- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:9.14.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在阿摩尼乌斯的鼓励下,叙述者(普鲁塔克)提出了自己的划分方案,将乌剌尼亚留于天上,而将其他八位缪斯分配至下界,分别掌管并引导人类灵魂中理性与欲望的各个分支活动。
τούτοις ἐπιφωνήσαντος τοῦ Ἀμμωνίου τὰ τοῦ Ξενοφάνους ὥσπερ εἰώθει "ταῦτα δεδοξάσθαι μὲν ἐοικότα τοῖς ἐτύμοισι1" καὶ παρακαλοῦντος ἀποφαίνεσθαι καὶ λέγειν τὸ δοκοῦν ἕκαστον, ἐγὼ μικρὸν διασιωπήσας ἔφην ὅτι καὶ Πλάτων αὐτὸς ὥσπερ ἴχνεσι τοῖς ὀνόμασι τῶν θεῶν ἀνευρίσκειν οἴεται τὰς δυνάμεις· καὶ ἡμεῖς ὁμοίως μὲν τιθῶμεν ἐν οὐρανῷ καὶ περὶ τὰ οὐράνια μίαν τῶν Μουσῶν·, ἣ Οὐρανία φαίνεται· καὶ εἰκὸς ἐκεῖνα μὴ πολλῆς μηδὲ ποικίλης κυβερνήσεως δεῖσθαι, μίαν ἔχοντα καὶ ἁπλῆν αἴτιον φύσιν· ὅπου δὲ πολλαὶ πλημμέλειαι πολλαὶ δʼ ἀμετρίαι καὶ παραβάσεις, ἐνταῦθα τὰς ὀκτὼ μετοικιστέον, ἄλλην ἄλλο κακίας καὶ ἀναρμοστίας εἶδος ἐπανορθουμένας. ἐπεὶ δὲ τοῦ βίου τὸ μὲν σπουδῇ τὸ δὲ παιδιᾷ μέρος ἐστί, καὶ δεῖται τοῦ μουσικῶς καὶ μετρίως,2 τὸ μὲν σπουδάζον ἡμῶν ἥ τε Καλλιόπη καὶ ἡ Κλειὼ καὶ ἡ Θάλεια, τῆς περὶ θεοὺς ἐπιστήμης καὶ θέας ἡγεμὼν οὖσα, δόξουσιν ἐπιστρέφειν καὶ συγκατορθοῦν· αἱ δὲ λοιπαὶ τὸ μεταβάλλον ἐφʼ ἡδονὴν καὶ παιδιὰν ὑπʼ ἀσθενείας μὴ περιορᾶν ἀνιέμενον ἀκολάστως καὶ θηριωδῶς, ἀλλʼ ὀρχήσει καὶ ᾠδῇ καὶ χορείᾳ ῥυθμὸν ἐχούσῃ καὶ ἁρμονίᾳ καὶ λόγῳ κεραννύμενον εὐσχημόνως καὶ κοσμίως ἐκδέχεσθαι καὶ παραπέμπειν. ἐγὼ μέντοι, τοῦ Πλάτωνος ἐν ἑκάστῳ δύο πράξεων ἀπολείποντος ἀρχάς, τὴν μὲν ἔμφυτον ἐπιθυμίαν ἡδονῶν τὴν δʼ ἐπείσακτον δόξαν ἐφιεμένην τοῦ ἀρίστου, καὶ τὸ μὲν λόγον τὸ δὲ πάθος ἔστιν ὅτε καλοῦντος, ἑτέρας δʼ αὖ πάλιν τούτων ἑκατέρου διαφορὰς ἔχοντος,3 ἑκάστην ὁρῶ μεγάλης καὶ θείας ὡς ἀληθῶς παιδαγωγίας δεομένην. αὐτίκα τοῦ λόγου τὸ μέν ἐστι πολιτικὸν καὶ βασιλικόν, ἐφʼ ᾧ τὴν Καλλιόπην τετάχθαι φησὶν ὁ Ἡσίοδος· τὸ φιλότιμον δʼ ἡ Κλειὼ μάλιστα κυδαίνειν καὶ συνεπιγαυροῦν εἴληχεν ἡ δὲ Πολύμνια τοῦ φιλομαθοῦς ἐστι καὶ μνημονικοῦ τῆς ψυχῆς· διὸ καὶ Σικυώνιοι τῶν τριῶν Μουσῶν μίαν Πολυμάθειαν καλοῦσιν. Εὐτέρπῃ δὲ πᾶς ἄν τις ἀποδοίη τὸ θεωρητικὸν τῆς περὶ φύσιν ἀληθείας, οὔτε καθαρωτέρας οὔτε καλλίους ἑτέρῳ γένει παραλιπὼν εὐπαθείας καὶ τέρψεις. τῆς δʼ ἐπιθυμίας τὸ μὲν περὶ ἐδωδὴν καὶ πόσιν ἡ Θάλεια κοινωνητικὸν ποιεῖ καὶ συμποτικὸν ἐξ ἀπανθρώπου καὶ θηριώδους· διὸ τοὺς φιλοφρόνως καὶ ἱλαρῶς συνόντας ἀλλήλοις ἐν οἴνῳ θαλιάζειν λέγομεν, οὐ τοὺς ὑβρίζοντας καὶ παροινοῦντας· ταῖς δὲ περὶ συνουσίαν σπουδαῖς ἡ Ἐρατὼ παροῦσα μετὰ πειθοῦς λόγον ἐχούσης καὶ καιρὸν ἐξαιρεῖ καὶ κατασβέννυσι τὸ μανικὸν τῆς ἡδονῆς καὶ οἰστρῶδες, εἰς φιλίαν καὶ πίστιν οὐχ ὕβριν οὐδʼ ἀκολασίαν τελευτώσης. οἵδε καὶ ὀφθαλμῶν ἡδονήν,4 εἶδος εἴτε τῷ λόγῳ μᾶλλον εἴτε τῷ πάθει προσῆκον εἴτε κοινὸν ἀμφοῖν ἐστιν, αἱ λοιπαὶ δύο, Μελπομένη καὶ Τερψιχόρη, παραλαβοῦσαι κοσμοῦσιν· ὥστε τὴν μὲν εὐφροσύνην μὴ κήλησιν εἶναι, τὸ δὲ μὴ γοητείαν ἀλλὰ τέρψιν.
当阿摩尼乌斯照例引用色诺芬尼的话作结道: “且将这些看作是近似真理的臆说”,并鼓励每个人发表己见、畅所欲言时,我略微沉默了一会儿说道: “柏拉图本人也认为,他是以神明的名字为线索来发现其司职与能力的。我们不妨同样将诸位缪斯中的一位安置在天上并主管天体事务,这位显然就是乌剌尼亚;因为天界的事物具有单一而纯粹的本原性质,理所当然不需要繁复而多样的统摄。然而在充满诸多失调、诸多过度与逾矩的下界,则应当迁置那八位女神,让她们各自矫正一种恶德与不协调。既然人生一部分在于严肃求实,一部分在于嬉戏游乐,且二者皆需合乎音乐节度,那么在我们严肃求实的一面,卡利俄佩、克利俄以及掌管关于神明的知识与沉思的塔利亚,便当引导并协助我们走上正轨;而其余的女神则不会听任我们因软弱而转向享乐与嬉戏的心灵沦于放荡与野蛮,而是通过舞蹈、歌唱、富有节律的合唱,并与和声及理性相调和,文雅得体地加以接纳并引导。然而就我而言,既然柏拉图在每个人身上保留了两种行动原则——即对快乐与生俱来的欲望,以及追求至善的后天观念,并有时称后者为理性、前者为激情,且这两者各自又包含其他差别——我看到每一部分确实都需要宏大而神圣的训育。首先,理性的一部分是政治与王道的,赫西俄德说卡利俄佩正是掌管此职;克利俄则尤其分得赞美与助长好胜求荣之心的司职;而波吕姆尼亚则主管灵魂中好学求知与记忆的部分,因此西库昂人将三位缪斯中的一位称为‘博学’(波吕玛蒂亚)。至于对自然真理的沉思,人人都愿将其归于欧忒耳佩,因为不会留给其他事物更为纯洁美好的快慰与愉悦。另一方面,在欲望之中,对于饮食的一部分,塔利亚使之摆脱野蛮与兽性,化为合群共济与宴饮交游;因此我们说那些在酒宴中友善欢乐相聚的人是在‘欢宴’(thaliazein),而不这样说那些胡作非为、酗酒滋事之人。而在两性交合的热望上,厄剌托伴随着合乎理智与适时的劝说而临在,消除并熄灭快感中狂乱而骚动的部分,使其归宿于友爱与信任,而非侮慢与放荡。此外,对于歌咏与视觉的快感——无论这一形式更偏向于理性、更偏向于激情,还是二者兼而有之——其余的两位女神墨尔波墨涅与忒耳普西科瑞接管并整饬之,从而使一者成为欢愉而非迷障,另一者亦非巫术蛊惑,而是怡然自乐。”
- 7ταῦτα δεδοξάσθαι μὲν ἐοικότα τοῖς ἐτύμοισι
引自色诺芬尼残篇。完成时被动不定式 δεδοξάσθαι 具有祈使或假设让步的意味(“且将这些视为……”),中性复数 ταῦτα 为其主语,分词 ἐοικότα 作主语补足语与其保持一致。
- 746cδεῖται τοῦ μουσικῶς καὶ μετρίως
动词 δεῖται 接属格;此处中性单数属格冠词 τοῦ 实词化了副词短语 μουσικῶς καὶ μετρίως,表示“合乎音乐与适度之状态”。亦可理解为省略了不定式如 ἔχειν 或 ἄγεσθαι。
- 746dἑτέρας δʼ αὖ πάλιν τούτων ἑκατέρου διαφορὰς ἔχοντος
属于从 τοῦ Πλάτωνος... ἀπολείποντος... καλοῦντος 延续的独立属格结构。此处主语转换为 τούτων ἑκατέρου(“这两者各自”),分词 ἔχοντος 与其一致,并以 ἑτέρας ... διαφοράς 为宾语(“而这两者各自又具有其他差别”)。
- 746eοἵδε καὶ ὀφθαλμῶν ἡδονήν
写本中的 οἵδε 被广泛认为是抄写错误,学界传统上多校订为 ᾠδῆς(“歌唱与视听之愉悦”)。本译文遵从这一经典校订,将宾格 ἡδονήν 视为主语 αἱ λοιπαὶ δύο, Μελπομένη καὶ Τερψιχόρη 所接分词 παραλαβοῦσαι 及动词 κοσμοῦσιν 的宾语。
