← 普鲁塔克

食桌谈话录

§8.8.1-8.8.2

毕达哥拉斯派禁食鱼类与埃及起源

见卢基乌斯保持沉默,恩培多克勒提出了毕达哥拉斯派禁食鱼类的规诫;随后塞翁发言,将此渊源归结为埃及祭司的洁净礼仪以及将大海视为生命之敌的厌海思想。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.8.1

ἐπεὶ δὲ τούτων λεγομένων ὁ Λεύκιος οὔτε ψέγων οὔτʼ ἐπαινῶν, ἀλλʼ ἡσυχίαν ἄγων, σιγῇ δὲ καὶ καθʼ ἑαυτὸν ὁρῶν ἤκουεν, ὀνομαστὶ καλέσας τὸν Σύλλαν ὁ Ἐμπεδοκλῆς Λεύκιος εἶπεν ὁ ἑταῖρος εἰ μὲν ἄχθεται τοῖς λεγομένοις, ὥρα πεπαῦσθαι καὶ ἡμᾶς· εἰ δὲ ταῦτα τῶν ὑπὸ τὴν ἐχεμυθίαν ἐστίν, ἀλλʼ ἐκεῖνό γε δοκῶ μήτʼ ἄρρητον εἶναι μήτʼ ἀνέξοιστον πρὸς ἑτέρους, ὅτι δὴ μάλιστα τῶν ἰχθύων ἀπείχοντο· καὶ γὰρ ἱστορεῖται τοῦτο περὶ τῶν παλαιῶν Πυθαγορικῶν καὶ τοῦ καθʼ ἡμᾶς Ἀλεξικράτους ἐνέτυχον μαθηταῖς, ἄλλα μὲν ἔστιν ὅτε μετρίως προσφερομένοις καὶ νὴ Δία θύουσιν, ἰχθύος δὲ μὴ γεύσασθαι τὸ παράπαν ὑπομένουσιν. ἣν δὲ Τυνδάρης ὁ Λακεδαιμόνιος αἰτίαν ἔλεγε1 δὲ τῆς ἐχεμυθίας τοῦτο γέρας εἶναι, τοὺς ἰχθῦς καλεῖν ἔλλοπας, οἷον ἰλλομένην τὴν ὄπα καὶ καθειργομένην ἔχοντας· καὶ τὸν ὁμώνυμον ἐμοὶ τῷ παυσαμένῳ Πυθαγορικῶς περαίνειν τὰ δόγματα στέγουσαι φρενὸς2 ἀλλʼ ὅπερ ἐλάσσω, καὶ ὅλως θεῖον ἡγεῖσθαι τὴν σιωπὴν τοὺς ἄνδρας, ἅτε δὴ καὶ τῶν θεῶν ἔργοις καὶ πράγμασιν ἄνευ φωνῆς ἐπιδεικνυμένων ἃ βούλονται τοῖς ξυνετοῖς.

在谈及这些事情时,卢基乌斯既不批评也不称赞,而是保持安宁,默默自省地倾听着。于是恩培多克勒直呼苏拉的名字说道:“如果我们的同伴卢基乌斯对所言之事感到不快,那么我们也是时候停下来了;但如果这些属于缄默戒律管辖的范围,我想至少那一件事既非不可言说,亦非不可向外人传达——那就是他们尤其禁食鱼类。因为关于古代的毕达哥拉斯派便有此记载,而我曾遇见过我们这个时代的亚历克西克拉特的门生,他们有时对其他食物适度进食,甚至凭宙斯起誓,他们也献祭,却唯独始终忍耐着绝不尝一口鱼肉。而拉刻代蒙人廷达里斯所说的理由是,这是对缄默的奖赏,他们称鱼为‘哑鱼’(ellopes),因为它们的声音像是被卷起禁锢住了一样;正如与我同名的那位哲人在按照毕达哥拉斯派传统终止宣讲教义时所言‘在心灵中隐匿着……’,那些人全然将沉默视为神圣之物,因为众神自身也是不用声音,而是通过作为与实际行动向明智之人昭示其旨意的。”

§8.8.2

τοῦ δὲ Λευκίου πράως καὶ ἀφελῶς εἰπόντος, ὡς ὁ μὲν ἀληθὴς ἴσως λόγος καὶ νῦν ἀπόθετος καὶ ἀπόρρητος εἴη, τοῦ δὲ πιθανοῦ καὶ εἰκότος οὐ φθόνος ἀποπειρᾶσθαι· πρῶτος Θέων ὁ γραμματικὸς εἶπεν, ὅτι Τυρρηνὸν μὲν ἀποδεῖξαι Πυθαγόραν μέγʼ ἔργον εἴη καὶ οὐ ῥᾴδιον· Αἰγυπτίων δὲ τοῖς σοφοῖς συγγενέσθαι πολὺν χρόνον ὁμολογεῖται ζηλῶσαὶ τε πολλὰ καὶ δοκιμάσαι μάλιστα τῶν περὶ τὰς ἱερατικὰς ἁγιστείας, οἷόν ἐστι καὶ τὸ τῶν κυάμων οὔτε γὰρ σπείρειν οὔτε σιτεῖσθαι κύαμον Αἰγυπτίους, ἀλλʼ οὐδʼ ὁρῶντας ἀνέχεσθαί φησιν ὁ Ἡρόδοτος. ἰχθύων δὲ καὶ τοὺς ἱερεῖς ἴσμεν ἔτι νῦν ἀπεχομένους· ἁγνεύοντες δὲ καὶ τὸν ἅλα φεύγουσιν, ὡς μήτʼ ὄψον προσφέρεσθαι μήτʼ ἄλλο τι ἁλσὶ θαλαττίοις μεμιγμένον. ἄλλοι μὲν οὖν ἄλλας αἰτίας φέρουσιν· ἔστι δʼ ἀληθὴς μία, τὸ πρὸς τὴν θάλατταν ἔχθος, ὡς ἀσύμφυλον ἡμῖν καὶ ἀλλότριον μᾶλλον δʼ ὅλως πολέμιον τῇ φύσει τοῦ ἀνθρώπου στοιχεῖον. οὐ γὰρ τρέφεσθαι τοὺς θεοὺς ἀπʼ αὐτῆς, ὥσπερ οἱ Στωικοὶ τοὺς ἀστέρας ὑπολαμβάνουσιν, ἀλλὰ τοὐναντίον εἰς ταύτην ἀπόλλυσθαι τὸν πατέρα καὶ σωτῆρα τῆς χώρας, ὃν Ὀσίριδος ἀπορροὴν ὀνομάζουσι. καὶ θρηνοῦντες τὸν ἐν τοῖς ἀριστεροῖς μέρεσι γεννώμενον ἐν δὲ τοῖς δεξιοῖς φθειρόμενον, αἰνίττονται τὴν τοῦ Νείλου τελευτὴν καὶ φθορὰν ἐν τῇ θαλάττῃ γιγνομένην. ὅθεν οὔτε τὸ ὕδωρ πότιμον αὐτῆς, οὔθʼ ὧν τρέφει τι καὶ γεννᾷ καθαρὸν ἡγοῦνται καὶ οἰκεῖον, οἷς μήτε πνεύματος κοινοῦ μήτε συμφύλου νομῆς μέτεστιν, ἀλλʼ ὁ σῴζων πάντα τἄλλα καὶ τρέφων ἀήρ, ἐκείνοις ὀλέθριός ἐστιν, ὡς παρὰ φύσιν καὶ χρείαν γεγονόσι καὶ ζῶσιν. οὐ δεῖ δὲ θαυμάζειν, εἰ τὰ ζῷα διὰ τὴν θάλατταν ἀλλότρια καὶ οὐκ ἐπιτήδεια καταμίγνυσθαι εἰς αἷμα καὶ πνεῦμα νομίζουσιν αὑτῶν, οἵ γε μηδὲ τοὺς κυβερνήτας ἀξιοῦσι προσαγορεύειν3 ἀπαντῶντες, ὅτι τὸν βίον ἀπὸ θαλάττης ἔχουσι.

卢基乌斯温和而坦诚地说,真正的理由或许至今仍被封存且不可外泄,但尝试探索合情合理的解释也未尝不可;于是文法学者塞翁首先发言说,要证明毕达哥拉斯是提尔尼人是一项艰巨而不易的任务;但他长期与埃及的智者交往,仿效了许多规程,尤其是赞同祭司洁净之礼中的规矩,这却是一致公认的。蚕豆之事便属此类;因为希罗多德说,埃及人既不播种也不食用蚕豆,甚至连看见它们都不能容忍。我们也知道祭司们至今仍禁绝鱼类;他们在洁身自持时甚至避开食盐,以至于既不进食配菜,也不进食其他任何混有海盐的食物。其他人虽提出了各种不同的理由,但真正的理由只有一个,即对大海的憎恶,视其为一种与我们不同类、异质,甚至全然敌对人类天性的元素。因为众神并不像斯多亚派对星宿的推测那样受大海滋养,恰恰相反,这片土地的父亲与救主——他们称之为奥西里斯的流溢物——正是消亡于其中。他们在哀悼那位在左方诞生、在右方毁灭者时,暗喻的正是尼罗河在海中的终结与消亡。因此,他们既不认为海水可以饮用,也不认为海所滋养和繁育的任何生物是洁净而同类的,因为这些生物既无分于共同的气息,也无分于同类的食料;那保护并滋养其余万物的空气,对它们而言却是致命的,因为它们违背自然与需要而产生并活着。如果他们因为大海而认为这些生物异质而不宜混入自身的血液与气息之中,这也不必感到奇怪——毕竟这些人走在路上遇见舵手时,连打招呼都不屑于做,仅仅因为这些人依靠大海为生。

语法注3 条
  1. 728eἣν δὲ Τυνδάρης ὁ Λακεδαιμόνιος αἰτίαν ἔλεγε

    名词 αἰτίαν 被吸引入关系从句 ἣν... αἰτίαν ἔλεγε 之中(先行词并入),而后随的不定式短语 τοὺς ἰχθῦς καλεῖν... 充当其实质性的同位语和内容说明。尽管抄本中带有连词 δὲ 的复出,但其句法骨干明晰,即“拉刻代蒙人廷达里斯所说的理由是……”。

  2. 728eτὸν ὁμώνυμον ἐμοὶ τῷ παυσαμένῳ Πυθαγορικῶς περαίνειν τὰ δόγματα στέγουσαι φρενὸς

    说话者恩培多克勒在此提及与自己同名的哲学家(即作诗的恩培多克勒)。虽然关于 τῷ παυσαμένῳ... 的文本存在残缺或讹误的痕迹,但 τὸν ὁμώνυμον ἐμοί 充当间接引语中的宾格主语,与引用的诗句(δόγματα στέγουσαι φρενός...“将教义隐匿于胸中……”)相连,说明其同样奉行毕达哥拉斯式的沉默守密。

  3. 729cοἵ γε μηδὲ τοὺς κυβερνήτας ἀξιοῦσι προσαγορεύειν

    关系代词带加强小词 γε(οἵ γε,相当于拉丁语 qui quidem)引导表原因或特征的关系从句(“毕竟他们甚至……”),通过举出埃及人甚至不屑与舵手打招呼的极端事例,为前文“埃及人因厌恶大海而禁鱼”的论点提供佐证。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:8.8.1-8.8.2