← 普鲁塔克

食桌谈话录

§8.9.3#2

饮食与沐浴习俗变迁所致的新疾病

说话者列举了各种罕见的疾病与生理异象,随后撇开宇宙论与气候等外在因素,指出正是饮食与沐浴习俗的剧烈变迁(如冷盘前菜、空腹饮酒以及极度炽热的洗浴)导致了体液调和的紊乱,足以成为催生新疾病的根本原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.9.3#2

καὶ γὰρ ἐν δυσουρίᾳ τις γενόμενος πολὺν χρόνον ἐξέδωκε κριθίνην καλάμην γόνατʼ ἔχουσαν. καὶ τὸν ἡμέτερον ξένον Ἔφηβον Ἀθήνησιν ἴσμεν ἐκβάλλοντα μετὰ πολλοῦ σπέρματος θηρίδιον δασὺ καὶ πολλοῖς ποσὶ ταχὺ βαδίζον. τὴν δὲ Τίμωνος ἐν Κιλικίᾳ τήθην Ἀριστοτέλης ἱστόρηκε φωλεύειν τοῦ ἔτους ἑκάστου δύο μῆνας, μηδενὶ πλὴν μόνῳ τῷ ἀναπνεῖν, ὅτι ζῇ, διάδηλον οὖσαν.1 καὶ μὴν ἔν γε τοῖς Μενωνείοις σημεῖον ἡπατικοῦ πάθους ἀναγέγραπται τὸ τοὺς κατοικιδίους μῦς ἐπιμελῶς παραφυλάττειν καὶ διώκειν· ὃ νῦν οὐδαμοῦ γιγνόμενον ὁρᾶται. διὸ μὴ θαυμάζωμεν, ἂν γένηταί τι τῶν οὐ πρότερον ὄντων, μηδʼ εἴ τι τῶν πρότερον ὄντων ὕστερον ἐκλέλοιπεν· αἰτία γὰρ ἡ τῶν σωμάτων φύσις, ἄλλην ἄλλοτε λαμβάνουσα κρᾶσιν. τὸ μὲν οὖν ἀέρα καινὸν ἐπεισάγειν ἢ ξένον ὕδωρ, εἰ μὴ βούλεται Διογενιανός, ἐάσωμεν καίτοι τούς γε Δημοκριτείους ἴσμεν καὶ λέγοντας καὶ γράφοντας, ὅτι καὶ κόσμων ἐκτὸς φθαρέντων καὶ σωμάτων ἀλλοφύλων ἐκ τῆς ἀπορροῆς ἐπιρρεόντων, ἐνταῦθα πολλάκις ἀρχαὶ παρεμπίπτουσι λοιμῶν καὶ παθῶν οὐ συνήθων. ἐάσωμεν δὲ καὶ τὰς φθορὰς τὰς κατὰ μέρος παρʼ ἡμῖν ὑπό τε σεισμῶν καὶ αὐχμῶν καὶ ὄμβρων, αἷς καὶ τὰ πνεύματα καὶ τὰ νάματα γηγενῆ φύσιν ἔχοντα συννοσεῖν ἀνάγκη καὶ συμμεταβάλλειν. ἀλλὰ περὶ τὰ· σιτία καὶ τὰ ὄψα καὶ τὰς ἄλλας διαίτας τοῦ σώματος ἐξαλλαγήν, ὅση γέγονεν, οὐ παραλειπτέον·2 πολλὰ γὰρ τῶν ἀγεύστων καὶ ἀβρώτων πρότερον ἥδιστα νῦν γέγονεν, ὥσπερ οἰνόμελι καὶ μήτρα· λέγουσι δὲ μηδʼ ἐγκέφαλον ἐσθίειν τοὺς παλαιούς· διὸ καὶ Ὅμηρον εἰπεῖν "τίω δέ μιν ἐν καρὸς αἴσῃ," τὸν ἐγκέφαλον οὕτω, διὰ τὸ ῥίπτειν καὶ ἀποβάλλειν μυσαττομένους, προσειπόντα· σικύου δὲ πέπονος καὶ μήλου Μηδικοῦ καὶ πεπέρεως πολλοὺς ἴσμεν ἔτι τῶν πρεσβυτέρων γεύσασθαι μὴ δυναμένους. ὑπό τε δὴ τούτων εἰκός ἐστι ξενοπαθεῖν τὰ σώματα καὶ παραλλάττειν ταῖς κράσεσιν ἡσυχῆ ποιότητα καὶ περίττωμα ποιούντων ἴδιον, τήν τε τάξιν αὖ τῶν ἐδεστῶν καὶ μετακόσμησιν οὐ μικρὰν ἔχειν διαφοράν. αἱ γὰρ καλούμεναι ψυχραὶ τράπεζαι πρότερον, ὀστρέων, ἐχίνων, ὠμῶν λαχάνων, ὥσπερ ἐλαφρῶν ὁ Πλάτων, ἀπʼ οὐρᾶς ἐπὶ στόμα μεταχθεῖσαι τὴν πρώτην ἀντὶ τῆς ἐσχάτης τάξιν ἔχουσι. μέγα δὲ καὶ τὸ τῶν καλουμένων προπωμάτων· οὐδὲ γὰρ ὕδωρ οἱ παλαιοὶ πρὶν ἐντραγεῖν ἔπινον· οἱ δὲ νῦν ἄσιτοι προμεθυσθέντες ἅπτονται τῆς τροφῆς διαβρόχῳ τῷ σώματι καὶ ζέοντι, λεπτὰ καὶ τομὰ καὶ ὀξέα προσφέροντες ὑπέκκαυμα τῆς ὀρέξεως, εἶθʼ οὕτως ἐμφορούμενοι τῶν ἄλλων. οὐδενὸς δὲ πρὸς μεταβολὴν καὶ τὸ ποιῆσαι νοσημάτων καινῶν γένεσιν ἀσθενέστερόν ἐστιν3 ἡ περὶ τὰ λουτρὰ τῆς σαρκὸς πολυπάθεια καθάπερ σιδήρου πυρὶ μαλασσομένης καὶ ῥεούσης, εἶτα βαφὴν ὑπὸ ψυχροῦ καὶ στόμωσιν ἀναδεχομένης· "ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι·" τοῦτο γὰρ ἄν τις εἰπεῖν μοι δοκεῖ τῶν ὀλίγον ἡμῶν ἔμπροσθεν γεγονότων, βαλανείου θύρας ἀνοιχθείσης. ἐκεῖνοι γὰρ οὕτως ἀνειμένοις ἐχρῶντο καὶ μαλακοῖς, ὥστʼ Ἀλέξανδρος μὲν ὁ βασιλεὺς ἐν τῷ λουτρῶνι πυρέττων ἐκάθευδεν αἱ δὲ Γαλατῶν γυναῖκες εἰς τὰ βαλανεῖα πόλτου χύτρας εἰσφέρουσαι μετὰ τῶν παίδων ἤσθιον ὁμοῦ λουόμεναι. νῦν δὲ λυττῶσιν ἔοικε τὰ βαλανεῖα καὶ ὑλακτοῦσι καὶ σπαράττουσιν· ὁ δʼ ἑλκόμενος ἀὴρ ἐν αὐτοῖς, ὑγροῦ μῖγμα καὶ πυρὸς γεγονώς, οὐδὲν ἐᾷ τοῦ σώματος ἡσυχίαν ἄγειν, ἀλλὰ πᾶσαν ἄτομον κλονεῖ καὶ ταράσσει καὶ μεθίστησιν ἐξ ἕδρας, ἄχρι οὗ κατασβέσωμεν αὑτοὺς πεπυρωμένους καὶ ζέοντας. οὐδὲν οὖν ἔφην ὦ Διογενιανέ, δεῖται ὁ λόγος αἰτιῶν ἐπεισοδίων ἔξωθεν οὐδὲ μετακοσμίων, ἀλλʼ αὐτόθεν ἡ περὶ τὴν δίαιταν μεταβολὴ τὰ μὲν συγγεννᾶν τὰ δʼ ἀφανίζειν τῶν νοσημάτων οὐκ ἀδύνατὸς ἐστιν.

事实上,曾有一人长期罹患排尿困难,竟排出一根带有节的麦秸。我们也知道,我们在雅典的宾友厄斐玻斯曾随同大量精液排出一个毛茸茸、生有多足且爬行敏捷的小动物。亚里士多德亦记载,基利家的蒂蒙的祖母每年都要冬眠两个月,除了仅凭呼吸之外,别无他法可看出她还活着。而且在梅农的医书中,甚至记载着热切注视并追捕家鼠是肝脏疾病的一种征兆,而这在如今却未见于任何地方。因此,若以往不存在的事物如今产生,或者以往存在的事物后来绝迹,我们都无需惊异;因为其原因在于肉体的本性,它在不同时期会形成不同的调和状态。那么,关于引入新奇的空气或异地的水,倘若狄奥革尼阿诺斯不愿采纳,我们姑且不论——尽管我们深知德谟克利特的追随者们既口述又书写道:当外界的宇宙毁灭、流出物中的异质物体涌入时,这里往往便会突然侵入瘟疫与罕见疾患的根源。我们亦且按下因地震、干旱和暴雨而在我们本地造成的局部毁坏不谈,在这些灾异中,具有大地属性的气流与泉水势必也会一同致病并一同变异。然而,关于饮食、美味以及其他肉体养生之法所发生的变迁,其规模之大,绝不可忽视;因为以往许多未曾尝过、未曾食用过的东西,如今已成了至味,例如蜜酒和母猪子宫。相传古人甚至连脑髓都不吃;故而荷马也曾言: ‘我视他如脑髓(卡里亚人)一般微不足道’,以此称呼脑髓,乃是因为人们厌恶它而将其弃掷排除。我们还知道,许多长辈至今仍无法品尝甜瓜、波斯香橼和胡椒。既然这些东西会产生各自特有的性质与残渣,肉体因此受到异样影响并在调和状态上产生细微转变便是理所当然的;而且进食的次序与编排的变革也造成了不小的差异。因为昔日所谓的‘冷盘’——生蚝、海胆、生蔬菜——正如柏拉图谈及轻装步兵那样,从尾部移到了前头,占据了第一位而非末位。所谓开胃饮品的作用也极为重大;古人在吃东西之前连水都不喝,而今人却在空腹时就已提前饮醉,在身体浸透发热的状态下开始进食,摄入精细、辛辣、酸涩之物作为食欲的引火物,随后才大肆饱食其他菜肴。而对于促成变化并孕育新疾病的产生而言,没有什么比在浴场中肉体所受的极度折腾更为有力的了,正如铁被火软化融流、继而承受冷水的淬火与硬化一般: ‘在那里,烈火河〔与科库托斯河〕流入阿刻戎河’ ——在我看来,稍早于我们时代的人在浴场大门洞开时,准会说出这样的话。盖因古人所用的浴室是如此和缓温软,以致亚历山大国王发烧时仍在浴室中安睡,加拉太的妇女们甚至将粥锅带进浴场,一边洗浴一边与孩子们一同进食。然而如今的浴场宛如发狂、咆哮、撕咬一般;其中所吸入的空气已化为水汽与烈火的混合物,绝不容肉体的任何部分保持平静,反而震荡、搅扰一切原子并使其偏离其本位,直至我们将烧透滚烫的自己淬火冷却为止。‘因此,’我说道,‘狄奥革尼阿诺斯啊,我们的论证根本不需要外来的附带原因,亦无需借助世界之间的原因,单凭饮食起居方面的变迁本身,就足以孕育某些疾病并使另一些疾病泯灭了。’

语法注3 条
  1. 3μηδενὶ πλὴν μόνῳ τῷ ἀναπνεῖν, ὅτι ζῇ, διάδηλον οὖσαν

    διάδηλον οὖσαν 是宾格分词,作间接引语中 ἱστόρηκε 的宾语 τὴν δὲ Τίμωνος ... τήθην 的补足语。短语 μηδενὶ πλὴν μόνῳ τῷ ἀναπνεῖν 是表示手段或判据的与格,其中冠词加不定式 τῷ ἀναπνεῖν 受 πλὴν μόνῳ 修饰。名词性从句 ὅτι ζῇ 则充当表明“何事显明”(διάδηλον)的内容从句。

  2. 733eἀλλὰ περὶ τὰ σιτία καὶ τὰ ὄψα καὶ τὰς ἄλλας διαίτας τοῦ σώματος ἐξαλλαγήν, ὅση γέγονεν, οὐ παραλειπτέον

    中性动形容词 οὐ παραλειπτέον 作无人称用法,保留动词的支配能力,直接统辖宾格 ἐξαλλαγήν 作为其宾语(“不可忽视……的转变”)。关系从句 ὅση γέγονεν 则用以限定并强调 ἐξαλλαγήν 的程度与规模。

  3. 734aοὐδενὸς δὲ πρὸς μεταβολὴν καὶ τὸ ποιῆσαι νοσημάτων καινῶν γένεσιν ἀσθενέστερόν ἐστιν

    οὐδενός 是从属于比较级 ἀσθενέστερον 的比较属格(“并不比任何东西更弱”)。否定词 οὐδενός 与比较级结合,构成了委婉反叙(litotes),表达最高级的强调含义(“没有什么比……更为有力”)。介词短语 πρὸς μεταβολὴν καὶ τὸ ποιῆσαι ... 表明引起变化和导致新疾病生成这一方面的作用范围。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:8.9.3#2