← 普鲁塔克

食桌谈话录

§9.14.5-9.14.6

天球塞壬与缪斯宇宙职责的辩护

梅内菲鲁斯批评柏拉图将塞壬置于天球运转之上并称其为必然的女儿,阿摩尼乌斯随后为神圣的必然性及塞壬音乐的真意辩护,阐明了执掌八天球的八位缪斯与统辖月下界的一位缪斯的宇宙职责。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.14.5

ὑπολαβὼν δὲ Μενέφυλος ὁ Περιπατητικὸς τὰ μὲν Δελφῶν εἶπεν ἁμωσγέπως μετέχει πιθανότητος· ὁ δὲ Πλάτων ἄτοπος, ταῖς μὲν ἀιδίοις καὶ θείαις περιφοραῖς ἀντὶ τῶν Μουσῶν τὰς Σειρῆνας ἐνιδρύων, οὐ πάνυ φιλανθρώπους οὐδὲ χρηστὰς δαίμονας· τὰς δὲ Μούσας ἢ παραλείπων παντάπασιν ἢ τοῖς τῶν Μοιρῶν ὀνόμασι προσαγορεύων καὶ καλῶν θυγατέρας Ἀνάγκης. ἄμουσον γὰρ ἡ Ἀνάγκη μουσικὸν δʼ ἡ Πειθώ, καὶ "Μούσαις φιλοδαμοῦσα" πολὺ μᾶλλον οἶμαι τῆς Ἐμπεδοκλέους Χάριτος "στυγέει δύστλητον ἀνάγκην."

漫步派的梅内菲鲁斯接着说道: “德尔斐人的说法,”他说道,“尚有几分合理;但柏拉图却甚为荒谬,他在永恒而神圣的天球运转之上设立的不是缪斯,而是塞壬——绝非热爱人类亦非善良的精灵;他要么对诸位缪斯完全略去不提,要么以命运三女神之名呼之,并称她们为‘必然’的女儿。因为‘必然’是缺乏和音的,而‘劝说’才富有和声,我想,‘与缪斯相亲’的她比恩培多克勒所说的美惠女神更甚地‘痛恨不堪忍受的必然’。”

§9.14.6

πάνυ μὲν οὖν ὁ Ἀμμώνιος ἔφη τὴν ἐν ἡμῖν ἀκούσιον αἰτίαν καὶ ἀπροαίρετον1 ἡ δʼ ἐν θεοῖς ἀνάγκη δύστλητος οὔκ ἐστʼ οἶμαι δʼ οὐδὲ δυσπειθὴς οὐδὲ βιαία, πλὴν τοῖς κακοῖς, ὥς ἐστι νόμος ἐν πόλει τοῖς βελτίστοις τὸ βέλτιστον αὐτῆς, ἀπαράτρεπτον καὶ ἀπαράβατον οὐ τῷ μὲν ἀδυνάτῳ τῷ δʼ ἀβουλήτῳ τῆς μεταβολῆς.2 αἵ γε μὲν δὴ Ὁμήρου Σειρῆνες οὐ κατὰ λόγον ἡμᾶς τῷ μύθῳ φοβοῦσιν, ἀλλὰ κἀκεῖνος ὀρθῶς ᾐνίττετο τὴν τῆς μουσικῆς αὐτῶν δύναμιν οὐκ ἀπάνθρωπον οὐδʼ ὀλέθριον οὖσαν ἀλλὰ ταῖς ἐντεῦθεν ἀπιούσαις ἐκεῖ ψυχαῖς, ὡς ἔοικε, καὶ πλανωμέναις μετὰ τὴν τελευτὴν ἔρωτα πρὸς τὰ οὐράνια καὶ θεῖα λήθην δὲ τῶν θνητῶν ἐμποιοῦσαν κατέχειν καὶ κατᾴδειν θελγομένας· αἱ δʼ ὑπὸ χαρᾶς ἕπονται καὶ συμπεριπολοῦσιν. ἐνταῦθα δὲ πρὸς ἡμᾶς ἀμυδρά τις οἷον ἠχὼ τῆς μουσικῆς ἐκείνης ἐξικνουμένη διὰ λόγων ἐκκαλεῖται καὶ ἀναμιμνήσκει τὰς ψυχὰς τῶν τότε· τὰ δʼ ὦτα τῶν μὲν πλείστων περιαλήλιπται καὶ καταπέπλασται σαρκίνοις ἐμφράγμασι καὶ πάθεσιν, οὐ κηρίνοις· ἣ δὲ διʼ εὐφυΐαν αἰσθάνεται καὶ μνημονεύει, καὶ τῶν ἐμμανεστάτων ἐρώτων οὐδὲν ἀποδεῖ τὸ πάθος αὐτῆς, γλιχομένης καὶ ποθούσης λῦσαί τε μὴ δυναμένης ἑαυτὴν ἀπὸ τοῦ σώματος. οὐ μὴν ἔγωγε παντάπασι συμφέρομαι τούτοις· ἀλλά μοι δοκεῖ Πλάτων ὡς ἀτράκτους καὶ ἠλακάτας τοὺς ἄξονας, σφονδύλους δὲ τοὺς ἀστέρας, ἐξηλλαγμένως ἐνταῦθα καὶ τὰς Μούσας Σειρῆνας ὀνομάζειν εἰρούσας τὰ θεῖα καὶ λεγούσας3 ἐν Ἅιδου, καθάπερ Σοφοκλέους Ὀδυσσεὺς φησι Σειρῆνας εἰσαφικέσθαι Φόρκου κόρας, θροοῦντε τοὺς Ἅιδου νόμους Μοῦσαι δʼ εἰσὶν ὀκτὼ καὶ συμπεριπολοῦσι ταῖς ὀκτὼ σφαίραις, μία δὲ τὸν περὶ γῆν εἴληχε τόπον. αἱ μὲν οὖν ὀκτὼ περιόδοις ἐφεστῶσαι τὴν τῶν πλανωμένων ἄστρων πρὸς τὰ ἀπλανῆ καὶ πρὸς ἄλληλα συνέχουσι καὶ διασῴζουσιν ἁρμονίαν· μία δὲ τὸν μεταξὺ γῆς καὶ σελήνης τόπον ἐπισκοποῦσα καὶ περιπολοῦσα, τοῖς θνητοῖς, ὅσον αἰσθάνεσθαι καὶ δέχεσθαι πέφυκε, χαρίτων καὶ ῥυθμοῦ καὶ ἁρμονίας ἐνδίδωσι, διὰ λόγου καὶ ᾠδῆς πειθὼ πολιτικῆς καὶ κοινωνητικῆς συνεργὸν ἐπάγουσα παραμυθουμένην καὶ κηλοῦσαν ἡμῶν τὸ ταραχῶδες καὶ τὸ πλανώμενον ὥσπερ ἐξ ἀνοδίας ἀνακαλουμένην ἐπιεικῶς καὶ καθιστᾶσαν. "ὅσσα δὲ μὴ πεφίληκε Ζεύς, ἀτύζονται βοὰν Πιερίδων ἀίοντα" κατὰ Πίνδαρον.

“确实如此,”阿摩尼乌斯说道,“你指的是存在于我们内心的非自愿且非出于意愿的原因;然而神明中的必然并非难以忍受,依我看,也绝非不听劝阻或充满强暴,除非是对恶人而言——正如城邦之法对最优秀之人乃是其最优秀的部分一样,其不可动摇与不可违背,并非由于不能改变,而是由于不愿改变。事实上,荷马笔下的塞壬也并非依照理性在神话中使我们恐惧,相反,他也正确地暗示了她们音乐的力量既非残酷亦非毁灭性的,而是对于那些离开此地去往彼处并在死后游荡的灵魂,似乎在其心中播下对天界神圣事物的爱慕以及对凡俗之事的遗忘,在她们受着魔魅之际加以挽留并以歌声感化;而灵魂由于喜悦便跟随并一同巡游。在这里,传到我们这边的这种音乐的某种微弱回声,借由言辞唤醒并使灵魂回忆起彼时之境;然而绝大多数人的耳朵却被肉体上的障碍与激情所涂抹封闭,而非封以蜂蜡;至于那凭借天资敏悟并记起此境的灵魂,其激情绝不下于最狂热的爱情,在渴望与爱慕之余,虽无法摆脱肉体,却苦苦企盼。然而,我本人并不完全赞同这些说法;依我看,柏拉图正如将天轴比作纱锭与纺锤、将星辰比作纺轮一样,在此处亦是特异地借用比喻将缪斯命名为塞壬,因她们乃是‘述说’(eirousas)神圣之事并在冥府宣讲者,正如索福克勒斯的奥德修斯所言,他到达了塞壬所在之处,‘福尔库斯的女儿们,咏唱着冥府的法则’。 缪斯共有八位,伴随着八个天球一同运转,还有一位领受了大地周围的领域。那八位掌管天球周期运转的女神,维系并护卫着行星相对于恒星以及彼此之间的和谐;而那一位巡视并回绕在地球与月球之间领域的女神,则在其天性所能感知和接纳的限度内,赋予有死之物以恩典、节律与和谐,借由言辞与歌唱引入作为城邦生活与社交协作之助力的‘劝说’,抚慰并迷醉我们心中的狂躁与迷惘,温和地将我们宛如从歧途之中召回并恢复平静。正如品达所云: ‘凡不为宙斯所爱之物, 听闻庇厄利亚诸女的呼声, 皆战栗惊惶。’”

语法注3 条
  1. 745dτὴν ἐν ἡμῖν ἀκούσιον αἰτίαν καὶ ἀπροαίρετον

    承接前文梅内菲鲁斯所引“痛恨不堪忍受的必然”(στυγέει δύστλητον ἀνάγκην),阿摩尼乌斯补充说明“[你所说的/她所痛恨的乃是]我们内心非自愿且非出于意愿的原因”。此宾格短语依赖于省略的动词(如 λέγεις)或承接前文宾语的作用,并与后文的主格“ἡ δʼ ἐν θεοῖς ἀνάγκη”构成对比。

  2. 745dοὐ τῷ μὲν ἀδυνάτῳ τῷ δʼ ἀβουλήτῳ τῆς μεταβολῆς

    此为表示原因或理由的与格(dative of cause),借助“μέν...δέ”结构否定了前者(οὐ),肯定了后者,意即“并非由于改变之不可能(τῆς μεταβολῆς),而是由于不愿改变”。

  3. 745eεἰρούσας τὰ θεῖα καὶ λεγούσας

    分词 εἰρούσας(动词 εἴρω“述说、宣讲”的现在分词阴性宾格复数)在此充当语源学双关(etymological wordplay),用以解释柏拉图何以将缪斯称为塞壬(Σειρῆνας):即视其为“述说(εἰρούσας)与宣讲神圣事物者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:9.14.5-9.14.6