- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:8.9.3#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
菲隆与叙述者论证了病因的增强与减弱会引起性质的转变并产生新的疾病,且生活方式的变迁与身体因素的无数种组合在历史上确实引发了前所未见的新病症,如雅典瘟疫和红海边的线虫病。
ταῦτα τοῦ Διογενιανοῦ διελθόντος, ὁ Φίλων αὐτός τε μέτρια διελέχθη πρὸς τὸν λόγον αὐτοῦ, κἀμὲ συνειπεῖν παρεκάλει τοῖς ἀρχαίοις ἰατροῖς, ὡς ἀμελείας ἢ ἀγνοίας τῶν μεγίστων ὀφλισκάνουσιν, εἴ γε μὴ ταῦτα τὰ πάθη νεώτερα φαίνεται τῆς ἐκείνων ἡλικίας. πρῶτον οὖν ὁ Διογενιανὸς οὐκ ὀρθῶς ἀξιοῦν ἔδοξεν ἡμῖν τὰς ἐπιτάσεις καὶ ἀνέσεις μὴ ποιεῖν διαφορὰς μηδὲ τοῦ γένους ἐκβιβάζειν· οὕτω γὰρ οὔτʼ ὄξος ὀξίνου φήσομεν διαφέρειν οὔτε πικρότητα στρυφνότητος; οὔτε πυρῶν αἴραν οὔτε μίνθον ἡδυόσμων. καίτοι περιφανῶς ἐκστάσεις αὗται καὶ μεταβολαὶ ποιοτήτων εἰσίν, αἱ μὲν ἀνέσεις μαραινομένων αἱ δʼ ἐπιτάσεις σφοδρυνομένων· ἢ μηδὲ φλόγα πνεύματος λεπτοῦ μηδὲ φλογὸς αὐγὴν μηδὲ πάχνην δρόσου μηδὲ χάλαζαν ὄμβρου διαφέρειν λέγωμεν, ἀλλʼ ἐπιτάσεις εἶναι ταῦτα πάντα καὶ σφοδρότητας· ὥρα δὲ καὶ τυφλότητα μηθὲν ἀμβλυωπίας φάναι διαφέρειν1 μηδὲ ναυτίας χολέραν, ἀλλὰ τῷ μᾶλλον καὶ ἧττον παραλλάττειν. καίτοι ταῦτα πρὸς λόγον οὐθέν ἐστιν· ἂν γὰρ αὐτὴν λέγωσι δεξάμενοι τὴν ἐπίτασιν καὶ τὴν σφοδρότητα νῦν γεγονέναι,2 πρῶτον, ἐν ποσῷ γιγνομένης τῆς καινότητος οὐκ ἐν ποιῷ, μένει τὸ παράδοξον ὁμοίως· ἔπειτα τοῦ Σοφοκλέους ἐπὶ τῶν, ὅτι μὴ πρότερον ἦν, ἀπιστουμένων, εἰ γέγονε νῦν, οὐ φαύλως εἰπόντος "ἅπαντα τἀγένητα πρῶτον ἦλθʼ ἅπαξ3 "δοκεῖ καὶ λόγον ἔχειν τὸ μὴ δρόμῳ, καθάπερ ὕσπληγος μιᾶς πεσούσης, ἐκδραμεῖν τὰ πάθη πρὸς τὴν γένεσιν, ἄλλων δʼ ἄλλοις ἀεὶ κατόπιν ἐπιγιγνομένων, ἕκαστον ἐν χρόνῳ τινὶ λαβεῖν τὴν πρώτην γένεσιν. εἰκάσαι δʼ ἄν τις ἔφην ἐγὼ τὰ μὲν ἀπʼ ἐνδείας ὅσα τε καῦμα προσπῖπτον ἢ ψῦχος ἐμποιεῖ, ταῦτα πρῶτον τοῖς σώμασι παραγενέσθαι· πλησμονὰς δὲ καὶ θρύψεις καὶ ἡδυπαθείας ὕστερον ἐπελθεῖν μετʼ ἀργίας καὶ σχολῆς διʼ ἀφθονίαν τῶν ἀναγκαίων πολὺ περίττωμα ποιούσας καὶ πονηρόν, ἐν ᾧ ποικίλα νοσημάτων εἴδη παντοδαπάς τε τούτων ἐπιπλοκὰς πρὸς ἀλλήλας καὶ μίξεις ἀεί τι νεωτερίζειν. τὸ μὲν γὰρ κατὰ φύσιν τέτακται καὶ διώρισται, τάξις γὰρ ἢ τάξεως ἔργον ἡ φύσις· ἡ δʼ ἀταξία καθάπερ ἡ Πινδαρικὴ ψάμμος ἀριθμὸν περιπέφευγε, καὶ τὸ παρὰ τὴν φύσιν εὐθὺς ἀόριστον καὶ ἄπειρόν ἐστιν. ἀληθεύειν μὲν γὰρ ἁπλῶς ψεύδεσθαι δʼ ἀπειραχῶς παρέχει τὰ πράγματα· καὶ ῥυθμοὶ καὶ ἁρμονίαι λόγους ἔχουσιν· ἃ δὲ πλημμελοῦσιν ἄνθρωποι περὶ λύραν καὶ ᾠδὴν καὶ ὄρχησιν, οὐκ ἄν τις περιλάβοι. καίτοι καὶ Φρύνιχος ὁ τῶν τραγῳδιῶν ποιητὴς περὶ αὑτοῦ φησιν ὅτι "σχήματα δʼ ὄρχησις τόσα μοι πόρεν, ὅσσʼ ἐνὶ πόντῳ κύματα ποιεῖται χείματι νὺξ ὀλοή." καὶ Χρύσιππος τὰς ἐκ δέκα μόνων ἀξιωμάτων συμπλοκὰς πλήθει φησὶν ἑκατὸν μυριάδας ὑπερβάλλειν. ἀλλὰ τοῦτο μὲν ἤλεγξεν Ἵππαρχος, ἀποδείξας ὅτι τὸ μὲν καταφατικὸν περιέχει συμπεπλεγμένων μυριάδας δέκα καὶ πρὸς ταύταις χίλια τεσσαράκοντα ἐννέα· τὸ δʼ ἀποφατικὸν αὐτοῦ μυριάδας τριάκοντα μίαν καὶ πρὸς ταύταις ἐνακόσια πεντήκοντα δύο. Ξενοκράτης δὲ τὸν τῶν συλλαβῶν ἀριθμόν, ὃν τὰ στοιχεῖα μιγνύμενα πρὸς ἄλληλα παρέχει, μυριάδων ἀπέφηνεν εἰκοσάκις καὶ μυριάκις μυρίων. τί δὴ θαυμαστόν ἐστιν εἰ, τοσαύτας μὲν ἐν ἑαυτῷ τοῦ σώματος δυνάμεις ἔχοντος, τοσαύτας δὲ διὰ σίτων καὶ ποτῶν ἐπεισαγομένου ποιότητας ἑκάστοτε, χρωμένου δὲ κινήσεσι καὶ μεταβολαῖς μήτε καιρὸν ἕνα μήτε τάξιν ἀεὶ μίαν ἐχούσαις, αἱ πρὸς ἀλλήλας συμπλοκαὶ τούτων ἁπάντων ἔστιν ὅτε καινὰ καὶ ἀσυνήθη νοσήματα φέρουσιν, οἷον ὁ Θουκυδίδης ἱστορεῖ τὸν Ἀθήνησι λοιμὸν γενέσθαι, τεκμαιρόμενος αὐτοῦ τὸ μὴ σύντροφον μάλιστα τῷ τὰ σαρκοφάγα μὴ γεύεσθαι τῶν νεκρῶν; οἱ δὲ περὶ τὴν Ἐρυθρὰν θάλασσαν νοσήσαντες, ὡς Ἀγαθαρχίδας ἱστόρηκεν, ἄλλοις τε συμπτώμασιν ἐχρήσαντο καινοῖς καὶ ἀνιστορήτοις, καὶ δρακόντια μικρὰ τὰς κνήμας διεσθίοντα καὶ τοὺς βραχίονας ἐξέκυψεν,4 ἁψαμένων δʼ αὖθις ἀνεδύετο καὶ φλεγμονὰς ἀκαρτερήτους ἐνειλούμενα τοῖς μυώδεσι παρεῖχεν καὶ τοῦτο τὸ πάθος οὔτε πρότερον οἶδεν οὐδεὶς οὔτε ὕστερον ἄλλοις ἀλλʼ ἐκείνοις γε μόνοις γενόμενον, ὡς ἕτερα πολλά.
在狄奥革尼阿诺斯阐述完这些之后,菲隆本人对他的论述作了适度的反驳,并邀请我和他一同为古代医生们辩护,理由是如果这些病痛并非晚于古人的时代,那么古人就会落入对最重大的事物怠慢或无知的罪责之中。因此,我们首先认为,狄奥革尼阿诺斯声称增强与减弱既不产生质的区别、也不使事物脱离其门类的看法是不正确的;因为若按此说,我们岂不是要说醋与酸酒无别,苦味与涩味无别,毒麦与小麦无别,留兰香与甘香草亦无别?然而显而易见,这些都是性质的偏离与转变,减弱发生于衰竭之物,而增强发生于加剧之物。或者我们干脆说火焰与微风无别,光辉与火焰无别,浓霜与露水无别,冰雹与暴雨无别,而所有这些都不过是增强与猛烈化而已?那么,此时也大可断言盲目与视力模糊毫无分别,霍乱与恶心亦无分别,而仅仅是在程度上或多或少罢了。然而,这些对于根本论点来说并不相干;因为即便他们接受并承认,正是这增强与猛烈化本身如今才得以产生,那么首先,即便新奇性产生于数量而非性质之中,其悖论般的惊异之处仍同样存在;其次,既然索福克勒斯针对因以往不曾存在而如今若产生便令人怀疑之事,极其精妙地说道: ‘凡未曾生出的一切,皆曾有一次初次降临’,那么诸种疾病并非如同一道起跑栏木落下那般齐头奔向生成,而是在一些之后另一些不断随之产生,各自在某特定时代获得其初次生成,这似乎也是合乎情理的。 ‘人们亦可推测,’我说道,‘因匮乏而引起的疾病,以及外袭的酷热或严寒所造成的病痛,是最早降临于肉体的;而饱胀、骄奢与享乐,则是由于生活必需品的丰裕,伴随着游手好闲与闲暇在后来才侵入的,它们造成了大量恶劣的残渣积聚,在其中,多样的疾病形态以及它们彼此之间形形色色的交织与混合,始终在翻新出某种新花样。因为顺乎自然的事物是井然有序且有界限的,盖因自然即是秩序,或是秩序的造物;而无秩序则犹如品达笔下的流沙般难以计数,反乎自然之物随即便是未定且无限的。因为事物容许我们以单一的方式言说真实,却容许我们以无尽的方式言说虚妄;节奏与和声皆有其理路,而人们在竖琴、歌唱与舞蹈中所犯的失误,却无人能够穷尽罗列。甚至连悲剧诗人弗律尼科斯也谈论自己道: “舞蹈赐予我的身姿形态,多如在浩瀚大海上 毁灭之夜于寒冬风暴中所卷起的波涛。” 而且克律西波斯称,仅由十个命题交织而成的组合在数量上就超过了一百万。然而喜帕恰斯驳斥了这一点,证明肯定命题包含十万一千零四十九个交织组合,而其否定命题则包含三十一万零九百五十二个。色诺克拉底更是断言,字母相互混合所产生的音节数量达一万零二十亿。既然身体自身蕴含如此众多的权能,又在每次经由饮食引入如此繁多的性质,并且运用着既无统一定时亦非恒具单一秩序的运动与变化,那么,当所有这些相互交织有时孕育出全新且罕见的疾病时,又有什么可大惊小怪的呢?正如修昔底德记载雅典的瘟疫那样,他主要根据食肉动物不碰死尸这一事实,断定这种疾病绝非寻常风土所有;又如阿伽撒尔基德斯所记载的,红海一带患病的人遭遇了其他新奇且前所未闻的症状,咬穿小腿和手臂的小虫探出头来,一触碰便又缩了回去,蜷缩在肌肉组织中引起无法忍受的炎症;而这一病症,就像许多其他疾病一样,无人知晓它在此之前或在此之后曾发生于他人,而是唯独发生于那些人身上。’
- 732cὥρα δὲ καὶ τυφλότητα μηθὲν ἀμβλυωπίας φάναι διαφέρειν
此处为 ὥρα [ἐστί] 接不定式 φάναι 的句式,意为“也是……的时候了”。此处带有反讽与归谬法色彩,意在指出若按照对方的逻辑(程度的增减不能构成质的差异),人们便不得不荒谬地推论出完全失明与视力模糊毫无质的区别。
- 732dἂν γὰρ αὐτὴν λέγωσι δεξάμενοι τὴν ἐπίτασιν καὶ τὴν σφοδρότητα νῦν γεγονέναι
分词 δεξάμενοι 带有让步意味(“即便他们接纳并承认……”),修饰主动词 λέγωσι,并共同支配宾格加不定式结构(αὐτὴν... τὴν ἐπίτασιν... νῦν γεγονέναι)。随后以 πρῶτον 和 ἔπειτα 展开两层反驳。
- 732dἅπαντα τἀγένητα πρῶτον ἦλθʼ ἅπαξ
索福克勒斯的佚诗残篇引用。τἀγένητα 是 τὰ ἀγένητα(“未曾生成之诸事”)的混声(crasis)。πρῶτον(“初次”)与 ἅπαξ(“一度”)叠用,强调任何以往未曾出现过的事物,必然在某一个时间节点上首次生成降临。
- 733bδρακόντια μικρὰ τὰς κνήμας διεσθίοντα καὶ τοὺς βραχίονας ἐξέκυψεν
典型中性复数主语(δρακόντια μικρά)搭配单数动词(ἐξέκυψεν)的雅典句式(schema Atticum)。δρακόντια 指麦地那龙线虫(几内亚虫);分词 διεσθίοντα 支配宾格 τὰς κνήμας 和 τοὺς βραχίονας 作为直接宾语,意为“咬破小腿与手臂钻出”。
