← 普鲁塔克

食桌谈话录

§8.7.1-8.7.4

毕达哥拉斯的象征戒律及其伦理阐释

卢基乌斯提出了毕达哥拉斯的提尔尼起源说及其密约戒律,同席者随即探究为何禁止燕子入室,并对消除锅痕、翻乱铺盖等戒律给出了伦理层面的阐释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.7.1

Σύλλας ὁ Καρχηδόνιος εἰς Ῥώμην ἀφικομένῳ μοι διὰ χρόνου τὸ ὑποδεκτικόν, ὡς Ῥωμαῖοι καλοῦσι, καταγγείλας δεῖπνον ἄλλους τε τῶν ἑταίρων παρέλαβεν οὐ πολλοὺς καὶ Μοδεράτου τινὰ τοῦ Πυθαγορικοῦ μαθητήν, ὄνομα Λεύκιον, ἀπὸ Τυρρηνίας. οὗτος οὖν ὁρῶν Φιλῖνον τὸν ἡμέτερον ἐμψύχων ἀπεχόμενον, οἷον εἰκός, εἰς τοὺς Πυθαγόρου λόγους προήχθη· καὶ Τυρρηνὸν ἀπέφηνεν, οὐ πατρόθεν, ὥσπερ ἕτεροί τινες, ἀλλʼ αὐτὸν ἐν Τυρρηνίᾳ καὶ γεγονέναι καὶ τεθράφθαι καὶ πεπαιδεῦσθαι τὸν Πυθαγόραν ἰσχυριζόμενος οὐχ ἣκιστα τοῖς συμβόλοις,1 οἷόν ἐστι καὶ τὸ συνταράττειν ἀναστάντας ἐξ εὐνῆς τὰ στρώματα καὶ χύτρας τύπον ἀρθείσης ἐν σποδῷ μὴ ἀπολείπειν ἀλλὰ συγχεῖν, καὶ χελιδόνας οἰκίᾳ μὴ δέχεσθαι μηδὲ σάρον ὑπερβαίνειν μηδὲ ἑυνα γαμψώνυχον οἴκοι τρέφειν· ταῦτα γὰρ ἔφη τῶν Πυθαγορικῶν λεγόντων καὶ γραφόντων, μόνους ἔργῳ Τυρρηνοὺς ἐξευλαβεῖσθαι καὶ φυλάττειν.

迦太基人苏拉在我久别来到罗马时,设宴招待我——即罗马人所谓的洗尘宴——他邀请的友人不多,其中有一位毕达哥拉斯派莫德拉图斯的弟子,名叫卢基乌斯,来自提尔尼。此人见到我们的同伴菲利努斯不食肉类,便理所当然地引向了关于毕达哥拉斯的言论;他声称毕达哥拉斯是提尔尼人,并非如另一些人所说是父系上的,而是他本人在提尔尼出生、抚育并受教育的。他极力引证那些密约戒律(符号)作为依据:例如从床上起来必须弄乱铺盖;把锅从余烬中移开后不可留下痕迹,而要抹平;不接纳燕子入屋;不可跨过扫帚;不可在家中蓄养任何弯爪之鸟。因为他说,毕达哥拉斯派虽宣讲并著述了这些规条,但唯有提尔尼人在实践中谨慎遵守。

§8.7.2

λεχθέντων δὲ τούτων ὑπὸ τοῦ Λευκίου, μάλιστα τὸ τῶν χελιδόνων ἀτοπίαν ἔχειν ἐδόκει, ζῷον ἀσινὲς καὶ φιλάνθρωπον εἴργεσθαι τοῖς γαμψωνύχοις ὁμοίως, ἀγριωτάτοις οὖσι καὶ φονικωτάτοις καὶ γὰρ ᾧ μόνῳ τινὲς τῶν παλαιῶν ᾤοντο λύειν τὸ σύμβολον, ὡς πρὸς τοὺς διαβόλους καὶ ψιθύρους τῶν συνήθων ᾐνιγμένον, οὐδʼ αὐτὸς ὁ Λεύκιος ἐδοκίμαζεν· ψιθυρισμοῦ μὲν γὰρ ἥκιστα χελιδόνι μέτεστι, λαλιᾶς δὲ καὶ πολυφωνίας οὐ μᾶλλον ἢ κίτταις καὶ πέρδιξι καὶ ἀλεκτορίσιν. ἆρʼ οὖν ὁ Σύλλας ἔφη διὰ τὸν μῦθον τὸν περὶ τὴν παιδοφονίαν ἀφοσιοῦνται τὰς χελιδόνας, ἄπωθεν ἡμᾶς πρὸς ἐκεῖνα τὰ πάθη διαβάλλοντες, ἐξ ὧν τὸν Τηρέα καὶ τὰς γυναῖκας τὰ μὲν δρᾶσαι τὰ δὲ παθεῖν ἄθεσμα καὶ σχέτλια λέγουσι, καὶ μέχρι νῦν Δαυλίδας ὀνομάζουσι τὰς ὄρνιθας; Γοργίας δʼ ὁ σοφιστής, χελιδόνος ἀφείσης ἐπʼ αὐτὸν ἀπόπατον, ἀναβλέψας πρὸς αὐτήν οὐ καλὰ ταῦτʼ εἶπεν ὦ Φιλομήλα ἢ καὶ τοῦτο κενόν ἐστι; τὴν γὰρ ἀηδόνα, ταῖς αὐταῖς τραγῳδίαις ἔνοχον οὖσαν, οὐκ ἀπείργουσιν οὐδὲ ξενηλατοῦσιν ἴσως ἔφην ἐγὼ καὶ ταῦτʼ ἔχει λόγον, ὦ Σύλλα. σκόπει δὲ μὴ πρῶτον μέν,2 ᾧ λόγῳ τὸ γαμψώνυχον οὐ προσίενται, τούτῳ καὶ ἡ χελιδὼν ἀδοξεῖ παρʼ αὐτοῖς· σαρκοφάγος γάρ ἐστι καὶ μάλιστα τοὺς τέττιγας, ἱεροὺς καὶ μουσικοὺς ὄντας, ἀποκτίννυσι καὶ σιτεῖται· καὶ πρόσγειος αὐτῆς ἡ πτῆσίς ἐστι, τὰ μικρὰ καὶ λεπτὰ τῶν ζῴων ἀγρευούσης, ὥς φησιν Ἀριστοτέλης· ἔπειτα μόνη τῶν ὁμωροφίων ἀσύμβολος ἐνοικεῖ καὶ ἀτελὴς ἐνδιαιτᾶται. καίτοι ὅ γε πελαργὸς οὔτε σκέπης μετέχων οὔτʼ ἀλέας οὔτʼ ἀδείας τινὸς ἢ βοηθείας παρʼ ἡμῖν, ἐπίβαθρόν τι γῆς δίδωσι· τὰ γὰρ ἐπίβουλα καὶ πολέμια τῶν ἀνθρώπων, φρύνους καὶ ὄφεις, ἀναιρεῖ περιιών· ἡ δὲ πάντων τυχοῦσα τούτων, ὅταν ἐκθρέψῃ καὶ τελειώσῃ τοὺς νεοσσούς, ἄπεισιν ἀχάριστος γενομένη καὶ ἄπυστος. ὃ δὲ δεινότατόν ἐστι, μόνα τῶν συνοίκων μυῖα καὶ χελιδὼν οὐχ ἡμεροῦται πρὸς ἄνθρωπον οὐδʼ ἀνέχεται ψαῦσιν οὐδʼ ὁμιλίαν οὐδὲ κοινωνίαν ἔργου τινὸς ἢ παιδιᾶς, ἡ μὲν μυῖα φοβουμένη τῷ πάσχειν κακῶς καὶ διασοβεῖσθαι πολλάκις, ἡ δὲ χελιδὼν τῷ φύσει μισάνθρωπος εἶναι καὶ διʼ ἀπιστίαν ἀτιθάσευτος ἀεὶ καὶ ὕποπτος. εἴπερ οὖν δεῖ τὰ τοιαῦτα μὴ κατʼ εὐθυωρίαν, ἀλλʼ ἀνακλάσαντας ὥσπερ ἐμφάσεις ἑτέρων ἐν ἑτέροις θεωρεῖν, παράδειγμα τὰς χελιδόνας τοῦ ἀβεβαίου καὶ ἀχαρίστου θέμενος οὐκ ἐᾷ3 τοὺς ἕνεκα καιροῦ προσφερομένους καὶ ὑποδυομένους ποιεῖσθαι συνήθεις ἐπὶ πλέον, ἑστίας καὶ οἴκου καὶ τῶν ἁγιωτάτων μεταδιδόντας.

卢基乌斯谈及这些之后,关于燕子的那条戒律似乎最显荒谬:一种无害而亲近人类的动物,竟然像那些至为凶猛嗜杀的弯爪之鸟一样被摒弃门外。因为有些古人试图借以阐释该戒律的唯一理由——即认为这是隐喻规避同伴中进谗言与窃窃私语之人——就连卢基乌斯本人也不赞同;因为燕子绝无窃窃私语之举,若论啼鸣多声,它也不比喜鹊、鹧鸪和母鸡更为过分。 “那么,”苏拉说,“难道他们是因为关于杀子的神话而驱逐燕子,从远处使我们厌恶那些情欲吗?据说特柔斯和那些妇人正是因这些情欲才做出并承受了违天害理的惨事,人们至今仍把这些鸟称为陶利斯鸟。智者高尔吉亚在被燕子拉粪落于身上时,抬头看着它说:‘菲洛墨拉,这可不好。’抑或这也毫无意义?因为同样卷入那些悲剧的夜莺,他们却既不阻止也不驱逐。” “或许,”我说,“苏拉,这也是有道理的。但请考量一下,首先是否正因他们排斥弯爪之鸟的同一种理由,燕子在他们那里也名声不佳:因为它是食肉的,尤其是捕杀并食用神圣而喜好音乐的蝉;正如亚里士多德所言,它的飞行紧贴地面,捕捉那些弱小纤细的生物。其次,在所有同檐共居的生物中,唯有燕子分文不出地白住,毫无贡献地度日。然而鹳鸟虽然在我们这里既未获得屋檐也未获得温暖,未得到任何安全或庇护,却交纳某种踏足土地的费用:它到处游走,消灭那些危害人类的蟾蜍和毒蛇。但燕子在获得了所有这些便利后,一旦哺育长成了雏鸟,便忘恩负义、音讯全无地飞走了。而最可怕的是,在与我们同住的生物中,唯独苍蝇和燕子对人不驯顺,既不容许抚触,也不容许亲近,更不容许分担任何劳作或游戏:苍蝇是因为屡遭伤害和扑打而心生恐惧,燕子则是天性厌恶人类,因猜忌而始终野性未驯、疑神疑鬼。因此,如果说此类事物不应按字面理解,而应当折射来看,宛如在别物中观察他物的暗喻,那么将燕子定为反复无常与忘恩负义的原型,便是在告诫人们:切莫与那些因势利导而凑上来潜伏进来的人过度亲近,将门户、炉灶及最神圣之物分享给他们。”

§8.7.4

ταῦτʼ εἰπὼν ἐγώ μοι δοκῶ ποιῆσαι λόγων ἄδειαν· εὐθαρσῶς γὰρ ἤδη τοῖς ἄλλοις συμβόλοις προσῆγον, ἠθικὰς ἐπιεικῶς ποιούμενοι τὰς λύσεις αὐτῶν. τῆς μὲν γὰρ χύτρας τὸν τύπον ἔφη Φιλῖνος ἀφανίζειν αὐτούς, διδάσκοντας ὅτι δεῖ μηδὲν ὀργῆς ἔνδηλον ἀπολείπειν ἴχνος, ἀλλʼ ὅταν ἀναζέσασα παύσηται καὶ καταστῇ, πᾶσαν ἐξαληλίφθαι μνησικακίαν. ἡ δὲ τῶν στρωμάτων συντάραξις ἐνίοις μὲν ἐδόκει μηθὲν ἔχειν ἀποκεκρυμμένον, ἀλλʼ αὐτόθεν φαίνεσθαι τὸ μὴ πρέπον, ἀνδρὶ συγκεκοιμημένης γαμετῆς, χώραν ὁρᾶσθαι καὶ τύπον ὥσπερ ἐκμαγεῖον ἀπολειπόμενον. ὁ δὲ Σύλλας μᾶλλον εἴκαζε κοιμήσεως μεθημερινῆς ἀποτροπὴν εἶναι τὸ σύμβολον, ἀναιρουμένης ἕωθεν εὐθὺς τῆς πρὸς τὸν ὕπνον παρασκευῆς· ὡς νυκτὸς ἀναπαύεσθαι δεῖν, ἡμέρας δὲ πράττειν ἀναστάντας καὶ μὴ περιορᾶν οἷον ἴχνος πτώματος· οὐδὲν γὰρ ἀνδρὸς ὄφελος καθεύδοντος, ὥσπερ οὐδὲ τεθνηκότος. τούτοις δὲ συμμαρτυρεῖν ἐδόκει καὶ τὸ παρεγγυᾶν τοὺς Πυθαγορικοὺς τοῖς ἑταίροις μηδενὸς ἀφαιρεῖν βάρος, συνεπιτιθέναι δὲ καὶ συνεπιφορτίζειν, ὡς μηδεμίαν σχολὴν μηδὲ ῥᾳστώνην ἀποδεχομένους.

我说完这些,自觉打开了话匣;因为人们随后便大胆地转向了其他戒律,并多半赋予其伦理上的解答。关于锅痕的消除,菲利努斯说这是在教导人们不可留下任何明显的怒火痕迹,而要在怒火沸腾平息之后,抹去一切怨恨。至于铺盖的翻乱,有人认为这毫无隐微之处,不过是显而易见的不得体:若是结发妻子与丈夫同眠之后,留下宛如模具般的印迹和形迹被人看见,这是不雅的。然而苏拉更倾向于猜测该戒律是对白昼睡眠的戒除,即清晨便立即撤除睡眠的备置:因为黑夜理应休息,白昼则应起而劳作,不可容留宛如尸体的痕迹;因为沉睡之人正如死人一样毫无用处。而毕达哥拉斯派告诫同伴不可为人卸下重担,而要一同加上并加重负担,似乎也为这些观点作证,表明他们不容许任何闲散与安逸。

语法注3 条
  1. 727cἰσχυριζόμενος οὐχ ἣκιστα τοῖς συμβόλοις

    与格“τοῖς συμβόλοις”充当工具/原因与格,表示论断的依据(“极力引证那些密约戒律作为依据”)。动词 ἰσχυρίζομαι 习惯支配与格以表示论证所凭借的论据。

  2. 727eσκόπει δὲ μὴ πρῶτον μέν

    “σκόπει ... μή”构成了委婉提出某种看法的探究句型(“请考量一下是否……”)。此处 μή 并不单表示担忧或害怕,而是用于引导一个值得探讨的推测性假设。

  3. 728aπαράδειγμα τὰς χελιδόνας τοῦ ἀβεβαίου καὶ ἀχαρίστου θέμενος οὐκ ἐᾷ

    分词短语“θέμενος”支配双重宾格(宾语 τὰς χελιδόνας 与补足语 παράδειγμα),意为“将燕子定为……的原型”。主句动词 οὐκ ἐᾷ 的施事主语是制定密约戒律的毕达哥拉斯,后接不定词构式 ποιεῖσθαι συνήθεις ἐπὶ πλέον 以及与之同格的分词 μεταδιδόντας(“禁止人们过度亲近……并将……分享给他们”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:8.7.1-8.7.4