← 普鲁塔克

食桌谈话录

§8.5.1

尼罗河船夫夜间汲水的原因

本文探讨了尼罗河船主何以在夜间而非白天汲水,提出了两种解释:其一是日光之热促使水分变质腐败,其二是基于水手经验,白天人畜活动会搅起泥沙,而在夜间河水沉静,泥土析出沉淀。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.5.1

αἰτίαν τις ἐζήτησε, διʼ ἣν οἱ ναύκληροι τὰς ὑδρείας ἐκ τοῦ Νείλου νυκτὸς οὐχ ἡμέρας ποιοῦνται. καί τισι μὲν ἐδόκουν τὸν ἥλιον δεδιέναι, τῷ προθερμαίνειν τὰ ὑγρὰ μᾶλλον εὔσηπτα ποιοῦντα· πᾶν γὰρ τὸ θερμανθὲν καὶ χλιανθὲν ἀεὶ πρὸς μεταβολὴν ἑτοιμότερόν ἐστι καὶ προπέπονθεν ἀνέσει τῆς ποιότητος ἡ δὲ ψυχρότης πιέζουσα συνέχειν δοκεῖ καὶ φυλάττειν ἕκαστον ἐν ᾧ πέφυκεν, οὐχ ἥκιστα δὲ τὸ ὕδωρ· ὕδατος γὰρ ἡ ψυχρότης σχετικόν1 ἐστι φύσει· δηλοῦσιν αἱ χιόνες, τὰ κρέα δύσσηπτα τηροῦσαι πολὺν χρόνον. ἡ δὲ θερμότης τὰ τʼ ἄλλα καὶ τὸ μέλι τῆς ἰδίας ποιότητος ἐξίστησι· φθείρεται γὰρ ἑψηθέν· ἂν δʼ ὠμὸν διαμένῃ καὶ τοῖς ἄλλοις πρὸς τὸ μὴ φθείρεσθαι βοηθεῖ. μεγίστην δὲ τῇ αἰτίᾳ πίστιν παρεῖχε τὰ λιμναῖα τῶν ὑδάτων· χειμῶνος γὰρ οὐδὲν διαφέροντα τῶν ἄλλων ποθῆναι,2 τοῦ θέρους γίγνεται πονηρὰ καὶ νοσώδη διὸ χειμῶνι μὲν τῆς νυκτὸς ἀναλογεῖν δοκούσης θέρει δὲ τῆς ἡμέρας, μᾶλλον οἴονται διαμένειν ἄτρεπτον καὶ ἀπαθὲς τὸ ὕδωρ, ἂν νυκτὸς λαμβάνηται. τούτοις ἐπιεικῶς οὖσι πιθανοῖς, ἐπανέκυψε λόγος ὥσπερ ἀτέχνῳ πίστει ναυτικῇ βεβαιούμενος ἐμπειρίᾳ· νυκτὸς γὰρ ἔφασαν λαμβάνειν τὸ ὕδωρ, ἔτι τοῦ ποταμοῦ καθεστῶτος καὶ ἡσυχάζοντος, ἡμέρας δέ, πολλῶν ἀνθρώπων ὑδρευομένων καὶ πλεόντων, πολλῶν δὲ θηρίων διαφερομένων, ἀναταραττόμενον γίγνεσθαι παχὺ καὶ γεῶδες τὸ δὲ τοιοῦτον εὔσηπτον εἶναι πάντα γὰρ τὰ μεμιγμένα τῶν ἀμίκτων ἐπισφαλέστερα πρὸς σῆψίν ἐστι· ποιεῖ γὰρ ἡ μῖξις μάχην, ἡ δὲ μάχη μεταβολήν, μεταβολὴ δέ τις ἡ σῆψις. διὸ τάς τε μίξεις τῶν χρωμάτων οἱ ζωγράφοι φθορὰς ὀνομάζουσι καὶ τὸ βάψαι μιῆναι κέκληκεν ὁ ποιητής, ἡ δὲ κοινὴ συνήθεια τὸ ἄμικτον καὶ καθαρὸν ἄφθαρτον καὶ ἀκήρατον, μάλιστα δὲ γῆ μιχθεῖσα πρὸς ὕδωρ ἐξίστησι καὶ φθείρει τὸ πότιμον καὶ οἰκεῖον· ὅθεν εὔσηπτα μᾶλλόν ἐστι τὰ στάσιμα καὶ κοῖλα, πολλῆς ἀναπιμπλάμενα γῆς, τὰ δὲ ῥέοντα φεύγει καὶ διακρούεται τὴν προσφερομένην·3 καὶ καλῶς Ἡσίοδος ἐπῄνεσε "κρήνης ἀενάου καὶ ἀπορρύτου, ἥ τʼ ἀθόλωτος." ὑγιεινὸν γὰρ τὸ ἀδιάφθορον ἀδιάφθορον δὲ τὸ ἄμικτον καὶ καθαρόν. οὐχ ἥκιστα δʼ αἱ τῆς γῆς διαφοραὶ τῷ λόγῳ μαρτυροῦσι· τὰ γὰρ ὀρεινὴν διεξιόντα γῆν καὶ λιθώδη στερρότερα τῶν ἑλείων καὶ πεδινῶν ἐστι· πολλὴν γὰρ οὐκ ἀποσπᾷ γῆν. ὁ δὲ Νεῖλος ὑπὸ μαλθακῆς χώρας περιεχόμενος, μᾶλλον δʼ ὥσπερ αἷμα σαρκὶ κεκραμένος, γλυκύτητος μὲν ἀπολαύει καὶ χυμῶν ἀναπίμπλαται δύναμιν ἐμβριθῆ καὶ τρόφιμον ἐχόντων, συμμιγὴς δὲ φέρεται καὶ θολερός· ἂν δʼ ἀναταράττηται, καὶ μᾶλλον· ἡ γὰρ κίνησις ἀναμίγνυσι τῷ ὑγρῷ τὸ γεῶδες ὅταν δʼ ἠρεμήσῃ, κάτω ῥέπον διὰ βάρος ἄπεισιν. ὅθεν ὑδρεύονται τῆς νυκτός, ἅμα καὶ τὸν ἥλιον προλαμβάνοντες, ὑφʼ οὗ τὸ λεπτότατον καὶ κουφότατον ἀεὶ τῶν ὑγρῶν αἰρόμενον διαφθείρεται.

有人探究了船主们何以在夜间而非白天从尼罗河汲水的原因。在某些人看来,他们似乎是畏惧太阳,因为太阳预先加热液体,使其更易腐败;因为凡受热温热之物,总是更易于发生变化,且已因特性的松弛而预先受变;反之,寒冷通过压缩,似乎能将万物凝聚并保持在其自然天性之中,而对水尤其如此;因为寒冷在天性上正是维系水质之物;积雪便证明了这一点,它能使肉类长久保持不易腐坏。另一方面,热力使其他物类乃至蜂蜜都丧失其原有的特性;因为蜂蜜一经熬煮便遭毁损,而若保持生鲜,它甚至能帮助其他事物免于腐败。而沼泽之水为此解释提供了最大的凭据;因为在冬季,它们在适饮性上与其他水并无二致,到了夏季却变得污浊有害。因此,鉴于黑夜似乎对应冬季而白昼对应夏季,人们便认为如果在夜间取水,水质更能保持不易变质且不受侵损。尽管这些理由相当令人信服,但又出现了另一种说法,它可以说是得到了航海经验这种未经雕琢的凭证所证实:因为他们指出,人们是在河流依然沉静安歇的夜间取水,而到了白天,由于众人汲水行船,又有众多野兽往来穿梭,河水受扰而变得浑浊多泥,而此类水易于腐坏;因为一切混杂之物较之纯净不杂之物都更易趋向腐败;盖混杂导致冲突,冲突导致变化,而腐败正是一种变化。因此,画家将色彩的混合称为“败损”,诗人将染色称为“玷染”,而日常习俗则将未混合与纯净之物称为“无败损”与“纯粹”;尤其是泥土与水混合时,会改变并破坏其宜饮与本然的性质;由此,停滞而低洼的水因充斥大量泥土而更易腐败,而流动的水则能避开并摆脱被带入的泥土;赫西俄德亦曾恰切地赞美:“取自长流不息、奔涌而清澈的泉水。”因为不受败损之物方合乎健康,而未混杂与纯净之物正是不受败损之物。而土壤的差异亦最有力地为此论点作证;盖流经山地和石地之水,比起沼泽和平原之水更为坚实,因为它们不会带走大量泥土。然而尼罗河为松软的土地所环抱,或者说宛如鲜血与肌肉交融般与土地混融,它固然享有甜美,并充盈着具有厚重与滋养效力的汁液,却也混杂且浑浊地流淌;若被搅动则尤甚;因为运动使泥土成分与水液混合;而一旦平静下来,泥质因其重量下沉而分离析出。因此,他们便在夜间汲水,同时也赶在太阳之前;因为在太阳的作用下,液体中最精微最轻盈的部分总会被蒸发带走而消散。

语法注3 条
  1. 725bσχετικόν

    中性单数形容词用作阴性主语 ἡ ψυχρότης 的表语。中性表语形容词表示事物普遍或抽象的属性(“具有保持或凝聚作用之物”),并支配宾格性属格 ὕδατος。

  2. 725bποθῆναι

    动词 πίνω(饮用)的过去被动态不定式,充当修饰 οὐδὲν διαφέροντα(毫无差别)的说明性(限定性)不定式,意为“在饮用方面 / 在适饮性上”。

  3. 725dτὴν προσφερομένην

    阴性单数宾格现在被动态分词。名词 γῆν(泥土)承前文 πολλῆς ἀναπιμπλάμενα γῆς 省略,作为本分词所修饰的实质名词以及动词 φεύγει καὶ διακρούεται 的宾语,意为“(冲向流水的)泥土”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:8.5.1