← 普鲁塔克

食桌谈话录

§9.1.1-9.1.3

关于适时引述诗句及其效用的讨论

安莫尼乌斯的宴席上因导师们争辩过激,众人遂借由适时引述诗句及其效用的论题,历数古来得体与不得体的引诗逸事,以风趣之谈平息了席间的骚动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1.1

Ἀμμώνιος Ἀθήνησι στρατηγῶν ἀπόδειξιν ἔλαβεν ἐν τῷ Διογενείῳ τῶν γράμματα, καὶ γεωμετρίαν καὶ τὰ ῥητορικὰ καὶ μουσικὴν μανθανόντων, καὶ τοὺς εὐδοκιμήσαντας τῶν διδασκάλων ἐπὶ δεῖπνον ἐκάλεσε. παρῆσαν δὲ καὶ τῶν ἄλλων φιλολόγων συχνοὶ καὶ πάντες ἐπιεικῶς οἱ συνήθεις. ὁ μὲν οὖν Ἀχιλλεὺς μόνοις τῶν ἀγωνισαμένων τοῖς μονομαχήσασι δεῖπνον κατήγγειλε, βουλόμενος; ὥς φασιν εἴ τις ἐν τοῖς ὅπλοις ὀργὴ πρὸς ἀλλήλους καὶ χαλεπότης γένοιτο, ταύτην ἀφεῖναι καὶ καταθέσθαι τοὺς ἄνδρας ἑστιάσεως κοινῆς καὶ τραπέζης μετασχόντας τῷ δʼ Ἀμμωνίῳ συνέβαινε τοὐναντίον ἀκμὴν γὰρ ἡ τῶν διδασκάλων ἅμιλλα καὶ φιλονεικία σφοδροτέραν ἔλαβεν ἐν ταῖς κύλιξι γενομένων·1 ἤδη δὲ καὶ προτάσεις καὶ προκλήσεις ἦσαν ἄκριτοι καὶ ἄτακτοι.

安莫尼乌斯在雅典任将军时,在狄奥根尼乌姆体育馆主持了对那些学习读写、几何、修辞与音乐之人的考核,并邀请了其中备受赞誉的导师们共进晚餐。其余学者中亦有多人出席,且平日的熟友几乎尽皆到场。阿基琉斯固然只为那些在角逐中进行过一对一单挑的人备办晚餐,如人们所说,是因为他希望勇士们在共赴宴飨、同席进餐之际,能够消除并放下在白刃相接时彼此间所产生的任何愤怒与怨恨;然而对安莫尼乌斯来说,情形却适得其反:因为当他们推杯换盏之时,导师们之间的争斗与胜负之心愈益剧烈,以致彼此提出的发难与挑衅已变得肆无忌惮、混乱无序。

§9.1.2

διὸ πρῶτον μὲν ἐκέλευσεν ᾆσαι τὸν Ἐράτωνα πρὸς τὴν λύραν· ᾄσαντος δὲ τὰ πρῶτα τῶν Ἔργων "οὐκ ἄρα μοῦνον ἔην ἐρίδων γένος, "ἐπῄνεσεν ὡς τῷ καιρῷ πρεπόντως ἁρμοσάμενον ἔπειτα περὶ στίχων εὐκαιρίας ἐνέβαλε λόγον, ὡς μὴ μόνον χάριν ἀλλὰ καὶ χρείαν ἔστιν ὅτε μεγάλην ἐχούσης. καὶ ὁ μὲν ῥαψῳδὸς εὐθὺς2 ἦν διὰ στόματος πᾶσιν, ἐν τοῖς Πτολεμαίου γάμοις ἀγομένου τὴν ἀδελφὴν καὶ πρᾶγμα δρᾶν ἀλλόκοτον νομιζομένου καὶ ἄθεσμον ἀρξάμενος ἀπὸ τῶν ἐπῶν ἐκείνων "Ζεὺς δʼ Ἥρην ἐκάλεσσε κασιγνήτην ἄλοχόν τε·" καὶ ὁ παρὰ Δημητρίῳ τῷ βασιλεῖ ἀπρόθυμος ὢν ᾄδειν μετὰ τὸ δεῖπνον, ὥς τε προσέπεμψεν αὐτῷ τὸν υἱὸν ἔτι παιδάριον ὄντα, τὸν Φίλιππον, ἐπιβαλὼν εὐθὺς "τὸν παῖδά μοι τόνδʼ ἀξίως Ἡρακλέους ἡμῶν τε θρέψαι·" καὶ Ἀνάξαρχος ὑπʼ Ἀλεξάνδρου μήλοις βαλλόμενος παρὰ δεῖπνον, ἐπαναστὰς καὶ εἰπών "βεβλήσεταί τις θεῶν βροτησίᾳ χερί." πάντων δʼ ἄριστος Κορίνθιος παῖς αἰχμάλωτος, ὅθʼ ἡ πόλις ἀπώλετο καὶ Μόμμιος ἐκ τῶν ἐλευθέρων τοὺς ἐπισταμένους γράμματα παῖδας εὐσυσκοπῶν ἐκέλευσε γράψαι στίχον, ἔγραψε "τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο·" καὶ γὰρ παθεῖν τι τὸν Μόμμιόν φασι καὶ δακρῦσαι καὶ πάντας ἀφεῖναι ἐλευθέρους τοὺς τῷ παιδὶ προσήκοντας. ἐμνήσθη τε καὶ τῆς Θεοδώρου τοῦ τραγῳδοῦ γυναικὸς οὐ προσδεξαμένης αὐτὸν ἐν τῷ συγκαθεύδειν, ὑπογύου τοῦ ἀγῶνος ὄντος· ἐπεὶ δὲ νικήσας εἰσῆλθε πρὸς αὐτήν, ἀσπασαμένης καὶ εἰπούσης "Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖνʼ ἔξεστί σοι."

为此,安莫尼乌斯首先命埃拉同抚竖琴歌唱。待埃拉同唱起《工作与时日》的开篇: “看来纷争的种属原非仅有一脉,”安莫尼乌斯称赞他切中时宜;接着便引出关于适时引用诗句的论题,说明此举不仅具雅趣,且有时亦有巨大之用处。众人随即交口称赞那位朗诵诗人:在托勒密大婚之际(当时托勒密迎娶其胞妹,被视为做出离奇且悖法之行径),他以下列诗句开场: “宙斯呼唤了赫拉,既是他的妹妹又是妻子;”人们也提到了在国王德米特里乌斯处的那位歌者,他本不愿在饭后歌唱,但当国王将尚是幼童的儿子菲利普派到他面前时,他立时应声唱道: “为我抚育此子, 使他不负赫拉克勒斯与我们; ”还有阿那克萨库斯,在宴席间被亚历山大投掷苹果击中时,起立说道: “诸神之一将为凡人之手所伤。” 而诸事中最精彩的,莫过于城池陷落时一位被俘的科林斯少年:当穆米乌斯仔细察看那些通晓文字的自由民孩童并命其书写一行诗句时,他写道: “三度、四度蒙受福祉者,乃是当年死去的达奈人;”据说穆米乌斯深为动容以致流泪,遂将与那少年相关的所有亲族尽数释放。席间还提到了悲剧演员狄奥多罗斯之妻:在竞赛临近之际,她拒绝与他同榻;但当他获胜后前来见她时,她迎接他并说道: “阿伽门农之子啊,如今那事对你已属可行。”

§9.1.3

ἐκ δὲ τούτου πολλὰ καὶ τῶν ἀκαίρων ἐνίοις ἐπῄει λέγειν, ὡς οὐκ ἄχρηστον εἰδέναι καὶ φυλάττεσθαι· οἷον Πομπηίῳ Μάγνῳ φασὶν ἀπὸ τῆς μεγάλης ἐπανήκοντι στρατείας τὸν διδάσκαλον τῆς θυγατρὸς ἀπόδειξιν διδόντα, βιβλίου κομισθέντος ἐνδοῦναι τῇ παιδὶ τοιαύτην ἀρχήν, "ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι." Κασσίῳ δὲ Λογγίνῳ λόγου προσπεσόντος ἀδεσπότου, τὸν υἱὸν ἐπὶ ξένης τεθνάναι, καὶ τἀληθὲς ἔχοντος εἰπεῖν οὐδενὸς οὐδʼ ἀνελεῖν τὸ ὕποπτον, εἰσελθὼν συγκλητικὸς ἀνὴρ πρὸς αὐτὸν ἤδη πρεσβύτερος οὐ καταφρονήσεις ἔφη Λογγῖνε, λαλιᾶς ἀπίστου καὶ κακοήθους φήμης, ὥσπερ οὐκ εἰδὼς οὐδʼ ἀνεγνωκὼς τὸ "φήμη δʼ οὔ τις πάμπαν ἀπόλλυται" ὁ δʼ ἐν Ῥόδῳ στίχον αἰτήσαντι γραμματικῷ ποιουμένῳ δεῖξιν ἐν τῷ θεάτρῳ προτείνας3 "ἔρρʼ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων" ἄδηλον εἴτε παίζων ἐφύβρισεν εἴτʼ ἄκων ἠστόχησε. ταῦτα μὲν οὖν παρηγόρησεν ἀστείως τὸν θόρυβον.

在此之后,有些人便想起列举许多不合时宜之引用的例子,认为知晓并防范这些亦非毫无用处。例如人们传说,在大庞培从大远征归来时,其女之导师在进行课业展示之际,书卷呈上时便让那少女读出这样的开端: “你从战阵归来;真巴不得你丧命在那里!” 又如当卡西乌斯·隆吉努斯得知其子死于异乡的无主传言,而无人能道出实情或消除疑虑时,一位年长的元老院议员走入他室中,说道: 难道你竟不会蔑视,隆吉努斯啊,这不可靠的闲言与心怀叵测的谣言吗?就仿佛你不知道或未曾读过: “没有任何风声会全然泯灭;”至于在罗得岛,当一位文法学者在剧场进行示范表演并索求诗句时,有人向其抛出: “快快滚出这座海岛,万类中最可耻的生灵!” 究竟那人是戏谑侮辱,还是无心失言,实未可知。总之,这些谈话风趣地平息了喧嚣扰攘。

语法注3 条
  1. 736eἀκμὴν γὰρ ἡ τῶν διδασκάλων ἅμιλλα καὶ φιλονεικία σφοδροτέραν ἔλαβεν ἐν ταῖς κύλιξι γενομένων

    ἀκμήν(“顶点、势头”)在此处作动词 ἔλαβεν 的宾格直接宾语,置于句首构成超置(隔置),并与同为阴性单数宾格的比较级形容词 σφοδροτέραν 搭配(ἀκμὴν ... σφοδροτέραν ἔλαβεν,“获得了更猛烈的势头”,源自惯用语 ἀκμὴν λαμβάνειν“达到高潮、势头加剧”)。主语为 ἡ τῶν διδασκάλων ἅμιλλα καὶ φιλονεικία。

  2. 736eκαὶ ὁ παρὰ Δημητρίῳ τῷ βασιλεῖ ἀπρόθυμος ὢν ᾄδειν μετὰ τὸ δεῖπνον, ὥς τε προσέπεμψεν αὐτῷ τὸν υἱὸν ἔτι παιδάριον ὄντα, τὸν Φίλιππον, ἐπιβαλὼν εὐθὺς

    承接前文 καὶ ὁ μὲν ῥαψῳδὸς εὐθὺς ἦν διὰ στόματος πᾶσιν 的连续举例而产生的句法破格(破格句)。带有定冠词的分词名词结构(ὁ ... ἀπρόθυμος ὢν ... ἐπιβαλὼν εὐθὺς)独立出现而缺失主要动词,其谓语需承前省略并补充 ἦν διὰ στόματος(“为众人交口传诵”)。ὥς τε 则是 ὡς 带有连接小词 τε,引导时间从句(“当……之时”)。

  3. 737cὁ δʼ ἐν Ῥόδῳ στίχον αἰτήσαντι γραμματικῷ ποιουμένῳ δεῖξιν ἐν τῷ θεάτρῳ προτείνας

    悬垂主格(nominativus pendens)结构:主格成分 ὁ ... προτείνας(“抛出……之人”)并未接续其直接的限定动词谓语,而是作为后续分句 ἄδηλον εἴτε παίζων ἐφύβρισεν εἴτʼ ἄκων ἠστόχησε(“究竟是戏谑侮辱,还是无心失言,实未可知”)的悬挂主题。句意框架为“至于在罗得岛抛出诗句的那个人,究竟……尚不可知”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:9.1.1-9.1.3