ἀμφοῖν γενέσθαι, ἀλλʼ ὥσπερ ἀγανακτοῦν καὶ ἀποπηδῶν ἰδίαν ἀρχὴν ζητεῖν ἀεί· ἐκείνων δʼ ὁποτέρου βούλει προταττόμενον ἀκολουθοῦντι καὶ συμφωνοῦντι χρῆσθαι καὶ συλλαβὰς ὀνομάτων ποιεῖν, ὥσπερ τοῦ αὔριον καὶ τοῦ αὐλεῖν καὶ τοῦ Αἴαντος καὶ τοῦ αἰδεῖσθαι καὶ μυρίων ἄλλων. διὸ τοῖς τρισίν, ὥσπερ οἱ πένταθλοι, περίεστι καὶ νικᾷ, τὰ μὲν πολλὰ τῷ φωνᾶεν εἶναι, τὰ δʼ αὖ φωνάεντα τῷ δίχρονον, ταῦτα δʼ αὐτὰ τῷ πεφυκέναι καθηγεῖσθαι δευτερεύειν δὲ μηδέποτε μηδʼ ἀκολουθεῖν.

于是几何学者赫耳墨阿斯首先向文法学者普罗托格涅斯提问,让他说出阿尔法何以被置于所有字母之首的原因。普罗托格涅斯便道出了学馆中流传的说法:元音凭着最正当的理由优先于无声音和半元音;而在元音之中,既有长元音,亦有短元音,还有兼具两者而被称作“双时值”的元音,这些双时值元音自然在效能上出类拔萃。在这些字母本身之中,那天然能置于其他两个(约塔与宇普西龙)之前、却绝不随侍于二者任何一个之后的字母,便拥有最尊崇的统领地位,阿尔法正属此类。因为这字母被置于约塔或宇普西龙之后时,决不愿顺从而同化,以便二者合并为一个音节,反倒如同愤然跃开一般,始终寻求自立发端;但若是置于二者中任一之前,它便能调动相随且协和之音来构成字词的音节,一如在“aurion”与“aulein”,以及在“Aias”与“aideisthai”及无数其他词汇中那样。因此,它宛如五项全能的健儿,在三个方面胜出并夺冠:对绝大多数字母而言,胜在它是元音;对元音而言,又胜在它是双时值元音;而对这些双时值元音本身而言,则胜在它天生能居前引导,却绝不居次,亦不随行。

§9.2.3

παυσαμένου δὲ τοῦ Πρωτογένους, καλέσας ἐμὲ ὁ Ἀμμώνιος οὐδέν ἔφη σὺ τῷ Κάδμῳ βοηθεῖς1 ὁ Βοιώτιος, ὅν φασι τὸ ἄλφα πάντων προτάξαι διὰ τὸ Φοίνικας, οὕτω καλεῖν τὸν βοῦν, ὃν οὐ δεύτερον οὐδὲ τρίτον, ὥσπερ Ἡσίοδος, ἀλλὰ πρῶτον τίθεσθαι τῶν ἀναγκαίων; οὐδέν ἔφην ἐγώ· τῷ γὰρ ἐμῷ πάππῳ βοηθεῖν, εἴ τι δύναμαι, δίκαιός εἰμι μᾶλλον2 ἢ τῷ τοῦ Διονύσου. Λαμπρίας γὰρ ὁ ἐμὸς πάππος ἔλεγε πρώτην φύσει φωνὴν τῶν ἐνάρθρων ἐκφέρεσθαι διὰ τῆς τοῦ ἄλφα δυνάμεως· τὸ γὰρ ἐν τῷ στόματι πνεῦμα ταῖς περὶ τὰ χείλη μάλιστα πλάττεσθαι κινήσεσιν, ὧν πρώτην ἀνοιγομένων τὴν ἄνω διάστασιν οὖσαν ἐξιέναι τοῦτον τὸν ἦχον,3 ἁπλοῦν ὄντα κομιδῇ καὶ μηδεμιᾶς δεόμενον πραγματείας, μήτε τὴν γλῶτταν παρακαλοῦντα μήδʼ ὑπομένοντα, ἀλλὰ κατὰ χώραν ἀποκειμένης ἐκείνης ἐκπεμπόμενον ᾗ καὶ τὰ νήπια ταύτην πρώτην ἀφιέναι φωνήν. ὠνομάσθαι δὲ καὶ τὸ ἀίειν ἐπὶ τῷ φωνῆς αἰσθάνεσθαι καὶ πολλὰ τῶν ὁμοίων, ὥσπερ καὶ τὸ ᾄδειν καὶ τὸ αὐλεῖν καὶ τὸ ἀλαλάζειν. οἶμαι δὲ καὶ τὸ αἴρειν καὶ τὸ ἀνοίγειν οὐκ ἀπὸ τρόπου τῇ τῶν χειλῶν ἀνοίξει καὶ ἄρσει, καθʼ ἣν οὗτος ἐκπίπτει τοῦ στόματος ὁ φθόγγος, ὠνομάσθαι διὸ καὶ τὰ τῶν ἀφώνων γραμμάτων ὀνόματα πλὴν ἑνὸς ἅπαντα προσχρῆται τῷ ἄλφα καθάπερ φωτὶ τῆς περὶ αὐτὰ τυφλότητος· τοῦ δὲ πῖ μόνον ἄπεστιν ἡ δύναμις αὕτη· τὸ γὰρ φῖ καὶ τὸ χῖ τὸ μέν ἐστι πῖ τὸ δὲ κάππα δασυνόμενον.

普罗托格涅斯言毕,安莫尼乌斯唤我道:“你作为维奥蒂亚人,难道完全不帮卡德摩斯一把吗?据说他之所以将阿尔法置于一切之首,是因为腓尼基人如此称呼耕牛,而且不像赫西俄德那样将牛列为第二或第三,而是置为生活必需品之首。” “完全不帮,”我说道,“因为我若有何微薄之力,理当相助我自己的祖父,而非狄奥尼索斯的祖父。盖因我的祖父兰普里亚斯曾言,在有节音之中,依天性最先发出的声音正是通过阿尔法之效能而出的;盖因口中气息主要是由唇边的动作塑造而成的,而在双唇启开之际,最先的动作乃是向上张开,此时便发出了这一声响,它极为单纯且无需任何费力,既不征用舌头,亦不等待舌头,而是在舌头安处原位之时便被吐发出来;正因如此,婴孩最初发出的声音亦是这个。此外,‘aiein’(感知)亦因感知声音而得名,许多类似的词亦然,正如‘aidein’(歌唱)、‘aulein’(吹笛)与‘alalazein’(高呼)。我认为,‘airein’(升起)与‘anoigein’(开启)被如此命名,与双唇的开启和升起——也就是这一音响脱口而出时的状态——亦非无关联。正因如此,无声音字母的名称除了一个之外,全都附带着使用阿尔法,如同用光照亮其自身的盲昧一般;唯独‘pi’缺少这一效能,盖因‘phi’与‘chi’,一者实为加送气之‘pi’,另一者实为加送气之‘kappa’。”

语法注3 条
  1. 738aοὐδέν ... βοηθεῖς

    οὐδέν 作修饰动词 βοηθεῖς 的状语性宾格(副词性宾格),在疑问句中表示强烈的否定:“难道你完全不帮助……吗?”

  2. 738aδίκαιός εἰμι μᾶλλον

    人称句式 δίκαιός εἰμι 搭配不定式(βοηθεῖν),相当于非人称结构 δίκαιόν ἐστιν ἐμέ + 不定式,意为“我更应当去相助”或“理应由我来相助”。

  3. 738bὧν πρώτην ἀνοιγομένων τὴν ἄνω διάστασιν οὖσαν ἐξιέναι τοῦτον τὸν ἦχον

    关系代词 ὧν 指代前文的嘴唇(τὰ χείλη),与分词 ἀνοιγομένων 构成属格独立结构(“在双唇张开时”)。其后的宾格分词短语 τὴν ἄνω διάστασιν οὖσαν 作为表语性补充(“其最初动作即为向上张开”),而 τοῦτον τὸν ἦχον(主格代宾格)与不定式 ἐξιέναι 则构成了间接引语的核心主干。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:9.2.1-9.2.3