← 普鲁塔克

食桌谈话录

§8.8.3-8.8.4

从行义操练与鱼类神圣性看禁食鱼类

苏拉补充了毕达哥拉斯派禁肉的说法后,叙述者(普鲁塔克)论述毕达哥拉斯派禁食鱼类是出于对无害生物施行正义的操练以及对贪食浮华的规避,并列举了古代祭仪与荷马史诗的例证。随后涅斯托尔则引述波塞冬祭司的习俗以及阿那克西曼德人类起源于鱼类的学说,来阐明对鱼类的敬重。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.8.3

ταῦτʼ ἐπαινέσας ὁ Σύλλας προσεῖπε περὶ τῶν Πυθαγορικῶν, ὡς μάλιστα μὲν ἐγεύοντο τῶν ἱεροθύτων ἀπαρξάμενοι τοῖς θεοῖς· ἰχθύων δὲ θύσιμος οὐδεὶς οὐδʼ ἱερεύσιμός ἐστιν. ἐγὼ δέ, παυσαμένων ἐκείνων, Αἰγυπτίοις μὲν ἔφην ὑπὲρ τῆς θαλάττης πολλοὺς μαχεῖσθαι καὶ φιλοσόφους καὶ ἰδιώτας, ἐκλογιζομένους ὅσοις ἀγαθοῖς εὐπορώτερον καὶ ἡδίω τὸν βίον ἡμῶν πεποίηκεν. ἡ δὲ τῶν Πυθαγορικῶν πρὸς τὸν ἰχθῦν ἐκεχειρία διὰ τὸ μὴ σύμφυλον ἄτοπος καὶ γελοία μᾶλλον δʼ ἀνήμερος ὅλως καὶ Κυκλώπειόν τι τοῖς ἄλλοις γέρας νέμουσα τῆς συγγενείας καὶ τῆς οἰκειότητος, ὀψοποιουμένοις καὶ ἀναλισκομένοις ὑπʼ αὐτῶν.1 καίτοι βόλον ἰχθύων πρίασθαὶ ποτέ φασι τὸν Πυθαγόραν, εἶτʼ ἀφεῖναι κελεῦσαι τὴν σαγήνην, οὐχ ὡς ἀλλοφύλων καὶ πολεμίων ἀμελήσαντα τῶν ἰχθύων ἀλλʼ ὡς ὑπὲρ φίλων καὶ οἰκείων γεγονότων αἰχμαλώτων λύτρα καταβαλόντα. διὸ τοὐναντίον ἔφην ὑπονοεῖν τῶν ἀνδρῶν ἡ ἐπιείκεια καὶ πραότης δίδωσι, μήποτʼ ἄρα μελέτης ἕνεκεν τοῦ δικαίου καὶ συνηθείας ἐφείδοντο2 μάλιστα τῶν ἐναλίων, ὡς τἄλλα μὲν αἰτίαν ἁμωσγέπως παρέχοντα τοῦ κακῶς πάσχειν τἀνθρώπῳ, τοὺς δʼ ἰχθῦς οὐδὲν ἀδικοῦντας ἡμᾶς, οὐδʼ εἰ πάνυ πεφύκασι δυναμένους. πάρεστι δὲ τῶν τε λόγων καὶ τῶν ἱερῶν εἰκάζειν τοῖς παλαιοῖς, ὡς οὐ μόνον ἐδωδὴν ἀλλὰ καὶ φόνον ζῴου μὴ βλάπτοντος ἔργον ἐναγὲς καὶ ἄθεσμον ἐποιοῦντο· πλήθει δʼ ἐπιχεομένῳ καθειργόμενοι, καὶ χρησμοῦ τινος, ὥς φασιν, ἐκ Δελφῶν ἐπικελευσαμένου τοῖς καρποῖς ἀρήγειν φθειρομένοις, ἤρξαντο μὲν καθιερεύειν· ἔτι δʼ ὅμως ταραττόμενοι καὶ δειμαίνοντες ἔρδειν μὲν ἐκάλουν καὶ ῥέζειν, ὥς τι μέγα δρῶντες τὸ θύειν ἔμψυχον·3 ἄχρι δὲ νῦν παραφυλάττουσιν ἰσχυρῶς τὸ μὴ σφάττειν, πρὶν ἐπινεῦσαι κατασπενδόμενον. οὕτως εὐλαβεῖς πρὸς ἅπασαν ἀδικίαν ἦσαν. καίτοι, ἵνα τἄλλα ἐάσωμεν, εἰ μόνον ἀλεκτορίδων ἀπείχοντο πάντες ἢ δασυπόδων, οὐκ ἂν ἦν χρόνου βραχέος ὑπὸ πλήθους οὔτε πόλιν οἰκεῖν οὔτε καρπῶν ὄνασθαι· διὸ τῆς ἀνάγκης ἐπαιγούσης τὸ πρῶτον, ἤδη καὶ διʼ ἡδονὴν ἔργον ἐστὶ παῦσαι τὴν σαρκοφαγίαν. τὸ δὲ τῶν θαλαττίων γένος οὔτʼ ἀέρα τὸν αὐτὸν οὔθʼ ὕδωρ ἀναλίσκον ἡμῖν οὐδὲ καρποῖς προσιόν, ἀλλʼ ὥσπερ ἑτέρῳ κόσμῳ περιεχόμενον καὶ χρώμενον ὅροις ἰδίοις, οὓς ὑπερβαίνουσιν αὐτοῖς ἐπίκειται δίκη ὁ θάνατος, οὔτε μικρὰν οὔτε μεγάλην τῇ γαστρὶ πρόφασιν κατʼ αὐτῶν δίδωσιν· ἀλλὰ παντὸς ἰχθύος ἄγρα καὶ σαγηνεία λαιμαργίας καὶ φιλοψίας περιφανῶς ἔργον ἐστίν, ἐπʼ οὐδενὶ δικαίῳ ταραττούσης τὰ πελάγη καὶ καταδυομένης εἰς τὸν βυθόν. οὔτε γὰρ τρίγλαν ἔστι δήπου ληιβότειραν οὔτε σκάρον τρυγηφάγον οὔτε κεστρεῖς τινας ἢ λάβρακας σπερμολόγους προσειπεῖν, ὡς τὰ χερσαῖα κατηγοροῦντες ὀνομάζομεν ἀλλʼ οὐδʼ ὅσα γαλῇ καὶ μυίᾳ κατοικιδίῳ μικρολόγως ἐγκαλοῦμεν ἔχοι τις ἂν αἰτιάσασθαι τὸν μέγιστον ἰχθῦν. ὅθεν ἀνείργοντες ἑαυτοὺς οὐ νόμῳ μόνῳ τῆς πρὸς ἄνθρωπον ἀδικίας ἀλλὰ καὶ φύσει τῆς πρὸς ἅπαν τὸ μὴ βλάπτον, ἣκιστα τῶν ὄψων ἐχρῶντο τοῖς ἰχθύσιν ἢ τὸ παράπαν οὐκ ἐχρῶντο· καὶ γὰρ ἄνευ τῆς ἀδικίας ἀκρασίαν τινὰ καὶ λιχνείαν ἐμφαίνειν ἔοικεν ἡ περὶ ταῦτα πραγματεία πολυτελὴς οὖσα καὶ περίεργος. ὅθεν Ὅμηρος οὐ μόνον τοὺς Ἕλληνας ἰχθύων ἀπεχομένους πεποίηκε παρὰ τὸν Ἑλλήσποντον στρατοπεδεύοντας, ἀλλʼ οὐδʼ ἁβροβίοις Φαίαξιν οὐδὲ τοῖς ἀσώτοις μνηστῆρσιν, ἀμφοτέροις οὖσι νησιώταις, θαλάττιον παρατέθεικεν ὄψον· οἱ δʼ Ὀδυσσέως ἑταῖροι, τοσαύτην πλέοντες θάλατταν, οὐδαμοῦ καθῆκαν ἄγκιστρον οὐδὲ πόρκον οὐδὲ δίκτυον, ἀλφίτων παρόντων· "ἀλλʼ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα," μικρὸν ἔμπροσθεν ἢ ταῖς τοῦ Ἡλίου βουσὶν ἐπιχειρεῖν, ἰχθῦς ἀγρεύοντες, οὐκ ὄψον ἀλλὰ τροφὴν ἀναγκαίαν ἐποιοῦντο "γναμπτοῖς ἀγκίστροισιν ἔτειρε δὲ γαστέρα λιμὸς" ὑπὸ τῆς αὐτῆς ἀνάγκης ἰχθύσι τε χρωμένων καὶ τὰς τοῦ Ἡλίου βοῦς κατεσθιόντων. ὅθεν οὐ παρʼ Αἰγυπτίοις μόνον οὐδὲ Σύροις, ἀλλὰ καὶ παρʼ Ἕλλησι γέγονεν ἁγνείας μέρος ἀποχὴ ἰχθύων, μετὰ τοῦ δικαίου καὶ τὸ περίεργον οἶμαι τῆς βρώσεως ἀποδιοπομπουμένοις.

赞扬了这些话之后,苏拉接着就毕达哥拉斯派补充道,他们尤其是在先将初熟之物献祭给众神之后才食用祭肉;但在鱼类之中,没有一种是适宜祭祀或作为牺牲宰杀的。他们发言完毕后,我说道,许多人——无论是哲学家还是普通平民——都会在关于大海的问题上向埃及人发起辩驳,因为考虑到大海通过多少恩惠使我们的生活更加丰裕而愉悦。然而,毕达哥拉斯派仅仅因为不属同类就与鱼类讲和休战,这未免奇特而可笑,甚至全然野蛮,仿佛是赐予其他动物一种独目巨人式的亲属特权一样,而它们却被他们烹食消受。然而,人们说毕达哥拉斯曾买下一网捕获的鱼,随后下令将渔网放生,他并非是将鱼类视作异族与仇敌而加以漠视,而是仿佛为沦为俘虏的亲友交付赎金一般。 “因此正相反,”我说道,“那些哲人的公正与温和使我们不禁推测,他们之所以在所有生物中唯独对水生生物手下留情,莫非是为了锤炼正义的习惯?因为其他动物或多或少都给人类提供了〔它们〕遭受伤害的理由,而鱼类对我们无所侵害,哪怕它们天性完全如此也做不到。无论从古人的言论还是神圣祭礼中都可以推测,他们不仅将食用不害人的动物,甚至将杀害它们视为一种不洁且非法的行径。但当动物大量繁殖成群涌现,且如传说中所言德尔斐的神谕敦促他们拯救被毁坏的庄稼时,他们才开始宰牲献祭。即便如此,他们仍感不安与恐惧,仅称之为‘为’或‘行’,仿佛宰杀有生之灵是在做一件非同小可的事;直至今日,他们仍严格遵守在浇奠祭酒、牲畜点头之前绝不屠宰的规矩。他们在面对任何不义行为时都是如此审慎。然而,撇开其他不谈,假若所有人仅仅禁食母鸡或野兔,要不了多久,由于数量庞大,人们既无法在城邦中居住,也无法享用大地的果实;因此,最初虽是迫于无奈,如今又因为享乐,要制止肉食已是一项艰巨的事业。相反,海洋生物既不与我们呼吸同样的空气,也不消耗同样的水,更不接近农作物,而是仿佛被隔绝在另一个世界中,恪守着自身的界限——它们若越过界限,等待它们的惩罚便是死亡——它们丝毫没有给我们的口腹之欲提供任何讨伐它们的口实。相反,一切捕鱼和围网捞鱼的行为,显然纯属贪馋与嗜鲜之举,毫无正义之由地搅乱汪洋并潜入深渊。因为人们断不可称红头鱼为‘啃田者’,称鹦嘴鱼为‘食葡萄者’,称鲻鱼或海鲈为‘啄种者’,正如我们指责陆生动物时给它们安上的名目那样;甚至于我们以狭隘之心加诸黄鼠狼和家蝇的指责,也无人能拿来怪罪最庞大的鱼类。因此,他们不仅遵照法律克制对人的不义,更顺从天性戒绝针对一切无害之物的不义,在菜肴中他们最少使用鱼类,或者根本不用;因为除了不义之外,围绕这些鱼鲜所进行的极尽奢华而繁琐的料理,似乎还显露出某种放纵与贪婪。因此荷马不仅描写希腊人在赫勒斯滂畔扎营时禁食鱼类,甚至在面对过着娇奢生活的淮阿喀亚人或挥霍无度的求婚者时(两者皆为岛民),也从未向他们摆上海鲜配菜;奥德修斯的同伴们航行于如此辽阔的大海之上,只要还有大麦面在,便绝不在任何地方放下鱼钩、鱼篓或渔网:‘但当船上一切干粮用尽,’在向太阳神的牛群下手之前不久,他们捕鱼不是当作珍馐,而是作为维生的必需:‘用弯曲的鱼钩;而饥饿折磨着他们的肚腹,’他们正是在同等迫不得已的情况下才食用了鱼类,并吞食了太阳神的牛。因此,不仅在埃及人和叙利亚人那里,在希腊人中禁绝鱼类也成为了洁净仪式的一部分,我认为这是因为人们在追求正义的同时,也排除了这种奢靡浮华的吃法。”

§8.8.4

ὑπολαβὼν δʼ ὁ Νέστωρ τῶν δʼ ἐμῶν ἔφη πολιτῶν ὥσπερ Μεγαρέων οὐδεὶς λόγος·4 καίτοι πολλάκις ἀκήκοας ἐμοῦ λέγοντος, ὅτι ἀεὶ οἱ τοῦ Ποσειδῶνος ἱερεῖς, οὓς ἱερομνήμονας καλοῦμεν, ἰχθῦς οὐκ ἐσθίουσιν ὁ γὰρ θεὸς λέγεται φυτάλμιος. οἱ δʼ ἀφʼ Ἕλληνος τοῦ παλαιοῦ καὶ πατρογενίῳ Ποσειδῶνι θύουσιν, ἐκ τῆς ὑγρᾶς τὸν ἄνθρωπον οὐσίας φῦναι δοξάζοντες, ὡς καὶ Σύροι· διὸ καὶ σέβονται τὸν ἰχθῦν, ὡς ὁμογενῆ καὶ σύντροφον, ἐπιεικέστερον Ἀναξιμάνδρου φιλοσοφοῦντες· οὐ γὰρ ἐν τοῖς αὐτοῖς ἐκεῖνος ἰχθῦς καὶ ἀνθρώπους, ἀλλʼ ἐν ἰχθύσιν ἐγγενέσθαι τὸ πρῶτον ἀνθρώπους ἀποφαίνεται, καὶ τραφέντας ὥσπερ οἱ γαλεοὶ καὶ γενομένους ἱκανοὺς ἑαυτοῖς βοηθεῖν ἐκβῆναι τηνικαῦτα καὶ γῆς λαβέσθαι. καθάπερ οὖν τὸ πῦρ τὴν ὕλην, ἐξ ἧς ἀνήφθη, μητέρα καὶ πατέρʼ οὖσαν, ἢσθιεν, ὡς ὁ τὸν Κήυκος γάμον εἰς τὰ Ἡσιόδου παρεμβαλὼν εἴρηκεν οὕτως ὁ Ἀναξίμανδρος τῶν ἀνθρώπων πατέρα καὶ μητέρα κοινὸν ἀποφήνας τὸν ἰχθῦν διέβαλεν πρὸς τὴν βρῶσιν.

涅斯托尔插话道:“我的同胞们难道就如同墨伽拉人一样不值一提吗?然而你常听我说起,我们称之为神圣记录官的波塞冬祭司们从不吃鱼,因为这位神被称为滋生万物之神。那些源自古老赫楞的人向父系守护神波塞冬献祭,正如叙利亚人一样,他们认为人是从湿润的实体中生成的;因此他们尊崇鱼类,视其为同胞和同伴,在哲学思考上甚至比阿那克西曼德更为温厚。因为阿那克西曼德并非宣称鱼与人在相同的环境中生成,而是断言人类最初是在鱼体内孕育的,如同角鲨一般受到哺育,及至能够自立之时才离开水中踏上陆地。正如火以点燃自身的木柴为食,尽管木柴是其父母一样——正如那位将《刻宇克斯的婚礼》插入赫西俄德诗作中的人所言——阿那克西曼德将鱼宣示为人类共同的父母,从而在食用上对它加以贬斥。”

语法注4 条
  1. 729dὀψοποιουμένοις καὶ ἀναλισκομένοις ὑπʼ αὐτῶν

    与前面的名词短语 τοῖς ἄλλοις(其他动物)一致的与格分词短语。施动者 ὑπʼ αὐτῶν(被他们)指毕达哥拉斯派,表达了一种反讽:他们一边烹饪和享用其他动物,一边却给予它们所谓的亲族特权。

  2. 729eμήποτʼ ἄρα μελέτης ἕνεκεν τοῦ δικαίου καὶ συνηθείας ἐφείδοντο

    这里的 μήποτε 引导带有审慎揣测意味的肯定性推测(“是否或许……”)。与未完成过去时直说语气动词 ἐφείδοντο 连用,与主句的 δίδωσι(提供了推测的缘由)相呼应,审慎地提出了对古代毕达哥拉斯派真正动机的合理解释。

  3. 729eὥς τι μέγα δρῶντες τὸ θύειν ἔμψυχον

    主格分词短语 ὥς τι μέγα δρῶντες 之后接冠词不定词短语 τὸ θύειν ἔμψυχον,作为同位语或宾语补充:“仿佛宰杀有生之灵是在做一件非同小可的事”。

  4. 730dὥσπερ Μεγαρέων οὐδεὶς λόγος

    化用了古代著名的谚语“墨伽拉人毫无地位/不值一提”(源自神谕称墨伽拉人“既非第三亦非第四,根本算不上数”)。涅斯托尔半开玩笑地以此抱怨自己同胞的习俗在讨论中被全然忽视。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:8.8.3-8.8.4