- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:9.14.1-9.14.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在向缪斯诸神奠酒并歌唱赞歌之后,希律论述了修辞学与缪斯诸神的密切关联,随后阿摩尼乌斯就缪斯为何恰为九位提出数理疑问,并鼓励在座众人对此展开探讨。
ἐκ τούτου σπονδὰς ἐποιησάμεθα ταῖς Μούσαις, καὶ τῷ Μουσηγέτῃ Ἀπόλλωνι παιανίσαντες συνῄσαμεν τῷ Ἐράτωνι πρὸς τὴν λύραν ἐκ τῶν Ἡσιόδου τὰ περὶ τὴν τῶν Μουσῶν γένεσιν. μετὰ δὲ τὴν ᾠδὴν Ἡρώδης ὁ ῥήτωρ ἀκούετʼ ἔφη ὑμεῖς οἱ τὴν Καλλιόπην ἀποσπῶντες ἡμῶν,1 σὺν τοῖς βασιλεῦσιν αὐτὴν παρεῖναί φασιν, οὐκ ἀναλύουσι δήπου συλλογισμοὺς οὐδʼ ἐρωτῶσι μεταλλάττοντας, ἀλλὰ ταῦτα πράττουσιν ἃ ῥητόρων ἐστὶ καὶ πολιτικῶν ἔργα. τῶν δʼ ἄλλων ἥ τε Κλειὼ τὸ ἐγκωμιαστικὸν προσάγεται· κλέα γὰρ ἐκάλουν τοὺς ἐπαίνους· ἥ τε Πολύμνια τὸ ἱστορικὸν ἔστι γὰρ μνήμη πολλῶν· ἐνιαχοῦ δὲ καὶ πάσας·, ὥσπερ ἐν λείῳ, τὰς Μούσας Μνείας καλεῖσθαι λέγουσιν. ἐγὼ δὲ μεταποιοῦμαὶ τι καὶ τῆς Εὐτέρπης· εἴπερ, ὥς φησι Χρύσιππος, αὕτη τὸ περὶ τὰς ὁμιλίας ἐπιτερπὲς εἴληχε καὶ κεχαρισμένον. ὁμιλητικὸς γὰρ οὐδὲν ἧττον ἢ δικανικὸς ὁ ῥήτωρ καὶ συμβουλευτικός· αἱ γὰρ ἕξεις ἔχουσι καὶ εὐμενείας καὶ συνηγορίας καὶ ἀπολογίας· πλείστῳ δὲ τῷ ἐπαινεῖν χρώμεθα καὶ τῷ ψέγειν, ἐν τούτοις οὐ φαύλων οὐδὲ μικρῶν τυγχάνοντες, ἂν τεχνικῶς τοῦτο πράττωμεν ἂν δʼ ἀπείρως καὶ ἀτεχνῶς, ἀστοχοῦντες· τὸ γάρ "ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν ἀνθρώποις" δὲ μᾶλλον, ὡς τὸ περὶ τὰς ὁμιλίας εὐάρμοστον ἔχουσι, πειθὼ καὶ χάριν οἶμαι προσήκειν.
此后,我们向缪斯诸女神奠酒,并在向缪斯之领袖阿波罗唱罢凯歌后,伴着埃拉同的竖琴合唱了赫西俄德诗篇中关于缪斯起源的部分。歌毕,修辞学家希律言道:“听着,你们这些企图把卡利俄佩从我们身边夺走的人!他们虽说卡利俄佩常伴国王左右,但国王绝不会去剖析三段论,也不会去推究变异命题,而是从事那些属于修辞学家和政治家职责的事业。在其余的缪斯中,克利俄执掌颂赞之事——因为古人将赞词称为klea;波吕许谟尼亚则执掌史学之事,因为史学即是对繁复事物的记忆;在某些地方,人们甚至说所有的缪斯都如在平滑之境(或厄利斯)一般被称为‘记忆女神’。至于我,也想分得欧忒耳佩的一份,倘若真如克律西波斯所言,她分掌了社交交谈中令人愉悦与受人喜爱的特质。因为修辞学家不仅长于法庭辩护与议事论政,在日常交游方面亦毫不逊色;盖此类风度兼具善意、辩护与答辩。我们最为常运用的便是赞美与指责,若能熟谙技艺地行之,所获成效便绝非平庸狭小;若生疏拙劣地行之,则必失其靶的;正如诗句所云: ‘哎呀,此人对于众人是何等亲切而尊贵!’ ……然而我认为,说服与优雅更应属于那些在交际中具备得体言行之人。”
καὶ ὁ Ἀμμώνιος οὐκ ἄξιον ἔφη σοι νεμεσᾶν, ὦ Ἡρώδη, καὶ πλείῃ χειρὶ2 τῶν Μουσῶν ἐπιδραττομένῳ· κοινὰ γὰρ τὰ φίλων. καὶ διὰ τοῦτο πολλὰς ἐγέννησε Μούσας ὁ Ζεύς, ὅπως ᾖ πᾶσιν ἀρύσασθαι τῶν καλῶν ἀφθόνως· οὔτε γὰρ κυνηγίας πάντες οὔτε στρατείας οὔτε ναυτιλίας οὔτε βαναυσουργίας, παιδείας δὲ καὶ λόγου δεόμεθα πάντες "εὐρυεδοῦς ὅσοι καρπὸν αἰνύμεθα χθονός" ὅθεν Ἀθηνᾶν μίαν καὶ Ἄρτεμιν καὶ Ἥφαιστον ἕνα, Μούσας δὲ πολλὰς ἐποίησεν. ὅτι δʼ ἐννέα καὶ οὐκ ἐλάττους οὐδὲ πλείους, ἆρʼ ἂν ἡμῖν φράσειας; οἶμαι δέ σε πεφροντικέναι φιλόμουσον οὕτω καὶ πολύμουσον ὄντα. τί δὲ τοῦτο σοφόν; εἶπεν ὁ Ἡρώδης· πᾶσι γὰρ διὰ στόματός ἐστι καὶ πάσαις ὑμνούμενος ὁ τῆς ἐννεάδος ἀριθμός, ὡς πρῶτος ἀπὸ πρώτου περισσοῦ τετράγωνος ὢν3 καὶ περισσάκις περισσός, ἅτε δὴ τὴν διανομὴν εἰς τρεῖς ἴσους λαμβάνων περισσούς. καὶ ὁ Ἀμμώνιος ἐπιμειδιάσας ἀνδρικῶς ταυτὶ διεμνημόνευσας· καὶ πρόσθες αὐτοῖς ἔτι τοσοῦτον, τὸν ἀριθμὸν ἐκ δυεῖν τῶν πρώτων κύβων συνηρμόσθαι μονάδος καὶ ὀγδοάδος, καὶ καθʼ ἑτέραν αὖ πάλιν σύνθεσιν ἐκ δυεῖν τριγώνων, τριάδος καὶ ἑξάδος ὧν ἑκάτερος καὶ τέλειός ἐστιν. ἀλλὰ τί ταῦτα ταῖς Μούσαις μᾶλλον ἢ τοῖς ἄλλοις θεοῖς; προσῆκεν, ὅτι Μούσας ἔχομεν ἐννέα, Δήμητρας δὲ καὶ Ἀθηνᾶς καὶ Ἀρτέμιδας οὐκ ἔχομεν; οὐ γὰρ δήπου καὶ σὲ πείθει τὸ Μούσας γεγονέναι τοσαύτας, ὅτι τοὔνομα τῆς μητρὸς αὐτῶν ἐκ τοσούτων γραμμάτων ἐστίν. γελάσαντος δὲ τοῦ Ἡρώδου καὶ σιωπῆς γενομένης, προὔτρεπεν ἡμᾶς ἐπιχειρεῖν ὁ Ἀμμώνιος.
阿摩尼乌斯说道:“希律啊,无须因你双手满满地攫取缪斯而对你动怒;因为朋友之物皆为共有。正是为此,宙斯才繁衍了众多缪斯,好让众人皆能丰沛地汲取美善之物。因为并非我们所有人都需要狩猎、征战、航海或卑贱的技艺,但我们所有人—— ‘凡享受广袤大地之果实者’ —— 皆需要教养与言论。因此神造就了一位雅典娜、一位阿耳忒弥斯和一位赫淮斯托斯,却造就了众多缪斯。但为何恰好是九位,既不多也不少,你能否告知我们?我想,以你对缪斯的如此热爱与博通,定对此深思熟虑过。” “这有何深奥之处?”希律说道,“九这个数在众口相传中无不被赞颂,它是自首个奇数所成的首个平方数,又是奇数倍的奇数,因它可均分为三个相等的奇数。” 阿摩尼乌斯微微一笑说道:“你把这些记得相当利落。你还应在此之上再添上这么一点:此数由最初的两个立方数——一与八结合而成;若按另一种组合,则由三与六这两个三角数构成,而其中每一个又都是完全数。然而,为何这些性质更适于缪斯而非其余神祇?为何我们拥有九位缪斯,却没有九位得墨忒耳、雅典娜或阿耳忒弥斯呢?想必你不会相信,缪斯之所以有这么多位,是因为她们母亲的名字是由同样多的字母组成的吧。” 希律大笑,随后陷入寂静,阿摩尼乌斯遂催促我们前去一试。
- 743dὑμεῖς οἱ τὴν Καλλιόπην ἀποσπῶντες ἡμῶν
由代词与分词短语构成的呼格结构(ὑμεῖς οἱ...)之后紧接第三人称复数动词φασίν,构成了句法上的破格(anacoluthon)。希律在直接呼告在座听众(或将卡利俄佩占为己有的哲学家们)的同时,随即以第三人称(“他们说”)引述了基于赫西俄德《神统纪》第80行(卡利俄佩伴随王者)的流行主张。
- 743eπλείῃ χειρὶ
形容词πλέως的史诗与爱奥尼亚方言阴性单数与格形式(相当于雅典方言的πλέᾳ或πλήρει)。该短语为习用表达,意为“满手地”或“一把抓住不放”,比喻希律试图为修辞学大包大揽地占有数位缪斯的神职。
- 744aπρῶτος ἀπὸ πρώτου περισσοῦ τετράγωνος ὢν
在古希腊算术传统(毕达哥拉斯派与柏拉图派)中,单位“一”(monad)被视为数的本原与发端而非严格意义上的奇数,因此“首个奇数”(πρῶτος περισσός)指的是“三”。由此,三的平方(3×3=9)被表述为“由首个奇数所成的首个平方数”。
