- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:8.10.1-8.10.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在温泉关的宴后,众人就为何秋季的梦境虚妄不实展开讨论;普鲁塔克的儿子们支持亚里士多德将原因归于秋季果实所致体内胀气的观点,法沃里努斯则阐发了德谟克利特的理论,认为是秋季粗粝的大气扭曲了睡梦中摄入的影像(流射体)。
προβλήμασιν Ἀριστοτέλους φυσικοῖς ἐντυγχάνων Φλῶρος εἰς Θερμοπύλας κομισθεῖσιν αὐτός τε πολλῶν ἀποριῶν, ὅπερ εἰώθασι πάσχειν ἐπιεικῶς αἱ φιλόσοφοι φύσεις, ὑπεπίμπλατο καὶ τοῖς ἑταίροις μετεδίδου, μαρτυρῶν αὐτῷ τῷ Ἀριστοτέλει λέγοντι τὴν πολυμάθειαν πολλὰς ἀποριῶν ἀρχὰς ποιεῖν. τὰ μὲν οὖν ἄλλα μεθʼ ἡμέραν οὐκ ἄχαριν ἡμῖν ἐν τοῖς περιπάτοις διατριβὴν παρέσχε· τὸ δὲ λεγόμενον περὶ τῶν ἐνυπνίων, ὡς ἐστιν ἀβέβαια καὶ ψευδῆ μάλιστα περὶ τοὺς φυλλοχόους; μῆνας, οὐκ οἶδʼ ὅπως, ἑτέροις λόγοις πραγματευσαμένου τοῦ Φαβωρίνου μετὰ τὸ δεῖπνον, ἀνέκυψε. τοῖς μὲν οὖν σοῖς ἑταίροις ἐμοῖς δʼ υἱοῖς ἐδόκει λελυκέναι τὴν ἀπορίαν Ἀριστοτέλης· καὶ οὐδὲν ᾤοντο δεῖν ζητεῖν οὐδὲ λέγειν ἀλλʼ ἢ1 τοὺς καρπούς, ὥσπερ ἐκεῖνος, αἰτιᾶσθαι. νέοι γὰρ ὄντες ἔτι καὶ σφριγῶντες πολὺ πνεῦμα γεννῶσιν ἐν τῷ σώματι καὶ ταραχῶδες οὐ γὰρ τὸν οἶνον εἰκός ἐστι μόνον ζεῖν καὶ ἀγανακτεῖν, οὐδὲ τοὔλαιον ἂν ᾗ νεουργὸν ἐν τοῖς λύχνοις ψόφον ἐμποιεῖν, ἀποκυματιζούσης τὸ πνεῦμα τῆς θερμότητος· ἀλλὰ καὶ τὰ σιτία τὰ πρόσφατα καὶ τὴν ὀπώραν ἅπασαν ὁρῶμεν ἐντεταμένην καὶ οἰδοῦσαν, ἄχρι ἂν ἀποπνεύσῃ τὸ φυσῶδες καὶ ἄπεπτον. ὅτι δʼ ἐστὶ τῶν βρωμάτων ἔνια δυσόνειρα καὶ ταρακτικὰ τῶν καθʼ ὕπνον ὄψεων, μαρτυρίοις ἐχρῶντο τοῖς τε κυάμοις καὶ τῇ κεφαλῇ τοῦ πολύποδος, ὧν ἀπέχεσθαι κελεύουσι τοὺς δεομένους τῆς διὰ τῶν ὀνείρων μαντικῆς ὁ δὲ Φαβωρῖνος αὐτὸς τὰ μὲν ἄλλα δαιμονιώτατος Ἀριστοτέλους ἐραστής ἐστι καὶ τῷ Περιπάτῳ νέμει μερίδα τοῦ πιθανοῦ πλείστην· τότε μέντοι λόγον τινὰ τοῦ Δημοκρίτου παλαιὸν ὥσπερ ἐκ καπνοῦ καθελὼν ἠμαυρωμένον οἷος ἦν ἐκκαθαίρειν καὶ διαλαμπρύνειν· ὑποθέμενος τοῦτο δὴ τοὐπιδήμιον, ὅ φησι Δημόκριτος, ἐγκαταβυσσοῦσθαι τὰ εἴδωλα διὰ τῶν πόρων εἰς τὰ σώματα καὶ ποιεῖν τὰς κατὰ τὸν ὕπνον ὄψεις ἐπαναφερόμενα· φοιτᾶν δὲ ταῦτα πανταχόθεν ἀπιόντα2 καὶ σκευῶν καὶ ἱματίων καὶ φυτῶν μάλιστα δὲ ζῴων ὑπὸ σάλου πολλοῦ καὶ θερμότητος οὐ μόνον ἔχοντα μορφοειδεῖς τοῦ σώματος ἐκμεμαγμένας ὁμοιότητας ὡς Ἐπίκουρος οἴεται μέχρι τούτου Δημοκρίτῳ συνεπόμενος, ἐνταῦθα δὲ προλιπὼν τὸν λόγον, ἀλλὰ καὶ τῶν κατὰ ψυχὴν κινημάτων καὶ βουλευμάτων ἑκάστῳ καὶ ἠθῶν καὶ παθῶν ἐμφάσεις ἀναλαμβάνοντα συνεφέλκεσθαι, καὶ προσπίπτοντα μετὰ τούτων ὥσπερ ἔμψυχα φράζειν καὶ διαγγέλλειν τοῖς ὑποδεχομένοις τὰς τῶν μεθιέντων αὐτὰ δόξας καὶ διαλογισμοὺς καὶ ὁρμάς, ὅταν ἐνάρθρους καὶ ἀσυγχύτους φυλάττοντα προσμίξῃ τὰς εἰκόνας. τοῦτο δὲ μάλιστα ποιεῖ3 διʼ ἀέρος λείου τῆς φορᾶς αὐτοῖς γιγνομένης ἀκωλύτου καὶ ταχείας. ὁ δὲ φθινοπωρινός, ἐν ᾧ φυλλοχοεῖ τὰ δένδρα, πολλὴν ἀνωμαλίαν ἔχων καὶ τραχύτητα, διαστρέφει καὶ παρατρέπει πολλαχῆ τὰ εἴδωλα καὶ τὸ ἐναργὲς αὐτῶν ἐξίτηλον καὶ ἀσθενὲς ποιεῖ τῇ βραδυτῆτι τῆς πορείας ἀμαυρούμενον, ὥσπερ αὖ πάλιν πρὸς ὀργώντων καὶ διακαομένων ἐκθρώσκοντα πολλὰ καὶ ταχὺ κομιζόμενα τὰς ἐμφάσεις νεαρὰς καὶ σημαντικὰς ἀποδίδωσιν.
弗洛鲁斯读到被带至温泉关的亚里士多德《物理问题集》时,正如哲学秉性之人通常所经历的那样,自己心中充满了重重疑难,并将其分享给同伴们,这正印证了亚里士多德本人的说法——博学乃是诸多疑难的源头。白昼漫步之际,其他议题为我们提供了颇为愉悦的消遣;然而关于梦境的说法,即梦在落叶之月尤为虚妄且不真,不知怎的,竟在晚宴后法沃里努斯论及其他话题时浮现了出来。 你的同伴亦即我的儿子们,认为亚里士多德已经解决了这一疑难,以为除了像他那样将原因归咎于秋季的果实之外,再无必要探究或多言其他。因为这些果实尚属新鲜且汁液充盈,会在体内产生大量躁动之气;盖因不仅酒沸腾翻滚乃是自然之理,新榨的油在灯中因热力激荡驱散气体而噼啪作响亦非特例,我们亦可见新鲜收获的粮食与一切秋令果实皆紧绷肿胀,直至其胀气未化之质完全发散为止。为了证明某些食物确实会引发恶梦并扰乱睡眠中的视觉形象,他们援引了蚕豆和章鱼头作为例证,凡求助于解梦占卜之人皆被嘱咐戒绝此类食物。至于法沃里努斯本人,虽在其他方面是亚里士多德极虔诚的爱戴者,并将最大的盖然性赋予逍遥学派,但彼时他却仿佛将德谟克利特蒙受烟尘熏黑的古老学说取下,意欲加以擦拭磨亮。他设定了德谟克利特所主张的那种广为人知的理论:即影像(流射体)穿透毛孔深潜入肉体之中,并在重新浮现时产生睡眠中的幻象;而且这些影像由于剧烈的震荡与热力,从器物、衣裳、植物、尤其是从动物身上四散溢出,它们不仅如伊壁鸠鲁所设想的那样带有肉体模印出来的外形相似——伊壁鸠鲁在此之前追随德谟克利特,但在此处放弃了这一学说——更是采纳并携带着各人灵魂深处的运动、谋划、品格与激情的印记;当它们伴随这些印记如具有生命般降临到接纳者身上时,只要影像保持清晰而不致混乱,便能向接纳者宣示并传达放出影像之人的见解、思辨与冲动。 这种情况在大气平滑、影像运行畅通且迅速时最易发生。然而落叶时节的秋季空气含有大量不匀与粗粝,会从多方面扭曲并偏折影像,因运行迟缓而使其晦暗,令其生动性化为淡漠与衰弱;正如同反过来,从激情炽烈与处于冲动之人身上腾跃而出的影像,由于数量繁多且传递迅速,便能呈现出鲜活且具有明确意义的印记。
- 734eἀλλʼ ἢ
紧随否定词 οὐδὲν 之后的习惯用法,意为“除……之外”。此处引出不定式短语 τοὺς καρπούς... αἰτιᾶσθαι(将原因归于果实),表示儿子们认为除了归咎于果实之外,再无必要进行其他探索或陈述。
- 735aφοιτᾶν δὲ ταῦτα πανταχόθεν ἀπιόντα
由分词 ὑποθέμενος(设定/假定)统领的“带宾格的不定式构文”(ἐγκαταβυσσοῦσθαι ... φοιτᾶν ... συνεφέλκεσθαι ... διαγγέλλειν)的延续。主格宾语 ταῦτα(这些影像)由一系列分词(ἀπιόντα, ἔχοντα, ἀναλαμβάνοντα, προσπίπτοντα)层层修饰,以长周期句展示了德谟克利特原子论梦境机制的复杂结构。
- 735bτοῦτο δὲ μάλιστα ποιεῖ
动词 ποιεῖ 的主语既可指前文所述“传达散发者的意念与冲动”这一整体过程(作单数概念理解),亦可视为中性复数 ταῦτα(影像)作主语因而接单数动词(中性复数主语与单数动词搭配的规则)。无论何种解读,均表示影像传递鲜明信息的现象在大气平滑时最易达成。
