← 普鲁塔克

食桌谈话录

§8.4.4-8.4.5

阿波罗崇拜与棕榈木抗压弹性的论辩

普拉克西特列斯从阿波罗崇拜与竞技的渊源出发,认为佩戴棕榈枝源于皮托竞技会;卡菲苏斯则排除了抬出神明的论辩方式,指出棕榈木受重压反向上拱起的独特性质才真正象征了坚忍不屈的运动员精神。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.4.4

καὶ ὁ Πραξιτέλης ταῦτʼ εἶπεν ἄδηλα, καὶ τοῦ Θησέως αὐτοῦ πυνθάνεσθαι φήσουσιν, ᾧτινι λόγῳ φοίνικος, οὐ δάφνης οὐδʼ ἐλαίας, κλάδον ἀπέσπασεν ἀγωνοθετῶν. σκόπει δή, μὴ Πυθικόν ἐστι τὸ νικητήριον,1 ὡς· Ἀμφικτύονος· κἀκεῖ πρῶτον ἐπὶ τιμῇ τοῦ θεοῦ δάφνῃ καὶ φοίνικι τοὺς νικῶντας ἐκόσμησαν, ἅτε δὴ καὶ τῷ θεῷ μὴ δάφνας μηδʼ ἐλαίας ἀλλὰ φοίνικας ἀνατιθέντες, ὡς ἐν Δήλῳ Νικίας χορηγήσας Ἀθηναίων καὶ ἐν Δελφοῖς Ἀθηναῖοι καὶ Κύψελος πρότερον Κορίνθιος ἐπεὶ καὶ φίλαθλος ἄλλως καὶ φιλόνικος ἡμῖν ὁ θεός, αὐτὸς ἐν κιθαρίσει καὶ ᾠδῇ καὶ βολαῖς δίσκων, ὡς δʼ ἔνιοί φασι, καὶ πυγμῇ ἁμιλλώμενος· ἀνθρώποις δὲ προσαμύνων ἀγωνιζομένοις, ὡς Ὅμηρος ἐμαρτύρησε, τὸν μὲν Ἀχιλλέα λέγοντα ποιήσας "ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥπερ ἀρίστω, πὺξ μάλʼ ἀνασχομένω πεπληγέμεν ᾧ δέ κ̓ Ἀπόλλων δώῃ καμμονίην" τῶν δὲ τοξοτῶν τὸν μὲν εὐξάμενον2 τῷ θεῷ κατορθῶσαι καὶ λαβεῖν τὰ πρωτεῖα· τὸν δὲ γαῦρον ἀστοχῆσαι τοῦ σκοποῦ, μὴ εὐξάμενον. καὶ μὴν οὐδʼ Ἀθηναίους εἰκός ἐστιν Ἀπόλλωνι καθιερῶσαι, τὸ γυμνάσιον ἀλόγως καὶ αὐτομάτως· ἀλλὰ παρʼ οὗ τὴν ὑγίειαν ἔχομεν θεοῦ, τοῦτον εὐεξίαν τε διδόναι καὶ ῥώμην ἐπὶ τοὺς ἀγῶνας ᾤοντο. κούφων δὲ καὶ βαρέων ἀγωνισμάτων ὄντων, πύκτῃ μὲν Ἀπόλλωνι Δελφούς, δρομαίῳ δὲ Κρῆτας ἱστοροῦσι θύειν καὶ Λακεδαιμονίους. σκύλων δὲ Πυθοῖ καὶ ἀκροθινίων καὶ τροπαίων ἀναθέσεις ἆρʼ, οὐ συμμαρτυροῦσιν ὅτι τῆς εἰς τὸ νικᾶν καὶ κρατεῖν δυνάμεως τῷ θεῷ τούτῳ πλεῖστον μέτεστιν;

普拉克西特列斯于是说道: ‘那些事情,’他说道,‘尚不明确,人们会说应当去质问忒修斯本人,究竟是出于何种理由,他在主持竞技时折下的是棕榈枝,而非月桂或橄榄枝。且请考虑一下,这胜利的赏物是否其实源于皮托竞技会,由安菲克提翁所创设?在那里,人们最早为尊崇神明而用月桂与棕榈装饰优胜者,因为人们献给神明的不是月桂或橄榄,而是棕榈——正如担任雅典人歌队资助人的尼基阿斯在提洛岛所为,以及雅典人和更早时科林斯的库普塞罗斯在德尔斐所为那般。因为这位神明在我们看来本就热爱竞技、热爱胜利,他自己就曾在击弦、歌唱、掷铁饼,甚至正如某些人所言在拳击中参与竞逐;并且他援助奋力拼搏的凡人,正如荷马所见证的那样,他借阿喀琉斯之口说道: “我们号召两位最杰出之士为此争胜, 高举双拳互相击打;而阿波罗 将坚毅之力赐予何人……” 他又表明在弓箭手中,向神明祈祷者射中目标并拔得头筹,而未曾祈祷的自矜者则错失了靶心。再者,雅典人将体操馆献给阿波罗,绝非毫无道理且出于偶然;相反,他们认为赋予我们健康的这位神明,也必在竞技中赐予我们健美的体魄与强劲的力量。此外,竞技项目既有轻重之分,据记载,德尔斐人向拳击之神阿波罗献祭,而克里特人与拉栖代梦人则向奔跑之神阿波罗献祭。而在皮托献纳的战利品、战利首献与胜利纪念碑,难道不共同证明了这位神明在克敌制胜的力量中享有最主要的分量吗?’

§8.4.5

ἔτι δʼ αὐτοῦ λέγοντος, ὑπολαβὼν Κάφισος ὁ Θέωνος υἱός ἀλλὰ ταῦτά γʼ εἶπεν οὐχ·χ ἱστορίας οὐδὲ περιηγητικῶν ὄδωδε βιβλίων, ἀλλʼ ἐκ μέσων ἀνεσπασμένα τῶν Περιπατητικῶν τόπων εἰς τὸ πιθανὸν ἐπικεχείρηται, καὶ προσέτι τραγικῶς μηχανὴν ἄραντες, ὦ φίλοι, δεδίττεσθε τῷ θεῷ τοὺς ἀντιλέγοντας. ὁ μὲν οὖν θεός, ὥσπερ προσήκει, πᾶσιν ἴσος ἐστὶ μετʼ εὐμενείας· ἡμεῖς δʼ ἑπόμενοι Σώσπιδι καλῶς γὰρ ὑφηγεῖται πάλιν ἐχώμεθα τοῦ φοίνικος; ἀμφιλαφεῖς τῷ λόγῳ λαβὰς διδόντος. Βαβυλώνιοι μὲν γὰρ ὑμνοῦσι καὶ ᾄδουσιν ὡς ἑξήκοντα καὶ τριακόσια χρειῶν γένη παρέχον αὐτοῖς τὸ δένδρον· ἡμῖν δὲ τοῖς Ἕλλησιν ἥκιστα μέν ἐστι χρειώδης, ἀθλητικῆς δὲ φιλοσοφίας καὶ τὸ ἄκαρπον ἂν εἴη· κάλλιστος γὰρ ὢν καὶ μέγιστος ὑπʼ εὐταξίας οὐ γόνιμός ἐστι παρʼ ἡμῖν, ἀλλὰ τὴν τροφὴν ὥσπερ ἀθλητοῦ περὶ τὸ σῶμα τῆς εὐταξίας ἀναλισκούσης, σμικρὸν αὐτῷ καὶ φαῦλον εἰς σπέρμα περίεστιν. ἴδιον δὲ παρὰ ταῦτα πάντα καὶ μηδενὶ συμβεβηκὸς ἑτέρῳ τὸ μέλλον λέγεσθαι· φοίνικος γὰρ ξύλον ἂν ἄνωθεν ἐπιθεὶς βάρη πιέζῃς, οὐ κάτω θλιβόμενον ἐνδίδωσιν, ἀλλὰ κυρτοῦται πρὸς τοὐναντίον3 ὥσπερ ἀνθιστάμενον τῷ βιαζομένῳ. τοῦτο δὴ καὶ περὶ τοὺς ἀθλητικοὺς ἀγῶνάς ἐστι· τοὺς μὲν γὰρ ὑπʼ ἀσθενείας καὶ μαλακίας εἴκοντας αὐτοῖς πιέζουσι κάμπτοντες, οἱ δʼ ἐρρωμένως ὑπομένοντες τὴν ἄσκησιν οὐ μόνον τοῖς σώμασιν ἀλλὰ καὶ τοῖς φρονήμασιν ἐπαίρονται καὶ αὐξοῦνται.

当他还在述说时,狄翁之子卡菲苏斯打断并说道: ‘然而这些论据,’他说道,‘既无历史记录的气息,亦无导览之书的意味,反倒是从逍遥学派的常见论题深处提取出来以博取可信度;不仅如此,朋友们,你们还像悲剧般升起机械装置,用神明来震慑反驳者。其实神明按其应然,乃是仁慈地对众人一视同仁;我们还是追随索斯皮斯吧——因为他的引导极为出色——再次紧扣棕榈树本身,因为它为我们的论述提供了极其充裕的抓手。巴比伦人歌咏赞颂这棵树为他们提供了三百六十种用途;但对我们希腊人而言,它却最无实用价值。然而,它的不结果实恰恰暗合了一种竞技的哲理。因为它身形极美极高,却因条理紧密在我们这里并不丰产,正如运动员的躯体一般,紧凑的条理将养分消耗在躯干之中,留给种子的仅余微薄而微不足道的部分。除了这一切之外,还有一种唯独属于它而绝不发生于其他事物的独特性质——这正是我接下去要讲的:如果你在棕榈木上从上方放置重物加以压迫,它不会向下受挤而屈服,反而会向相反的方向向上弓起,宛如抗拒着施加于其上的强力。在体育竞技中正是如此:对于那些因软弱与懈怠而向其屈服的人,〔竞技〕会加以压迫使其弯折下去;而那些刚健地忍受严苛锻炼的人,不仅在肉体上、而且在志气上都会昂扬挺立并日益壮大。’

语法注3 条
  1. 4σκόπει δή, μὴ Πυθικόν ἐστι τὸ νικητήριον

    在动词 σκόπει(或 ὅρα)之后接 μή 与直陈式现在时(ἐστί),并非表示担忧的虚拟语气从句,而是表达一种委婉或谨慎的肯定推测(‘且请考虑一下,这奖赏是否其实正是……’)。

  2. 724cτῶν δὲ τοξοτῶν τὸν μὲν εὐξάμενον τῷ θεῷ κατορθῶσαι καὶ λαβεῖν τὰ πρωτεῖα· τὸν δὲ γαῦρον ἀστοχῆσαι τοῦ σκοποῦ, μὴ εὐξάμενον

    该句是由前面的叙述框架 ὡς Ὅμηρος ἐμαρτύρησε(‘正如荷马所见证的那样’)所统辖的‘对格加不定词’结构(间接引语)。紧随荷马引诗之后,关于两位弓箭手(墨里奥涅斯与忒克罗斯)竞赛的结果分别由 τὸν μὲν... κατορθῶσαι καὶ λαβεῖν 与 τὸν δὲ... ἀστοχῆσαι 并列承接。

  3. 724eφοίνικος γὰρ ξύλον ἂν ἄνωθεν ἐπιθεὶς βάρη πιέζῃς, οὐ κάτω θλιβόμενον ἐνδίδωσιν, ἀλλὰ κυρτοῦται πρὸς τοὐναντίον

    这是一个常规条件句:条件从句使用 ἄν 配合虚拟语气 πιέζῃς,归结从句使用直陈式现在时 ἐνδίδωσιν 与 κυρτοῦται。不定过去时分词 ἐπιθείς 表明伴随手段(‘在上方放置重物加以压迫’)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:8.4.4-8.4.5