← 普鲁塔克

食桌谈话录

§9.13.1-9.13.2

帕里斯与墨涅拉俄斯决斗誓约的矛盾

叙述者提出了《伊利亚特》中决斗挑战条款(胜负)与阿伽门农誓约条款(生死)的冲突作为修辞诉讼题目,索斯皮斯据此论证发起挑战者的约定具有最高法律效力,墨涅拉俄斯理应获胜。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.13.1

τίνʼ ἔφη ταύτην; ἐγώ σοι φράσω εἶπον ἅμα καὶ τούτοις προβάλλων διὸ τὸν νοῦν ἤδη προσεχέτωσαν. ὁ γὰρ Ἀλέξανδρος ἐπὶ ῥητοῖς δήπου πεποίηται τὴν πρόκλησιν οὕτως1 "αὐτὰρ ἔμʼ ἐν μέσσῳ καὶ ἀρηίφιλον Μενέλαον συμβάλετʼ ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται, κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·" καὶ πάλιν ὁ Ἕκτωρ ἀναγορεύων καὶ τιθεὶς εἰς μέσον πᾶσι τὴν πρόκλησιν αὐτοῦ μονονουχὶ τοῖς αὐτοῖς ὀνόμασι κέχρηται· "ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς τεύχεα κάλʼ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ, αὐτὸν δʼ ἐν μέσσῳ καὶ ἀρηίφιλον Μενέλαον οἴους ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι. τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθʼ ἕποιτο." δεξαμένου δὲ τοῦ Μενελάου, ποιοῦνται τὰς συνθήκας ἐνόρκους, ἐξάρχει δʼ Ἀγαμέμνων "εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ, αὐτὸς ἔπειθʼ Ἑλένην ἀγέτω καὶ κτήματα πάντα· εἰ δὲ κʼ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος, κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω." ἐπεὶ τοίνυν ἐνίκησε μὲν οὐκ ἀνεῖλε δʼ ὁ Μενέλαος, μεταλαβόντες ἑκάτεροι τὴν ἀξίωσιν ἰσχυρίζονται τοῖς τῶν πολεμίων, οἱ μὲν ὡς νενικημένου τοῦ Πάριδος ἀπαιτοῦντες, οἱ δʼ ὡς μὴ τεθνηκότος οὐκ ἀποδιδόντες. πῶς οὖν ἔφην τὴν δίκην ταύτην ἰθύντατʼ ἂν εἴποι τις καὶ διαιτήσειε τὴν ἀντινομίαν, οὐ φιλοσόφων οὐδὲ γραμματικῶν, ἀλλὰ ῥητόρων ἔργον ἐστὶ φιλογραμματούντων ὥσπερ ὑμεῖς καὶ φιλοσοφούντων.

“这是个什么样的题目?”他问道。 “我这就告诉你,”我说道,“同时也向他们提出这个题目,因此让他们现在就注意听好。因为亚历山大想必是在明确约定的条件下发起这一挑战的,文辞如下: ‘且使我与受阿瑞斯宠爱的墨涅拉俄斯于阵中交锋, 为了海伦和一切财物展开搏斗。 二人之中无论谁人获胜并占优, 便当收尽一切财宝,将妇人带回己家。’ 接着,赫克托尔向众人宣布并公布他的挑战时,所用的措辞也几乎一模一样: ‘他命其余特洛伊人及全体阿开奥斯人, 在丰沃的大地上卸下美好的甲胄, 而他自己与受阿瑞斯宠爱的墨涅拉俄斯, 二人独在阵中为海伦和一切财物搏斗; 妇人与财物当归随获胜之人。’ 而在墨涅拉俄斯应战后,他们立下附誓约的盟书,由阿伽门农领宣誓言: ‘设若亚历山大诛灭墨涅拉俄斯, 便由他本人带走海伦及一切财物; 设若金发的墨涅拉俄斯杀死亚历山大, 便由他收尽一切财宝,将妇人带回己家。’ 因此,既然墨涅拉俄斯战胜了,却并未杀死对手,双方遂互换立场,各自执持敌方的约定为据:一方因帕里斯已被击败而索要,另一方则因帕里斯未死而拒不交还。那么,”我说道,“人们当如何最公正地裁决这起诉讼并调解这一法律冲突呢?这并非哲学家或文法学家的职责,而是如同诸位这样既研习文法又躬行哲学的修辞学家的分内之事。”

§9.13.2

ὁ μὲν οὖν Σῶσπις ἔφη κυριώτερον εἶναι τὸν τοῦ προκεκλημένου λόγον, ὥσπερ νόμον· ἐκεῖνος γάρ, ἐφʼ οἷς διαγωνιοῦνται, κατήγγειλεν· οἱ δὲ δεξάμενοι καὶ ὑπακούσαντες οὐκέτι κύριοι προστιθέντες.2 ἡ δὲ πρόκλησις οὐ περὶ φόνου καὶ θανάτου γέγονεν, ἀλλὰ περὶ νίκης καὶ ἥττης· καὶ μάλα δικαίως. ἔδει γὰρ τὴν γυναῖκα τοῦ κρείττονος εἶναι, κρείττων δʼ ὁ νικῶν, ἀποθνήσκειν δὲ πολλάκις συμβαίνει κἀγαθοῖς ὑπὸ κακῶν, ὡς ὕστερον Ἀχιλλεὺς ἀπέθανεν τοξευθεὶς ὑπὸ Πάριδος· καὶ οὐκ ἂν οἶμαι φαίημεν Ἀχιλλέως ἧτταν γεγονέναι τὸν θάνατον οὐδὲ νίκην ἀλλʼ ἄδικον εὐτυχίαν τοῦ βάλλοντος. ἀλλʼ ὁ Ἕκτωρ ἥττητο καὶ πρὶν ἀποθνήσκειν, μὴ δεξάμενος ἀλλὰ δείσας καὶ φυγὼν ἐπερχομένου τοῦ Ἀχιλλέως· ὁ γὰρ ἀπειπάμενος καὶ φυγὼν ἧτταν ἀπροφάσιστον ἥττηται3 καὶ συγκεχώρηκε κρείττονα τὸν ἀντίπαλον εἶναι. διὸ πρῶτον μὲν ἡ Ἶρις ἐξαγγέλλουσα τῇ Ἑλένῃ φησὶ "μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις" ἔπειθʼ ὁ Ζεὺς τῷ Μενελάῳ τῆς μάχης τὸ βραβεῖον ἀπέδωκεν εἰπών "νίκη μὲν φαίνετʼ ἀρηιφίλου Μενελάου." γελοῖον γάρ, εἰ τὸν μὲν Ποδῆν ἐνίκησε πόρρωθεν ἀκοντίσας μὴ προσδοκήσαντα μηδὲ φυλαξάμενον, τοῦ δʼ ἀπειπαμένου καὶ δραπετεύσαντος4 καὶ καταδύντος εἰς τοὺς κόλπους τῆς γυναικὸς ἐσκυλευμένου ζῶντος, οὐκ ἄξιος ἦν τὰ νικητήρια φέρεσθαι, κατὰ τὴν αὐτοῦ πρόκλησιν ἐκείνου κρείττων φανεὶς καὶ περιγενόμενος.

于是索斯皮斯说道,发起挑战者的言辞更具拘束力,犹如法律一般: “因为是他宣告了据以决斗的条件;而接受并遵从的人,便无权再行添加条款。况且挑战并非关乎杀戮与死亡,而是关乎胜败;这极其合乎公理。因为妇人理应归于更优秀者,而胜者即是更优秀者;然而优秀之士常死于卑劣之徒之手,正如后来阿喀琉斯被帕里斯射杀而亡。我想我们绝不会说他的死是阿喀琉斯的败绩,也不会说是射箭者的胜利,而会说是发箭者不正当的侥幸。相反,赫克托尔在死前就已然败北,因为面对逼近的阿喀琉斯,他未予迎战,而是惧怕逃跑。盖凡拒战逃跑之人,便已蒙受无可推托的惨败,并承认了对手更为强大。因此,首先伊里斯在向海伦报信时说道: ‘他们将持长矛为你搏斗, 获胜之人,你将被称为其爱妻’; 其次宙斯亦判定搏斗的胜利归于墨涅拉俄斯,言道: ‘胜利显然属于受阿瑞斯宠爱的墨涅拉俄斯。’ 设若他从远处投枪击败了未曾料到也未加防备的波得斯,反倒对那个拒战、逃奔、活着被剥除甲胄且钻入妇人的怀抱之人,按〔帕里斯〕的挑战显明强于彼人并胜过彼人,却不配从他那里赢得胜者的酬报,那岂非荒谬可笑。”

语法注4 条
  1. 741eἐπὶ ῥητοῖς δήπου πεποίηται τὴν πρόκλησιν οὕτως

    介词短语 ἐπὶ ῥητοῖς 为习语,意为“在既定/明示的条件之下”(中性复数形容词作名词用)。动词 πεποίηται 作中动体完成时,支配直接宾语 τὴν πρόκλησιν,表示“发出了挑战”。

  2. 742bοὐκέτι κύριοι προστιθέντες

    表语形容词 κύριοι(有决定权的、有权力的)与分词 προστιθέντες(在添加条款方面)搭配,省略了系动词 εἰσί,全句意为“接受并遵从的人,在增添条件上不再具有决定权”。

  3. 742cἧτταν ἀπροφάσιστον ἥττηται

    此句为同源宾格(cognate accusative)结构:动词 ἥττηται(中动/被动态完成时)支配与其同源的名词 ἧτταν(由形容词 ἀπροφάσιστον 修饰),意为“遭受了不容辩解的败绩”。

  4. 742dτοῦ δʼ ἀπειπαμένου καὶ δραπετεύσαντος

    此属格短语与前文的 τὸν μὲν Ποδῆν 相对比。与后文的 ἄξιος ἦν τὰ νικητήρια φέρεσθαι 相呼应,这里的属格表示分离或来源格(“从拒绝应战……之人手中赢得胜利的酬报”)。宾格 τὸν μέν 与属格 τοῦ δέ 之间的句法不对称(破格呼应)体现了后半句句意转向“从某人处获得战利品”的句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:9.13.1-9.13.2