← 普鲁塔克

食桌谈话录

§9.14.3-9.14.4

技艺三分法与缪斯九位之数的成因

兰普里阿斯根据技艺的三分法及其各自的三个分支阐明了缪斯最初为三位、后定为九位的原因,普鲁塔克则通过援引德尔斐关于宇宙三分结构的传说对此作出回应。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.14.3

εἶπεν οὖν ὁ ἀδελφός, ὅτι τρεῖς ᾔδεσαν οἱ παλαιοὶ Μούσας· καὶ τούτου λέγειν ἀπόδειξιν ὀψιμαθές ἐστι καὶ ἄγροικον ἐν τοσούτοις καὶ τοιούτοις ἀνδράσιν. αἰτία δʼ οὐχ ὡς ἔνιοι λέγουσι τὰ μελῳδούμενα γένη, τὸ διάτονον καὶ τὸ χρωματικὸν καὶ τὸ ἐναρμόνιον οὐδʼ οἱ τὰ διαστήματα παρέχοντες ὅροι, νήτη καὶ μέση καὶ ὑπάτη· καίτοι Δελφοί γε τὰς Μούσας οὕτως ὠνόμαζον, οὐκ ὀρθῶς ἑνὶ μαθήματι, μᾶλλον δὲ μορίῳ μαθήματος ἑνὸς τοῦ μουσικοῦ , τῷ γʼ ἁρμονικῷ, προστιθέντες. ἁπάσας δʼ ὡς ἐγὼ νομίζω τὰς διὰ λόγου περαινομένας ἐπιστήμας καὶ τέχνας οἱ παλαιοὶ καταμαθόντες ἐν τρισὶ γένεσιν οὔσας, τῷ φιλοσόφῳ καὶ τῷ ῥητορικῷ καὶ τῷ μαθηματικῷ, τριῶν ἐποιοῦντο δῶρα καὶ χάριτας θεῶν ἃς Μούσας ὠνόμαζον. ὕστερον δὲ καὶ καθʼ Ἡσίοδον ἤδη μᾶλλον ἐκκαλυπτομένων τῶν δυνάμεων, διαιροῦντες εἰς καὶ εἴδη τρεῖς πάλιν ἑκάστην ἔχουσαν ἐν αὑτῇ διαφορὰς ἑώρων ὧν ἐν μὲν τῷ μαθηματικῷ τὸ περὶ μουσικήν ἐστι καὶ τὸ περὶ ἀριθμητικὴν καὶ τὸ περὶ γεωμετρίαν, ἐν τῷ φιλοσόφῳ τὸ λογικὸν καὶ τὸ ἠθικὸν καὶ τὸ φυσικόν, ἐν τῷ ῥητορικῷ τὸ ἐγκωμιαστικὸν πρῶτον γεγονέναι λέγουσι, δεύτερον τὸ συμβουλευτικόν, ἔσχατον δὲ τὸ δικανικόν. ὧν μηδὲν ἄθεον μηδʼ ἄμουσον εἶναι ἄμοιρον κρείττονος καὶ ἡγεμονίας ἀξιοῦντες,1 εἰκότως ἰσαρίθμους τὰς Μούσας οὐκ ἐποίησαν ἀλλʼ οὔσας ἀνεῦρον. ὥσπερ οὖν τὰ ἐννέα διαίρεσιν εἰς τρεῖς λαμβάνει τριάδας, ὧν ἑκάστη πάλιν εἰς μονάδας διαιρεῖται τοσαύτας· οὕτως ἓν μέν ἐστι καὶ κοινὸν ἡ τοῦ λόγου περὶ τὸ κύριον ὀρθότης, νενέμηνται σύντρεις εἰς τῶν τριῶν γενῶν ἕκαστον· εἶτα πάλιν αὖ μοναδικῶς ἑκάστη μίαν περιέπει λαχοῦσα καὶ κοσμεῖ δύναμιν. οὐ οἶμαι τοὺς ποιηματικοὺς καὶ τοὺς ἀστρολογικοὺς ἐγκαλεῖν ἡμῖν ὡς παραλείπουσι· τὰς τέχνας αὐτῶν, εἰδότας οὐδὲν ἧττον ἡμῶν ἀστρολογίαν γεωμετρίᾳ ποιητικὴν δὲ μουσικῇ συννεμομένην.

于是我的兄长说道,古人只知有三位缪斯: “而在如此众多且卓越的学者面前陈述此事的证据,未免显得生搬硬套且不知大体。其原因并非如某些人所言,在于旋律的三种属类——自然音阶、半音阶与泛音阶,亦不在于界定音程的三种极限——高音弦、中音弦与低音弦。尽管德尔斐人确实曾以此命名诸缪斯,但并不恰当,因为他们将女神归属于单一的学问,甚至只是音乐这一门学问中的微小部分,即和声论。然而依我之见,古人察觉到凡借由理性完成的一切科学与技艺皆分为三类——哲学的、修辞学的与数学的,便将它们归为他们称之为缪斯的三位女神的馈赠与恩典。其后,早在赫西俄德的时代,随着其潜能进一步显露,人们将其划分为各门类,发见每一门类自身又含有三种差异:在数学中,有关于音乐的、关于算术的与关于几何的;在哲学中,有逻辑学、伦理学与物理学;在修辞学中,据说最早产生的是颂扬演说,其次是议政演说,最后是法庭演说。古人认为其中任何一种都不应无神眷顾,不应无缪斯护佑而缺乏更高力量的统领,因此理所当然地并非‘创造’了数目相同的缪斯,而是‘发掘’出了本已存在的诸女神。正如同九能被划分为三个三联组,而每一组又被划分为同样多的单子一样,理性针对其首要本质的端正性是单一且相通的,〔诸缪斯〕则三位一组地分配给这三个门类中的每一个;随后每位缪斯又如单子般各自领受一项权能并加以守护和润色。我想,研习诗学和天文学的人不会指责我们遗漏了他们的技艺,因为他们同我们一样深知,天文学与几何学相伴,诗学则与音乐相伴。”

§9.14.4

ὡς δὲ ταῦτʼ ἐρρήθη, τοῦ ἰατροῦ Τρύφωνος εἰπόντος τῇ δʼ, ἡμετέρᾳ τέχνῃ τί παθὼν2 τὸ Μουσεῖον ἀποκέκλεικας; ὑπολαβὼν Διονύσιος ὁ Μελιτεὺς πολλούς ἔφη συμπαρακαλεῖς ἐπὶ τὴν κατηγορίαν· καὶ γὰρ ἡμεῖς οἱ γεωργοὶ τὴν Θάλειαν οἰκειούμεθα, φυτῶν καὶ σπερμάτων εὐθαλούντων καὶ βλαστανόντων ἐπιμέλειαν αὐτῇ καὶ σωτηρίαν ἀποδιδόντες. ἀλλʼ οὐ δίκαια ἔφην ἐγὼ ποιεῖτε· καὶ γὰρ ὑμῖν ἔστι Δημήτηρ ἀνησιδώρα καὶ Διόνυσος "δενδρέων νομὸν πολυγαθὴς αὐξάνων, ἁγνὸν φέγγος ὀπώρας" ὡς Πίνδαρός φησι· καὶ τοὺς ἰατροὺς Ἀσκληπιὸν ἔχοντας ἴσμεν ἡγεμόνα καὶ Ἀπόλλωνι Παιᾶνι χρωμένους πάντα, Μουσηγέτῃ μηθέν. πάντες γάρ ἄνθρωποι θεῶν χατέουσι καθʼ Ὅμηρον, οὐ πάντες δὲ πάντων. ἀλλʼ ἐκεῖνο θαυμάζω, πῶς ἔλαθε Λαμπρίαν τὸ λεγόμενον ὑπὸ Δελφῶν. λέγουσι γάρ οὐ φθόγγων οὐδὲ χορδῶν ἐπωνύμους γεγονέναι τὰς Μούσας παρʼ αὐτοῖς· ἀλλά, τοῦ κόσμου τριχῇ πάντα νενεμημένου, πρώτην μὲν εἶναι τὴν τῶν ἀπλανῶν μερίδα, δευτέραν δὲ τὴν τῶν πλανωμένων, ἐσχάτην δὲ τὴν τῶν ὑπὸ σελήνην συνηρτῆσθαι δὲ πάσας καὶ συντετάχθαι κατὰ λόγους ἐναρμονίους, ὧν ἑκάστης φύλακα Μοῦσαν εἶναι, τῆς μὲν πρώτης ὑπάτην τῆς δʼ ἐσχάτης Νεάτην, Μέσην δὲ τὴν μεταξὺ συνέχουσαν ἅμα καὶ συνεπιστρέφουσαν, ὡς ἀνυστὸν ἐστι, τὰ θνητὰ τοῖς θεοῖς καὶ τὰ περίγεια τοῖς οὐρανίοις· ὡς καὶ Πλάτων ᾐνίξατο τοῖς τῶν Μοιρῶν ὀνόμασι τὴν μὲν Ἄτροπον τὴν δὲ Κλωθὼ τὴν δὲ Λάχεσιν προσαγορεύσας· ἐπεὶ ταῖς γε τῶν ὀκτὼ σφαιρῶν περιφοραῖς Σειρῆνας οὐ Μούσας ἰσαρίθμους ἐπέστησεν.3

当这番话说完时,医生特律丰说道: “你究竟是出于何种念头,竟把我们的技艺关在缪斯神殿之外?” 墨利特的狄奥尼修斯接过话头: “你召唤了众多的人”他说道,“一同参与这一控告。因为我们农人同样要求享有塔利亚,将植物与种子的繁茂萌发之看护与维系归功于她。” “然而你们所为并不公允,”我说道, “因为你们拥有赐予果实的得墨忒耳,以及如品达所言 ‘怀着无限欢欣使树木生长, 带来秋熟之清纯光辉’ 的狄奥尼索斯;至于医生,我们深知他们奉阿斯克勒庇俄斯为领袖,并在一切事上求告医神阿波罗,却丝毫用不上缪斯的领袖。正如荷马所云: ‘凡人皆需要神明’, 但并非所有人都需要所有的神明。然而令我惊异的是,德尔斐人的说法竟被兰普里阿斯忽略了。因为他们说,他们那里的缪斯并非以音调或琴弦命名;而是整个宇宙被划分为三部分,第一部分是恒星界,第二部分是行星界,最后一部分是月下界;这一切皆按和声的比例彼此联系并整饬有序,每一部分都有一位缪斯作为守护者——第一部分为低音女神,最后部分为高音女神,居间的中音女神则尽可能同时将有死之物与诸神、近地之物与天界之物维系并使之一同运转;正如柏拉图亦借命运三女神之名所暗示的那样,将其中一位称为阿特洛波斯,另一位称为克洛托,另一位称为拉刻西斯;因为在八个天球的运转之上,他设立的是同等数量的塞壬,而非缪斯。”

语法注3 条
  1. 744eὧν μηδὲν ἄθεον μηδʼ ἄμουσον εἶναι ἄμοιρον κρείττονος καὶ ἡγεμονίας ἀξιοῦντες

    由分词 ἀξιοῦντες 统摄的“宾格加不定式”结构,其中 μηδὲν [ὧν] 为宾格主语,εἶναι 为不定式。表语连用了三个带有否定前缀(alpha-privative)的形容词(ἄθεον、ἄμουσον、ἄμοιρον),意为“认为这些(学艺分支)皆不应无神眷顾,不应无缪斯护佑而缺乏更高力量的统领”。其中 ἄμοιρον 支配属格短语 κρείττονος καὶ ἡγεμονίας。

  2. 744eτί παθὼν

    由疑问词 τί 与动词 πάσχω 的第二不定过去时主动分词 παθών 结合而成的希腊语惯用表达。字面意为“经历了什么?”,引申为“究竟出于何种念头”、“何故”,常用于质问对方突兀或看似不合情理之举动的动机。

  3. 745cἐπεὶ ταῖς γε τῶν ὀκτὼ σφαιρῶν περιφοραῖς Σειρῆνας οὐ Μούσας ἰσαρίθμους ἐπέστησεν

    连词 ἐπεί 在此引导理由或证据从句(“因为/鉴于”),为前文所主张的“柏拉图是通过三位命运女神之名而非缪斯来暗示宇宙的三分结构”提供论据。在《理想国》卷十“厄尔神话”中,柏拉图为八个天球的运转指派了同等数量的塞壬(而非缪斯);因此,既然他并未将缪斯与八天球相配,那么他对宇宙三层结构的暗示必然是托名于三位命运女神。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:9.14.3-9.14.4