← 普鲁塔克

食桌谈话录

§8.4.1-8.4.3

优胜者被授予棕榈枝的原因

在地峡竞技会的宴席上,宾客们探讨了为何所有竞赛皆授予胜者棕榈枝的问题;在希律驳斥了流俗的各种解释之后,索斯皮斯以棕榈的长寿和真正常青象征胜利的永恒荣耀来加以论述,随后原基尼斯引出了忒修斯在提洛岛的历史渊源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.4.1

Ἰσθμίων ἀγομένων ἐν τῇ δευτέρᾳ τῶν Σώσπιδος ἀγωνοθεσιῶν τὰς μὲν ἄλλας ἑστιάσεις διεφύγομεν, ἑστιῶντος αὐτοῦ πολλοὺς μὲν ἅμα ξένους, πάντας δὲ πολλάκις τοὺς πολίτας· ἅπαξ δὲ τοὺς μάλιστα φίλους καὶ φιλολόγους οἴκοι δεχομένου, καὶ αὐτοὶ παρῆμεν. ἀπηρμένων δὲ τῶν πρώτων τραπεζῶν, ἧκέ τις Ἡρώδῃ τῷ ῥήτορι παρὰ γνωρίμου νενικηκότος ἐγκωμίῳ1 φοίνικα καὶ στέφανόν τινα τῶν πλεκτῶν κομίζων. ὁ δὲ ταῦτα μὲν δεξιωσάμενος ἀπέπεμψε πάλιν, ἔφη δʼ ἀπορεῖν, τί δήποτε τῶν ἀγώνων στέφανον ἄλλος ἄλλον ἔχει, τὸν δὲ φοίνικα κοινῇ πάντες. οὐ γὰρ ἐμὲ γοῦν ἔφη πείθουσιν οἱ τὴν ἰσότητα τῶν φύλλων, οἷον ἀντανισταμένων ἀεὶ καὶ συνεκτρεχόντων, ἀγῶνι καὶ ἁμίλλῃ παραπλήσιόν τι ποιεῖν φάσκοντες, αὐτήν τε τὴν νίκην παρὰ τὸ μὴ εἶκον2 ὠνομάσθαι· καὶ γὰρ ἄλλα πάμπολλα μονονοὺ μέτροις τισὶ καὶ σταθμοῖς ἀκριβῶς τὴν τροφὴν διανέμοντα τοῖς ἀντιζύγοις πετάλοις ἰσότητα θαυμαστὴν καὶ τάξιν ἀποδίδωσιν ἔτι δʼ ἀπιθανώτεροι τούτων εἰσὶν οἱ τὸ κάλλος καὶ τὴν εὐφυΐαν ἀγαπῆσαι τοὺς παλαιούς, ὡς Ὅμηρον ἔρνεϊ φοίνικος ἀπεικάσαντα τὴν ὥραν τῆς Φαιακίδος, ὑπονοοῦντες. οὐ γὰρ ἀγνοεῖτε δήπουθεν, ὅτι καὶ ῥόδοις καὶ λυχνίσιν, ἔνιοι δὲ καὶ μήλοις καὶ ῥοιαῖς ἔβαλλον ὡς καλοῖς· γεραίροντες ἀεὶ τοὺς νικηφόρους. ἀλλʼ οὐδὲν οὕτως ἐπιφανῶς ἐκπρεπέστερον ἔχει τῶν ἄλλων ὁ φοῖνιξ, ἅτε μηδὲ καρπὸν ἐν τῇ Ἑλλάδι φέρων ἐδώδιμον ἀλλʼ ἀτελῆ καὶ ἄπεπτον. εἰ γάρ, ὥσπερ ἐν Συρίᾳ καὶ ἐν Αἰγύπτῳ, παρεῖχε τὴν βάλανον, ὄψει τε θεαμάτων καὶ γλυκύτητι τραγημάτων πάντων ἥδιστον, οὐκ ἂν ἦν ἕτερον αὐτῷ παραβαλεῖν. ὁ γοῦν βασιλεύς, ὥς φασιν, ἀγαπήσας διαφερόντως τὸν Περιπατητικὸν φιλόσοφον Νικόλαον, γλυκὺν ὄντα τῷ ἤθει ῥαδινὸν δὲ τῷ μήκει τοῦ σώματος διάπλεων δὲ τὸ πρόσωπον ἐπιφοινίσσοντος ἐρυθήματος, τὰς μεγίστας καὶ καλλίστας τῶν φοινικοβαλάνων Νικολάους ὠνόμαζε, καὶ μέχρι νῦν οὕτως ὀνομάζονται.

当索斯皮斯第二次担任竞技会裁判官而举办地峡竞技会期间,我们避开了其他的筵席,因为他同时宴请了许多外邦宾客,并常常宴请全体公民;但有一次他在家中接见最亲密的朋友与学者时,我们自己也在场。头道餐席撤下之后,有人来到修辞学家希律身边,替他一位在颂词竞赛中获胜的熟人送来了一根棕榈枝和一顶编织的花冠。希律以礼相待并收下后又退还了礼品,但他表示不解:为何在各项竞技中各有不同的花冠,而棕榈枝却为所有竞技所共有? ‘因为至少对我而言,’他说道,‘那些声称叶片的对等——如同始终互相对峙并驾齐驱一般——造成了类似于竞技与角逐的景象,并且声称“胜利”一词正是源于“不退让”的人,是无法令我信服的。事实上,极多的其他植物在向对称的叶片分配养分时,也几乎如同以严格的分量与天平衡量一般,呈现出惊人的对等与秩序。比他们更不可信的,则是那些揣测古人是出于喜爱其美丽与秀拔之人,他们引用荷马将法埃亚克斯少女的青春韶华比作棕榈幼树的诗句为据。因为你们想必不会不知道,人们在尊崇优胜者时,也曾向他们投掷玫瑰与麦仙翁花,甚至有人投掷苹果与石榴,以此作为美好之物向其致敬。然而棕榈在各树木中并无如此引人注目的出众之处,尤其在希腊,它甚至不结可食之果,而仅产未长成而未成熟的果实。如果它能像在叙利亚和埃及那样出产海枣——无论是作为观赏之物还是甜美茶点皆为天下最怡人之物——那么就没有什么可与之比拟了。无论如何,正如人们所言,国王格外喜爱逍遥派哲学家尼古劳斯,因其品格温雅、身形修长、面庞充盈着泛红的润色,便将最大最美的海枣命名为“尼古劳斯”,直至今日它们仍被称为此名。’

§8.4.2

ταῦτʼ εἰπὼν ὁ Ἡρώδης οὐκ ἀτερπέστερον ἐμβάλλειν ἔδοξε τοῦ ζητουμένου τὸ περὶ τοῦ Νικολάου. διὸ καὶ μᾶλλον ἔφη ὁ Σῶσπις προθυμητέον, ὡς ἕκαστος αὑτόν τις ἔπεισε, συνεισενεγκεῖν εἰς τὸ ζητούμενον. ἐγὼ δʼ εἰσφέρω πρῶτος, ὅτι δεῖ τὴν τῶν νικηφόρων δόξαν ἄφθιτον, ὡς ἀνυστὸν ἐστι, καὶ ἀγήρων διαμένειν· ὁ δὲ φοῖνιξ μακρόβιον μέν ἐστιν ἐν τοῖς μάλιστα τῶν φυτῶν, ὥς που καὶ τὰ Ὀρφικὰ ταῦτα μεμαρτύρηκε "ζῶον δʼ ἴσον ἀκροκόμοισιν φοινίκων ἔρνεσσιν," μόνῳ δʼ αὐτῷ σχεδὸν ὑπάρχει τὸ κατὰ πολλῶν ὡς ἀληθῶς λεγόμενον·3 τί δὲ τοῦτʼ ἔστι; τὸ ἐμπεδόφυλλον εἶναι καὶ ἀείφυλλον· οὔτε γὰρ δάφνην οὔτʼ ἐλαίαν οὔτε μυρσίνην οὔτʼ ἄλλο τι τῶν μὴ φυλλορροεῖν λεγομένων ὁρῶμεν ἀεὶ ταὐτὰ φύλλα διατηροῦν, ἀλλὰ τοῖς πρώτοις ἀπορρέουσιν ἑτέρων ἐπιβλαστανόντων, ὥσπερ πόλεις, ἕκαστον ἀείζωον διαμένει καὶ ἀμείλικτον ὁ δὲ φοῖνιξ οὐθὲν ἀποβάλλων ἀφʼ αὑτοῦ τῶν φυομένων, βεβαίως ἀείφυλλός ἐστι· καὶ τοῦτο δὴ τὸ κράτος αὐτοῦ μάλιστα τῆς νίκης τῷ ἰσχυρῷ συνοικειοῦσι.

希律说出这些话,似乎插进了一段关于尼古劳斯的故事,其趣味丝毫不逊于所探讨的论题。 ‘因此我们更应当,’索斯皮斯说道,‘按照各自深信的见解,奋勉地为探讨的论题作出贡献。而我首先提出:优胜者的荣耀应当尽可能历久不泯、永不衰颓;在植物之中,棕榈最为长寿,正如某些奥菲斯诗篇在此所作的见证: “寿命如同顶戴秀发的 棕榈幼树,”而那常被用来形容诸多植物的说法,实际上几乎唯独真正适用于棕榈本身。那是什么呢?便是叶片坚固不凋且常青不落。因为我们并未见过月桂、橄榄、香桃木或任何其他被称为不落叶的植物始终保持着完全相同的叶片,而是如同城邦一样,随着最初的叶片凋落,另一些叶片随之萌生,每一株树木才保持长生而不致灭绝;然而棕榈自身生长出来的东西绝不脱落,是真正坚定的常青之树。正是它的这种刚健之力,使人们将其与胜利的强劲力量联系在一起。’

§8.4.3

παυσαμένου δὲ τοῦ Σώσπιδος, Πρωτογένης ὁ γραμματικός, ὀνόματι καλέσας Πραξιτέλην τὸν περιηγητὴν οὕτω δὴ τούτους ἔφη τοὺς ῥήτορας ἐάσομεν περαίνειν τὸ οἰκεῖον, ἐξ εἰκότων καὶ πιθανῶν ἐπιχειροῦντας· αὐτοὶ δʼ ἀφʼ ἱστορίας οὐδὲν ἂν ἔχοιμεν τῷ λόγῳ συμβάλλεσθαι; καίτοι δοκῶ μοι μνημονεύειν ἐν τοῖς Ἀττικοῖς ἀνεγνωκὼς ἔναγχος, ὅτι πρῶτος ἐν Δήλῳ Θησεὺς ἀγῶνα ποιῶν ἀπέσπασε κλάδον τοῦ ἱεροῦ φοίνικος καὶ σπάδιξ ὠνομάσθη.

索斯皮斯说完后,文法学家原基尼斯直呼古迹向导普拉克西特列斯之名: ‘难道我们就这样任凭’他说道,‘这些修辞学家依据盖然性与似是而非之理进行论述,从而完成他们本分之事吗?难道我们自己就不能从历史记录中为这一论题贡献些什么吗?然而我依稀记得不久前在《阿提卡纪事》中读到:忒修斯最早在提洛岛举办竞技会时,折下了神圣棕榈树的一根枝条,它便被称为“斯帕狄克斯”。’

语法注3 条
  1. 723bνενικηκότος ἐγκωμίῳ

    与格 ἐγκωμίῳ 用作限定与格(或关涉与格),指明获胜的比赛项目(“在颂词竞赛中获胜的熟人”)。完成时分词 νενικηκότος 作 γνωρίμου 的定语。

  2. 723bπαρὰ τὸ μὴ εἶκον

    古代的民间词源说。介词短语 παρά 加宾语 τὸ μὴ εἶκον(“不退缩者/不屈服之物”,动词 εἴκω 的带否定词中性分词)用于解释 νίκη(胜利)的词源,整个对格不定词结构从属于 φάσκοντες。

  3. 723eτὸ κατὰ πολλῶν ὡς ἀληθῶς λεγόμενον

    该短语意为“那对众多植物而言仿佛千真万确的说法”,指代后文的主语不定词短语 τὸ ἐμπεδόφυλλον εἶναι καὶ ἀείφυλλον(“叶片稳固且常青”)。索斯皮斯以此对比月桂等所谓常青树实则新陈代谢落叶,而唯独棕榈自身不脱落任何器官。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:8.4.1-8.4.3