← 普鲁塔克

食桌谈话录

§9.13.3

论阿伽门农的誓约与决斗胜负的裁定条件

格劳基亚斯辩称,阿伽门农主持订立的誓约明确规定了以死亡作为判定胜负的拘束性条件,且墨涅拉俄斯因未杀死帕里斯而并未取得完全的胜利。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.13.3

ὑπολαβὼν δʼ ὁ Γλαυκίας ἔφη πρῶτον μὲν ἔν τε δόγμασι καὶ νόμοις ἔν τε συνθήκαις καὶ ὁμολογίαις κυριώτερα τὰ δεύτερα νομίζεσθαι καὶ βεβαιότερα τῶν πρώτων· δεύτεραι δʼ ἦσαν αἱ διʼ Ἀγαμέμνονος ὁμολογίαι τέλος ἔχουσαι θάνατον, οὐχὶ ἧτταν τοῦ κρατηθέντος. ἔπειτʼ ἐκείνη μὲν λόγοις, αὗται δὲ καὶ μεθʼ ὅρκων εἵποντο καὶ προσῆσαν ἀραὶ τοῖς παραβαίνουσιν, οὐχ ἑνὸς ἀνδρὸς ἀλλὰ πάντων ἀποδεχομένων καὶ συνομολογούντων· ὥστε ταῦτα γεγονέναι κυρίως ὁμολογίας, ἐκείνας δὲ μόνας προκλήσεις. μαρτυρεῖ δʼ ὁ Πρίαμος, μετὰ τὰ ὅρκια τοῦ ἀγῶνος ἀπιὼν, καί, "Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν·" ᾔδει γὰρ ἐπὶ τούτοις τὰς ὁμολογίας γεγενημένας· διὸ καὶ μετὰ μικρὸν ὁ Ἕκτωρ φησὶν "ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν·" ἀτελὴς γὰρ ἔμεινεν ὁ ἀγὼν, καὶ πέρας ἀναμφισβήτητον οὐκ εἶχε μηδετέρου πεσόντος. ὅθεν ἔμοιγε δοκεῖ μηδʼ ἀντινομικὸν γεγονέναι τὸ ζήτημα, ταῖς δευτέραις ὁμολογίαις τῶν πρώτων ἐμπεριεχομένων1 ὁ γὰρ ἀποκτείνας νενίκηκεν, οὐ μὴν ὁ νικήσας ἔκτεινεν. συνελόντι δʼ εἰπεῖν,2 Ἀγαμέμνων οὐκ ἔλυσε τὴν τοῦ Ἕκτορος πρόκλησιν ἀλλʼ ἐσαφήνισεν, οὐδὲ μετέθηκεν ἀλλὰ προσέθηκε τὸ κυριώτατον, ἐν τῷ κτεῖναι τὸ νικῆσαι θέμενος· αὕτη γάρ ἐστι νίκη παντελής, αἱ δʼ ἄλλαι προφάσεις καὶ ἀντιλογίας ἔχουσιν, ὡς ἡ παρὰ Μενελάου μήτε τρώσαντος μήτε διώξαντος. ὥσπερ οὖν ἐν ταῖς ἀληθιναῖς ἀντινομίαις οἱ δικασταὶ τῷ μηδὲν ἀμφισβητήσιμον ἔχοντι προστίθενται, τὸν ἀσαφέστερον ἐάσαντες οὕτως ἐνταῦθα τὴν ἀπροφάσιστον καὶ γνώριμον τέλος ἄγουσαν ὁμολογίαν βεβαιοτέραν χρὴ καὶ κυριωτέραν νομίζειν, ὃ δὲ μέγιστόν ἐστιν,3 αὐτὸς ὁ δοκῶν κρατεῖν, οὐκ ἀποστὰς φυγόντος οὐδὲ παυσάμενος, ἀλλὰ πανταχόσε φοιτῶν ἀνʼ ὅμιλον "εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα "μεμαρτύρηκεν ἄκυρον εἶναι καὶ ἀτελῆ νίκην, ἐκείνου διαπεφευγότος· οὐδʼ ἠμνημόνει τῶν ὑπʼ αὐτοῦ διειρημένων, "ἡμέων δʼ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται, τεθναίη, ἄλλοι δὲ διακρινθεῖτε τάχιστα." διὸ ζητεῖν μὲν ἀναγκαῖον ἦν αὐτῷ τὸν Ἀλέξανδρον, ὅπως ἀποκτείνας συντελέσῃ τὸ τοῦ ἀγῶνος ἔργον· μὴ κτείνας δὲ μηδὲ λαβὼν οὐ δικαίως ἀπῄτει τὸ νικητήριον. οὐδὲ γὰρ ἐνίκησεν, εἰ δεῖ τεκμήρασθαι τοῖς ὑπʼ αὐτοῦ λεγομένοις, ἐγκαλοῦντος τῷ Διὶ καὶ τὰς ἀποτεύξεις ὀδυρομένου· "Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος· ἦ τʼ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος, νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος ἠίχθη παλάμηφιν ἐτώσιον, οὐδʼ ἔβαλόν μιν" αὐτὸς γὰρ ὁμολογεῖ μηδὲν εἶναι τὸ διακόψαι τὸ ἀσπίδιον καὶ λαβεῖν ἀπορρυὲν τὸ κράνος, εἰ μὴ βάλοι μηδʼ ἀποκτείνειε τὸν πολέμιον.

格劳基亚斯接过话茬说道,首先,无论是在决议和法令中,还是在盟约和协议中,后订立的都被认为比先订立的更具约束力和效力;而后一份协议正是通过阿伽门农订立的,它以战败者的死亡、而非单纯的落败为决斗的终结。其次,前者仅见于言辞,而后者则附有誓约,对违背者施加诅咒,且并非一人应诺,而是由全体人员接受并共同认可;因此,这些才真正构成了协议,而前者不过是挑战而已。普里阿摩斯在行誓后离开战场时也为此作证,言道: ‘想必宙斯与其他不死诸神自知,二人之中死亡的结局注定属于谁。’ 因为他知晓协议正是以此为条件达成的;因此稍后赫克托尔也说道: ‘高居宝座的克罗诺斯之子并未成全誓约。’ 因为决斗未有结果,且由于二人皆未阵亡,并未产生无可争议的结局。因此在我看来,这一问题甚至根本不构成法律冲突,因为先前的提议已被包涵在后来的协议之中;盖诛杀者必已获胜,而获胜者却未必诛杀。简而言之,阿伽门农并未废除赫克托尔的挑战,而是使其明确化,也未加以变更,而是增补了最关键之点,将获胜界定于诛杀之中;因为这才是彻底的胜利,而其余情形均存有借口与争议,正如墨涅拉俄斯既未击伤亦未追击对手的情况。因此,正如在真正的法律冲突中,法官们会舍弃较为模糊的条文而支持毫无争议的条文一样,在此处亦当将毫无推托余地且导向确切结局的协议视为更稳固、更具效力者。而最重要的一点在于,那位看似占了上风的人自己,在对手逃跑后既未离开亦未停歇,而是在人群中四处巡梭,‘看是否能在何处瞥见貌若神明的亚历山大,’这就证明了在那人逃脱后胜利是无效且未完成的;他亦未曾忘记自己亲口说过的话: ‘我们二人中无论谁被注定了死亡与宿命,便当死去,其余众人当速速分开。’ 因此,他搜寻亚历山大原是必然之举,以便通过杀死他来完成决斗的使命;但他既未杀死亦未捕获对手,索要胜利的奖赏便是不正当的。事实上他并未获胜,设若必须根据他自己的言辞来推断的话——他曾责难宙斯并哀叹自己的落空: ‘宙斯父亲啊,诸神之中再无一人比你更为残酷;我本以为定要让亚历山大为恶行偿罪,如今剑却在我手中折断,长矛从我掌中徒然掷出,未曾击中他分毫。’ 因为他本人也承认,如果不能击中并杀死敌手,砍裂盾牌和拾得脱落的头盔根本算不上什么。

语法注3 条
  1. 742eταῖς δευτέραις ὁμολογίαις τῶν πρώτων ἐμπεριεχομένων

    独立属格结构。逻辑主语是属格词 τῶν πρώτων(中性复数,或承前省略 ὁμολογιῶν 的阴性属格),被动分词 ἐμπεριεχομένων 与之保持一致。与格 ταῖς δευτέραις ὁμολογίαις 受复合动词 ἐμπεριέχω 中前缀 ἐν 的支配,意为“前约已被包含在后约之中”。

  2. 742eσυνελόντι δʼ εἰπεῖν

    习惯搭配,由表限定或视点的与格(dative of reference,συναιρέω 的不定过去时分词 συνελόντι)与不定式 εἰπεῖν 构成,意为“简而言之”或“概括而言”。

  3. 743aὃ δὲ μέγιστόν ἐστιν

    插入性关系从句,对后文整体起同格说明作用(“而最重要的事情是”),用作强调性的引申短语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:9.13.3