- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:8.9.1-8.9.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
众人探讨象皮病与恐水病是否为自然界新近产生的疾病,狄奥革尼阿诺斯辩称自然的偏离具有固定界限,身体疾病如同灵魂恶德一样,皆源于永恒的原因,所谓的“新病”不过是固有病症的剧烈化与异名而已。
φίλων ὁ ἰατρὸς διεβεβαιοῦτο τὴν καλουμένην ἐλεφαντίασιν οὐ πρὸ πολλοῦ πάνυ χρόνου γνώριμον γεγονέναι· μηδένα γὰρ τῶν παλαιῶν ἰατρῶν τοῦ πάθους τούτου πεποιῆσθαι λόγον, εἰς ἕτερα μικρὰ καὶ γλίσχρα καὶ δυσθεώρητα τοῖς πολλοῖς ἐνταθέντας.1 ἐγὼ δὲ καὶ μάρτυν αὐτῷ παρεῖχον ἐκ φιλοσοφίας Ἀθηνόδωρον, ἐν τῷ προτέρῳ τῶν Ἐπιδημιῶν ἱστοροῦντα πρῶτον ἐν τοῖς κατʼ Ἀσκληπιάδην χρόνοις οὐ μόνον τὴν ἐλεφαντίασιν ἀλλὰ καὶ τὸν ὑδροφόβαν ἐκφανῆ γενέσθαι. θαυμάζοντες οὖν οἱ παρόντες, εἰ νέα πάθη τότε πρῶτον ἔσχεν ἐν τῇ φύσει γένεσιν καὶ σύστασιν, οὐχ ἧττον ᾤοντο θαυμάσιον εἶναι τὸ λαθεῖν τηλικαῦτα συμπτώματα χρόνον τοσοῦτον· ἐρρύησαν δέ πως μᾶλλον οἱ πλείους ἐπὶ τὸ δεύτερον ὡς ἀνθρώπινον μᾶλλον· ἥκιστα τὴν φύσιν ἔν γε τούτοις φιλόκαινον εἶναι καὶ νέων πραγμάτων ὥσπερ ἐν πόλει τῷ σώματι δημιουργὸν ἀξιοῦντες.
医生菲隆断言,所谓象皮病是直到不久以前才为人所知的;因为古代的医生们虽然在其他微小、琐碎且常人难以察觉的事物上倾注精力,却无一人提及此种病症。我则为他从哲学界引出雅典诺多罗斯作为见证,他在《流行病记》第一卷中记载,不仅象皮病,连恐水病(狂犬病)也是在阿斯克勒庇阿得斯的时代才首次显露的。在座的人因此感到惊异,疑惑新的疾病是否在那时才首次在自然界中形成并确立,但他们同样认为,如此显著的症状竟然在这么长的时间里未被察觉,也是一件令人称奇的事。然而,大多数人还是倾向于后一种看法,认为这更合乎人情常理;因为他们绝不认为自然至少在这些事上会喜新厌旧,或者在身体中像在城邦中那样扮演革新造变者的角色。
ὁ δὲ Διογενιανὸς ἔφη καὶ τὰ τῆς ψυχῆς νοσήματα καὶ πάθη κοινήν τινα καὶ πάτριον ὁδὸν βαδίζειν. καίτοι παντοδαπὸν μέν εἶπεν ἡ μοχθηρία καὶ πολύτολμον, αὐτοκρατὲς δʼ ἡ ψυχὴ καὶ κύριον ὑφʼ αὑτῆς, εἰ βούλοιτο, μεταβάλλειν καὶ τρέπεσθαι ῥᾳδίως· ἔχει δέ τινα τάξιν τὸ ἄτακτον αὐτῆς καὶ τὰ μέτρα τηρεῖ τοῖς πάθεσιν, ὥσπερ ἡ θάλαττα ταῖς ὑπερεκχύσεσι, καὶ καινὸν οὐδὲν οὐδὲ τοῖς παλαιοῖς ἀνιστόρητον ἐξήνθηκε κακίας εἶδος· ἀλλὰ πολλαὶ μὲν ἐπιθυμιῶν διαφοραί, μυρία δὲ κινήματα φόβου καὶ σχήματα· τὰς δὲ λύπης καὶ ἡδονῆς μορφὰς ἔργον ἐστὶ μὴ ἀπειπεῖν ἐξαριθμούμενον· "οὐ μέν τι νῦν γε κἀχθές, ἀλλʼ ἀεί ποτε ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου φάνη·" πόθεν γε δὴ σώματι νόσημα καινὸν ἢ πάθος ὀψίγονον, ἰδίαν μὲν ὥσπερ ἡ ψυχὴ κινήσεως ἀρχὴν οἴκοθεν οὐκ ἔχοντι, συνημμένῳ δὲ κοιναῖς πρὸς τὴν φύσιν αἰτίαις καὶ κεκραμένῳ κρᾶσιν, ἧς καὶ τὸ ἀόριστον ἐντὸς ὅρων πλανᾶται, καθάπερ πλοῖον ἐν περιδρόμῳ σαλεῦον; οὔτε γὰρ ἀναίτιος νόσου σύστασὶς ἐστι, τὴν ἐκ μὴ ὄντος παρανόμως ἐπεισάγουσα γένεσιν καὶ δύναμιν τοῖς πράγμασιν αἰτίαν τε καινὴν ἔργον ἐξευρεῖν, μὴ καινὸν ἀέρα καὶ ξένον ὕδωρ καὶ τροφὰς ἀγεύστους τοῖς πρότερον ἐξ ἑτέρων τινῶν κόσμων ἢ μετακοσμίων ἀποφήναντι δεῦρο νῦν πρῶτον ἐπιρρεούσας.2 ἐκ τούτων γὰρ νοσοῦμεν οἷς καὶ ζῶμεν, ἴδια δὲ σπέρματα νόσων οὐκ ἔστιν· ἀλλʼ αἱ τούτων μοχθηρίαι πρὸς ἡμᾶς καὶ αἱ ἡμῶν περὶ ταῦτα πλημμέλειαι τὴν φύσιν ἐπιταράττουσιν αἱ δὲ ταραχαὶ διαφορὰς ἀιδίους ἔχουσι πολλάκις νέοις χρωμένας ὀνόμασι· τὰ γὰρ ὀνόματα τῆς συνηθείας ἐστὶ τὰ δὲ πάθη τῆς φύσεως ὅθεν ἐν ἀφωρισμένοις τούτοις ἐκεῖνα ποικιλλόμενα τὴν ἀπάτην πεποίηκεν. ὡς δὲ τοῖς τοῦ λόγου μορίοις καὶ ταῖς πρὸς ἄλληλα τούτων συντάξεσι καινὸν ἐγγενέσθαι βαρβαρισμὸν ἢ σολοικισμὸν ἐξαίφνης δυνατόν ἐστιν, οὕτως αἱ τοῦ σώματος κράσεις ὡρισμένας ἔχουσι τὰς ὀλισθήσεις καὶ παραβάσεις, τρόπον τινὰ τῇ φύσει καὶ τῶν παρὰ φύσιν ἐμπεριεχομένων. ταύτῃ γε κομψοὶ καὶ οἱ μυθογράφοι· τὰ γὰρ παντάπασιν ἔκφυλα καὶ τεράστια τῶν ζῴων γενέσθαι λέγουσιν ἐν τῇ γιγαντομαχίᾳ, τῆς σελήνης ἐκτρεπομένης καὶ τὰς ἀνατολὰς οὐχ ὅθεν εἴωθε ποιουμένης· οἱ δὲ καινὰ νοσήματα τὴν φύσιν ὥσπερ τέρατα γεννᾶν ἀξιοῦσι, μήτε πιθανὴν μήτʼ ἀπίθανον αἰτίαν τῆς ἐξαλλαγῆς πλάσσοντες, ἀλλὰ τὸ ἄγαν καὶ τὸ μᾶλλον ἐνίων παθῶν καινότητα καὶ διαφορὰν ἀποφαίνοντες· οὐκ ὀρθῶς, ὦ μακάριε Φίλων ἐπίτασις γὰρ καὶ αὔξησις μέγεθος ἢ πλῆθος προστίθησι, τοῦ δὲ γένους οὐκ ἐκβιβάζει τὸ ὑποκείμενον·3 ὥσπερ οὐδὲ τὴν ἐλεφαντίασιν οἴομαι σφοδρότητα τῶν ψωρικῶν τινος τούτων οὖσαν οὐδὲ τὸν ὑδροφόβαν τῶν στομαχικῶν ἢ τῶν μελαγχολικῶν. καίτοι τοῦτό γε θαυμαστόν, εἰ μηδʼ Ὅμηρος ἀγνοῶν ἐλάνθανεν ὑμᾶς· τὸν γάρ λυσσητῆρα κύνα δῆλός ἐστιν ἀπὸ τοῦ πάθους τούτου προσαγορεύων, ἀφʼ οὗ καὶ ἄνθρωποι λυσσᾶν λέγονται.
狄奥革尼阿诺斯则表示,灵魂的疾病与激情同样遵循着某种普遍而古老的路径。 “然而,”他说道,“邪恶固然千奇百怪、肆无忌惮,而灵魂也拥有自主权,若其愿意,便可凭自身之力轻易改变并转向;然而其无序之中亦有某种秩序,在激情中仍保持着界限,宛如大海在其泛滥时亦守其分寸,从未绽放出任何古所未闻的全新罪恶之花。相反,欲望的差异纵然繁多,恐惧的动态与表象千姿百态,而悲哀与快乐的形态若要一一列举,实难令人不中途退缩: ‘绝非来自今日或昨日,而是自古至今 它们长存不息,亦无人知晓它们何时显现。’ 既然如此,身体又怎能产生新的疾病或后生的痛苦呢?它并不像灵魂那样自内拥有固有的运动本原,而是由通向自然的共同原因所维系,融汇于一种体质的调和之中,就连这调和的不定之处也如抛锚于泊地中晃动的船只一样,只在边界之内徘徊。因为疾病不可能无因生成,那将是非法地将非存在之物作为生成与力量引入实在之中;而要找寻一种新的原因也是极其艰难的,除非能证明来自某些其他世界或世界夹缝中、前人从未品尝过的全新空气、奇异水源以及食物,如今初次涌入我们这里。因为我们因维生之物而患病,并不存在疾病独有的种子;而是这些物对我们的恶化,以及我们对待这些物时的失度扰乱了自然,而这些扰乱具有永恒的差异,往往只是冠以新的名称而已。因为名称属于习俗,而病症属于自然;因此,名称在这些被限定的自然范畴内千变万化,造成了这种错觉。正如在词的构成部分及其彼此的语法组合中,可能会突然产生一种新的粗俗语病或句法错误一样,身体的混合体质也有其限定的偏差与违失,反乎自然之物在某种程度上也被包含在自然之中。在这方面神话学者们倒甚是巧妙:他们说在巨人战争中诞生了全然怪异绝伦的动物,乃是因为月亮偏离了轨道,不再从惯常之处升起。而有些人却认为自然如同孕育怪兽一般孕育新的疾病,既编造不出这变化的合理解释,也捏造不出荒诞的缘由,仅仅将某些病痛的极端加剧与放大宣称为新奇与相异。我亲爱的菲隆,这是不正确的;因为强化与增加只是增添了规模或数量,却并未将底层的基质逐出其所属的门类——正如我认为〔它们〕既不会将作为这些牛皮癣类疾病中某一种之剧烈化的象皮病,也不会将〔作为〕胃疾或忧郁症〔之剧烈化〕的恐水病〔逐出其门类〕一样。然而,如果连荷马也没有在你们的忽视中显露无知,那才真正令人惊奇呢;因为他以‘狂犬’相称,显然正是取自这一病症,人类由此也被称为陷入狂乱。”
- 1μηδένα γὰρ τῶν παλαιῶν ἰατρῶν τοῦ πάθους τούτου πεποιῆσθαι λόγον, εἰς ἕτερα μικρὰ καὶ γλίσχρα καὶ δυσθεώρητα τοῖς πολλοῖς ἐνταθέντας
分词 ἐνταθέντας(ἐντείνω 的不定过去被动分词阳性宾格复数)在文法上并未与不定式从句的单数主语 μηδένα 一致,而是顺应 τῶν παλαιῶν ἰατρῶν 的复数含义采用了宾格复数(按意义一致,constructio ad sensum),表示古医者们虽然在其他琐碎之事上倾注全力。
- 731dμὴ καινὸν ἀέρα καὶ ξένον ὕδωρ καὶ τροφὰς ἀγεύστους τοῖς πρότερον ἐξ ἑτέρων τινῶν κόσμων ἢ μετακοσμίων ἀποφήναντι δεῦρο νῦν πρῶτον ἐπιρρεούσας
带有否定词 μὴ 的与格分词短语 μὴ... ἀποφήναντι 与前文的无人称短语 ἔργον [ἐστὶν] ἐξευρεῖν(“是件难事”)连用,充当假定条件的逻辑主语(“除非有人能够证明……”),并统领其后的宾格分词结构 καινὸν ἀέρα... ἐπιρρεούσας。
- 732aοὐκ ὀρθῶς, ὦ μακάριε Φίλων· ἐπίτασις γὰρ καὶ αὔξησις μέγεθος ἢ πλῆθος προστίθησι, τοῦ δὲ γένους οὐκ ἐκβιβάζει τὸ ὑποκείμενον
οὐκ ὀρθῶς 是一个省略性谓语,否定了前文将病痛激化视为新疾病生成的观点(“这并不正确”)。随后的 ἐπίτασις... 阐明其理由,依托哲学术语论证:程度的加深与增多仅在量上产生变化,并不会使基础基质(τὸ ὑποκείμενον)脱离其原有的类别(τοῦ γένους)。
