- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:8.6.1-8.6.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
由宴席迟到青年的戏谑之辞引出关于赴宴迟到者的称号及古代饮食习俗的讨论,进而展开了对希腊语和拉丁语中关于餐食与日常事物词源的诙谐探究。
τῶν υἱῶν μου τοὺς νεωτέρους ἐν θεάτρῳ προσδιατρίψαντας ἀκροάμασι καὶ βράδιον ἐπὶ τὸ δεῖπνον ἐλθόντας οἱ Θέωνος υἱοὶ κωλυσιδείπνους καὶ ζοφοδορπίδας καὶ τοιαῦτα μετὰ παιδιᾶς ἔσκωπτον·1 οἱ δʼ ἀμυνόμενοι πάλιν ἐκείνους τρεχεδείπνους ἀπεκάλουν. καί τις εἶπε τῶν πρεσβυτέρων τρεχέδειπνον εἶναι τὸν ὑστερίζοντα τοῦ δείπνου θᾶττον γὰρ ἢ βάδην ἐπειγόμενον, ὅταν βραδύνῃ, φαίνεσθαι. καὶ Γάλβα τοῦ παρὰ Καίσαρι γελωτοποιοῦ χάριεν ἀπεμνημόνευσεν ἐκεῖνος γὰρ ἐπιθυμοδείπνους ἐκάλει τοὺς ὀψὲ παραγιγνομένους ἐπὶ δεῖπνον· ἀσχολουμένους γὰρ αὐτοὺς ὅμως διὰ τὸ φιλόδειπνον οὐκ ἀπολέγεσθαι τὰς κλήσεις.
当我的几个年幼的儿子在剧场观看演出流连忘返、迟迟才来赴宴时,塞翁的儿子们便开玩笑地戏谑他们是“碍席者”和“暮食徒”之类;他们也不甘示弱,反唇相讥对方是“奔宴夫”。在席的一位长者说道,所谓“奔宴夫”,正是指赴宴迟到的人;因为人一旦迟了,就会显出快步疾奔而不再是从容迈步的样子。他还回忆起恺撒身边的弄臣加尔巴的一句俏皮话:加尔巴称那些迟来赴宴的人为“恋宴徒”;因为他们虽忙于事务,却因嗜食而不肯辞谢请柬。
ἐγὼ δʼ εἶπον, ὅτι καὶ Πολύχαρμος ἐν Ἀθήναις δημαγωγῶν καὶ τοῦ βίου διδοὺς ἀπολογισμὸν ἐν ἐκκλησίᾳ ταῦτʼ εἶπεν, ἄνδρες Ἀθηναῖοι, τἀμά καὶ πρὸς τούτοις, οὐδέποτε κληθεὶς ἐπὶ δεῖπνον ὕστατος ἀφικόμην δημοτικὸν γὰρ εὖ μάλα δοκεῖ τὸ τοιοῦτο, καὶ τοὐναντίον οἱ ἄνθρωποι τοὺς ὀψὲ παραγιγνομένους ἀναγκαζόμενοι περιμένειν, ὡς ἀηδεῖς καὶ ὀλιγαρχικοὺς βαρύνονται.
我便说道,波吕卡尔莫斯在雅典主政并在公民大会上交代生平履历时,也曾说过这样的话:“雅典诸位公民,这些就是我的操守;除此以外,我受邀赴宴还从未最后一个到场。”因为这种举动显得极为平民化,反之,人们若被迫等待迟到者,则会因其令人不快且带有寡头习气而深感厌烦。
ὁ δὲ Σώκλαρος ὑπερδικῶν τῶν νεανίσκων ἀλλʼ οὐδὲ τὸν Πιττακόν ἔφη ζοφοδορπίδαν ὁ Ἀλκαῖος ὡς ὀψὲ δειπνοῦντα λέγεται προσειπεῖν, ἀλλʼ ὡς ἀδόξοις τὰ πολλὰ καὶ φαύλοις ἡδόμενον συμπόταις· τὸ μέντοι πρωίτερον δειπνεῖν ὄνειδος ἦν πάλαι, καὶ τὸ ἀκράτισμά φασιν οὕτω λέγεσθαι διὰ τὴν ἀκρασίαν.
索克拉洛斯为年轻人辩护道:“然而阿尔开俄斯称庇塔科斯为‘暮食徒’,据说并非因为他用餐晚,而是因为他多半乐于与声名狼藉而卑微的人同饮。不过,在古代较早进餐倒是一种羞耻,据说早点之所以得名,正是因为不知节制。”
ὑπολαβὼν δʼ ὁ Θέων ἥκιστʼ εἶπεν εἰ δεῖ τοῖς τὸν ἀρχαῖον βίον διαμνημονεύουσι πιστεύειν. φασὶ γὰρ ἐκείνους, ἐργατικοὺς ἅμα καὶ σώφρονας ὄντας, ἕωθεν ἐσθίειν ἄρτον ἐν ἀκράτῳ, καὶ μηθὲν ἄλλο διὸ τοῦτο μὲν ἀκράτισμα καλεῖν διὰ τὸν ἄκρατον, ὄψον δὲ τὸ παρασκευαζόμενον εἰς δεῖπνον αὐτοῖς· ὀψὲ γὰρ δειπνεῖν ἀπὸ τῶν πράξεων γενομένους. ἐκ τούτου καὶ τὸ δεῖπνον καὶ τὸ ἄριστον, ἀφʼ ὅτου λάβοι τοὔνομα, ζήτησιν παρέσχε. καὶ τὸ μὲν ἄριστον ἐδόκει τῷ ἀκρατίσματι ταὐτὸν εἶναι, μαρτυρεῖ τῷ Ὁμήρῳ λέγοντι τοὺς περὶ τὸν Εὔμαιον "ἐντύνοντας ἄριστον ἃμ ἠοῖ φαινομένῃφι" καὶ πιθανὸν ἐδόκει διὰ τὴν ἑωθινὴν ὥραν ἄριστον ὠνομάσθαι, καθάπερ τὸ αὔριον. τὸ δὲ δεῖπνον, ὅτι τῶν πόνων διαναπαύει· πράξαντες γάρ τι δειπνοῦσιν ἢ μεταξὺ πράττοντες·. ἔστι δὲ καὶ τοῦτο παρʼ Ὁμήρου λαβεῖν λέγοντος "ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὡπλίσσατο δεῖπνον." εἰ μὴ νὴ Δία τὸ ἄριστον αὐτόθεν ἀπραγμόνως προσφερόμενοι καὶ ῥᾳδίως ἀπὸ τῶν τυχόντων, τὸ δὲ δεῖπνον ἤδη παρεσκευασμένον, ἐκεῖνο μὲν ῥᾷστον, τοῦτο δʼ ὥσπερ διαπεπονημένον ἐκάλεσαν.2
塞翁接过话头说:“如果应当相信那些记述古代风俗之人,那就绝非如此了。因为他们说,古人既勤勉又节制,黎明时仅以面包蘸未掺水的烈酒为食,别无他物;因此因这纯酒而称之为‘晨点’,而为晚宴准备的食物则称为‘下酒菜’;因为他们在结束了一天的事务后,很晚才进晚餐。”由此便引发了关于晚餐和早餐各自因何得名的探究。早餐似乎与晨点原是一回事,荷马记叙欧迈俄斯等人时便作证说:“在晨曦初露时备办早餐”;而且早餐似乎很合情理地因清晨的时辰而得名,正如“明日”一词一样。至于晚餐,则是因为它使人从劳顿中得到休歇;因为人们总是在做完了某事、或在劳作的间歇中享用晚餐。这也是可以从荷马处引证的,他曾说:“正当樵夫备办晚餐的时分。”除非指着宙斯发誓说,由于人们顺手、省事、就着手边的便饭随时进用早餐,而晚餐则是早有筹备的,因而他们把前者称为“极易之事”,而把后者称为宛如“苦心经营之物”。
ὑβριστὴς δʼ ὢν καὶ φιλόγελως φύσει ὁ ἀδελφὸς ἡμῶν Λαμπρίας ἔφη μυρίῳ τὰ Ῥωμαϊκὰ δείξειν οἰκειότερα τῶν Ἑλληνικῶν ὀνόματα, τοσαύτης ἀδείας τῷ φλυαρεῖν δεδομένης. τὸ μὲν γὰρ δεῖπνόν φασι κοῖνα διὰ τὴν κοινωνίαν καλεῖσθαι· καθʼ ἑαυτοὺς γὰρ ἠρίστων ἐπιεικῶς οἱ πάλαι Ῥωμαῖοι συνδειπνοῦντες τοῖς φίλοις. τὸ δʼ ἄριστον ἐκλήθη πράνδιον ἀπὸ τῆς ὥρας· ἔνδιον γὰρ τὸ δειλινόν, καὶ τὴν μετʼ ἄριστον ἀνάπαυσιν ἐνδιάζειν· ἢ πρωινήν τινα σημαίνοντες ἐδωδὴν ἢ τροφήν, ᾗ χρῶνται πρὶν ἐνδεεῖς γενέσθαι. καὶ μὴν ἵνʼ ἀφῶ τὰ στρώματα ἔφη τὸν οἶνον, τὸ μέλι, τοὔλαιον, τὸ γεύσασθαι, τὸ προπιεῖν, ἕτερα πάμπολλα τοῖς αὐτοῖς ὀνόμασι καταφανῶς χρώμενα· τίς οὐκ ἂν εἴποι ἐπὶ κῶμον Ἑλληνικῶς κωμισσᾶτον λέγεσθαι, καὶ τὸ κεράσαι μισκῆραι καθʼ Ὅμηρον, "ἡ δʼ αὖτʼ ἐν κρητῆρι μελίφρονα οἶνον ἔμισγε" καί μῆνσαν μὲν τὴν τράπεζαν ἀπὸ τῆς· ἐν μέσῳ θέσεως, πᾶνεμ δὲ τὸν ἄρτον ὡς ἀνιέντα τὴν πεῖναν τὸν δὲ στέφανον κορῶναν ἀπὸ τῆς κεφαλῆς, ὡς Ὅμηρος τὸ κράνος εἴκασέ που στεφάνῃ· τὸ δὲ καῖρε δέρε, καί δέντης τοὺς ὀδόντας, καί λάβρα τὰ χείλη ἀπὸ τοῦ λαμβάνειν τὴν βορὰν διʼ αὐτῶν; ἢ καὶ τούτων οὖν ἀκουστέον ἀγελαστὶ λεγομένων, ἢ μηδʼ ἐκείνοις εὐκόπως οὕτως διὰ τῶν ὀνομάτων ὥσπερ τριγχίων τὰ μὲν ἐκκόπτουσι μέρη τὰ δὲ καθαιροῦσι παραδύσεις διδῶμεν.3
而我那生性轻慢且喜笑谑的兄弟兰普里亚斯则说,既然如今容许如此放任地胡扯,他将证明罗马词汇比希腊词汇贴切无数倍。“因为人们说,晚餐之所以被称为‘共食’,是因为其具有公共性;古代罗马人大多独自用早餐,而与朋友一同进晚餐。早餐则因时辰被称为‘午饭’;因为‘烈日之下’即正午,餐后的休歇便称‘正午休憩’;抑或是指一种清晨的进食或滋养,是人们在尚未匮乏之前所享用的。 况且暂且不论床褥、葡萄酒、蜂蜜、橄榄油、品尝、祝饮以及无数其他显然使用相同字眼的词汇,”他说道,“谁不会说奔赴狂欢依照希腊语被称为‘宴饮’,而调酒则依照荷马被称为‘调和’ ——‘她又在调酒缸中调和蜜般甘甜的美酒’;又将餐桌称为‘桌案’,因其置于正中;将面包称为‘止饥之物’,因其缓解了饥饿;将花冠称为‘冠冕’,因其戴在头顶,正如荷马在某处将头盔比作冠圈;将击打称为‘剥皮’,牙齿源自‘齿’,而将嘴唇称为‘吸唇’,因人们通过它们摄取食物?因此,要么我们在听人正颜厉色地说出这些词源时也得忍住不笑,要么我们就不该如此轻易地给那些人以可乘之机——他们为了穿凿附会,在词汇之间就像拆凿矮墙一般,敲掉这里的部分,拆除那里的构件,硬生生钻出通路来。”
- 1τῶν υἱῶν μου τοὺς νεωτέρους ἐν θεάτρῳ προσδιατρίψαντας ἀκροάμασι καὶ βράδιον ἐπὶ τὸ δεῖπνον ἐλθόντας οἱ Θέωνος υἱοὶ κωλυσιδείπνους καὶ ζοφοδορπίδας καὶ τοιαῦτα μετὰ παιδιᾶς ἔσκωπτον·
句首属格 τῶν υἱῶν μου 为修饰 τοὺς νεωτέρους 的部分属格,全句主语为随后的 οἱ Θέωνος υἱοί。动词 ἔσκωπτον 构成双宾格结构,支配直接宾语(τοὺς νεωτέρους)与宾语补足语(κωλυσιδείπνους καὶ ζοφοδορπίδας καὶ τοιαῦτα)。分词短语 προσδιατρίψαντας ... ἐλθόντας 修饰 τοὺς νεωτέρους,表示其迟到时的伴随情状或原因。
- 726dεἰ μὴ νὴ Δία τὸ ἄριστον αὐτόθεν ἀπραγμόνως προσφερόμενοι καὶ ῥᾳδίως ἀπὸ τῶν τυχόντων, τὸ δὲ δεῖπνον ἤδη παρεσκευασμένον, ἐκεῖνο μὲν ῥᾷστον, τοῦτο δʼ ὥσπερ διαπεπονημένον ἐκάλεσαν
短语 εἰ μὴ νὴ Δία 为引入反讽性假说或补充说明的习惯表达(“除非说,指着宙斯发誓……”)。主句谓语为句末的 ἐκάλεσαν,主语(古人)承前省略。前半句中分词 προσφερόμενοι 与并列的名词短语 τὸ δὲ δεῖπνον ἤδη παρεσκευασμένον 相对比,后半句的指代代词 ἐκεῖνο 与 τοῦτο 则分别与述语宾格 ῥᾷστον(对 ἄριστον 的谐音戏仿)和 διαπεπονημένον(对 δεῖπνον 的谐音戏仿)相呼应。
- 727aδιὰ τῶν ὀνομάτων ὥσπερ τριγχίων τὰ μὲν ἐκκόπτουσι μέρη τὰ δὲ καθαιροῦσι παραδύσεις διδῶμεν
句子的核心结构是 παραδύσεις διδῶμεν(“给予钻空子的机会”)。介词短语 διὰ τῶν ὀνομάτων 与 παραδύσεις 呼应,中间插入比喻 ὥσπερ τριγχίων(“宛如矮墙一般”)。与前文 ἐκείνοις 一致的复数与格分词短语 τὰ μὲν ἐκκόπτουσι μέρη τὰ δὲ καθαιροῦσι 充当紧随的描摹,将穿凿附会字源者随意删削、变更字母或音节的手法,生动地比作拆凿矮墙的某些部分以强行穿墙而入。
